§11.1ἔτι δʼ αὐτοῦ διατρίβοντος ἐν Ἰβηρίᾳ Σκηπίων ὁ μέγας, ἐχθρὸς ὢν καὶ βουλόμενος ἐνστῆναι κατορθοῦντι καὶ τὰς Ἰβηρικὰς πράξεις ὑπολαβεῖν, διεπράξατο τῆς ἐπαρχίας ἐκείνης ἀποδειχθῆναι διάδοχος.
まだ彼がイベリアに滞在している間に、大スキピオは、彼(カト)の政敵であり、成功を収めつつある彼を邪魔してイベリアでの軍事活動を引き継ぎたいと望んでいたが、その属州の(カトの)後継者に任命されるよう運動した。
σπεύσας δʼ ὡς ἐνῆν τάχιστα κατέπαυσε τὴν ἀρχὴν τοῦ Κάτωνος, ὁ δὲ λαβὼν σπείρας ὁπλιτῶν πέντε καὶ πεντακοσίους ἱππεῖς προπομπούς κατεστρέψατο μὲν τὸ Λακετανῶν ἔθνος, ἑξακοσίους δὲ τῶν ηὐτομοληκότων κομισάμενος ἀπέκτεινεν.
そして、できる限り急いでカトの指揮権を終わらせた。 しかしカトは、重装歩兵の5個コホルスと500騎の騎兵を護衛として連れて、ラケタニ人の部族を服従させ、投降した者たちのうち600人を取り押さえて処刑した。
§11.2ἐφʼ οἷς σχετλιάζοντα τὸν Σκηπίωνα κατειρωνευόμενος οὕτως ἔφη τὴν Ῥώμην ἔσεσθαι μεγίστην, τῶν μὲν ἐνδόξων καὶ μεγάλων τὰ τῆς ἀρετῆς πρωτεῖα μὴ μεθιέντων τοῖς ἀσημοτέροις, τῶν δʼ ὥσπερ αὐτός ἐστι δημοτικῶν ἁμιλλωμένων ἀρετῇ πρὸς τοὺς τῷ γένει καὶ τῇ δόξῃ προήκοντας.
これらのことに憤慨するスキピオを皮肉って、彼は次のように言った。 ローマは、名声があり偉大な人々が徳の第一位をより無名な人々に譲り渡さず、他方で、自分のような平民出身の人々が、家柄や名声で勝る人々と徳において競い合うならば、最も偉大になるだろう、と。
οὐ μὴν ἀλλὰ τῆς συγκλήτου ψηφισαμένης μηδὲν ἀλλάττειν μηδὲ κινεῖν τῶν διῳκημένων ὑπὸ Κάτωνος, ἡ μὲν ἀρχὴ τῷ Σκηπίωνι τῆς αὐτοῦ μᾶλλον ἢ τῆς Κάτωνος ἀφελοῦσα δόξης ἐν ἀπραξίᾳ καὶ σχολῇ μάτην διῆλθεν,
しかしながら、元老院がカトの処置したことについて何一つ変更も移動もしないことを決議したため、スキピオにとっての任期は、カトの名声よりもむしろ彼自身の名声を損なうことになり、何ら為すこともなく暇なうちに無為に過ぎ去った。
§11.3ὁ δὲ Κάτων θριαμβεύσας οὐχ, ὥσπερ οἱ πλεῖστοι τῶν μὴ πρὸς ἀρετήν, ἀλλὰ πρὸς δόξαν ἁμιλλωμένων, ὅταν εἰς τὰς ἄκρας τιμὰς ἐξίκωνται καὶ τύχωσιν ὑπατείας καὶ θριάμβων, ἤδη τὸ λοιπὸν εἰς ἡδονὴν καὶ σχολὴν συσκευασάμενοι τὸν βίον ἐκ τῶν κοινῶν ἀπίασιν, οὕτω καὶ αὐτός ἐζανῆκε καὶ κατέλυσε τὴν ἀρετήν, ἀλλʼ ὅμοια τοῖς πρῶτον ἁπτομένοις πολιτείας καὶ διψῶσι τιμῆς καὶ δόξης ἀφʼ ἑτέρας ἀρχῆς συντείνας ἑαυτὸν ἐν μέσῳ παρεῖχε καὶ φίλοις χρῆσθαι καὶ πολίταις, οὔτε τὰς συνηγορίας οὔτε τὰς στρατείας ἀπειπάμενος.
他方、カトは凱旋式を挙行したが、徳を目指してではなく名声を目指して競い合っている大半の人々が、最高の栄誉に到達し、執政官の職や凱旋式を手に入れたとき、もはやその後の人生を快楽と余暇のために整えて公務から去っていく、そのように自分もまた努力を緩めたり、徳を捨てたりすることはしなかった。 そうではなく、初めて国政に携わり、官職や名声を渇望している人々と同じように、新たな出発点から身を引き締め、友人や市民たちが利用できるように公共の場に身を置き続け、法廷での弁護も軍事遠征も辞退することはなかった。