§7.1τῷ δʼ οὖν Ἀριστείδῃ συνέβη τὸ πρῶτον ἀγαπωμένῳ διὰ τὴν ἐπωνυμίαν ὕστερον φθονεῖσθαι, μάλιστα μὲν τοῦ Θεμιστοκλέους λόγον εἰς τοὺς πολλοὺς διαδιδόντος, ὡς Ἀριστείδης ἀνῃρηκὼς τὰ δικαστήρια τῷ κρίνειν ἅπαντα καὶ δικάζειν, λέληθε μοναρχίαν ἀδορυφόρητον ἑαυτῷ κατεσκευασμένος·
しかしアリスティデスにとっては、最初は呼び名のゆえに愛されていたが、のちには嫉妬されることになった。 これには特に、テミストクレスが大衆の間に、アリスティデスはすべてのことを自ら裁いて判決を下すことによって裁判所を実質的に廃止し、気づかれぬうちに自分自身のために護衛のいない独裁体制を築き上げているという噂を広めたことが原因であった。
ἤδη δέ που καὶ ὁ δῆμος ἐπὶ τῇ νίκῃ μέγα φρονῶν καὶ τῶν μεγίστων ἀξιῶν αὑτὸν ἤχθετο τοῖς ὄνομα καὶ δόξαν ὑπὲρ τοὺς πολλοὺς ἔχουσι.
またすでに、民衆もおそらく勝利に誇りを感じ、自らを最も偉大な栄誉に値すると考えて、大衆を超える名と名声を持つ人々に対して不快感を抱いていた。
§7.2καὶ συνελθόντες εἰς ἄστυ πανταχόθεν ἐξοστρακίζουσι τὸν Ἀριστείδην, ὄνομα τῷ φθόνῳ τῆς δόξης φόβον τυραννίδος θέμενοι.
そして人々はいたるところから都市に集まり、アリスティデスを陶片追放したが、これは名声への嫉妬に「僭主政への恐れ」という名をつけたものであった。
μοχθηρίας γὰρ οὐκ ἦν κόλασις ὁ ἐξοστρακισμός, ἀλλʼ ἐκαλεῖτο μὲν διʼ εὐπρέπειαν ὄγκου καὶ δυνάμεως βαρυτέρας ταπείνωσις καὶ κόλουσις, ἦν δὲ φθόνου παραμυθία φιλάνθρωπος, εἰς ἀνήκεστον οὐδέν, ἀλλʼ εἰς μετάστασιν ἐτῶν δέκα τὴν πρὸς τὸ λυποῦν ἀπερειδομένου δυσμένειαν.
というのも、陶片追放は悪行に対する処罰ではなく、体裁の上では、過度に重苦しい威厳や権力を引き下げて削ぎ落とすことと呼ばれていたが、実際には、その敵意を破滅的な惨事にではなく、不快な対象を10年間遠ざけることへと向けさせることによって、嫉妬を和らげる人道的な手段であったからである。
§7.3ἐπεὶ δʼ ἤρξαντό τινες ἀνθρώπους ἀγεννεῖς καὶ πονηροὺς ὑποβάλλειν τῷ πράγματι, τελευταῖον ἁπάντων Ὑπέρβολον ἐξοστρακίσαντες ἐπαύσαντο.
しかし、人々が卑賎で邪悪な人物をこの制度の対象にし始めてから、最後にヒュペルボロスを陶片追放したのを最後に、この制度はやめてしまった。
λέγεται δὲ τὸν Ὑπέρβολον ἐξοστρακισθῆναι διὰ τοιαύτην αἰτίαν.
ヒュペルボロスが陶片追放されたのは、次のような理由からだと言われている。
Ἀλκιβιάδης καὶ Νικίας μέγιστον ἐν τῇ πόλει δυνάμενοι διεστασίαζον.
アルキビアデスとニキアスは市内で最大の権力を持ち、対立していた。
ὡς οὖν ὁ δῆμος ἔμελλε φέρειν τὸ ὄστρακον καὶ δῆλος ἦν τὸν ἕτερον γράψων, διαλεχθέντες ἀλλήλοις καὶ τὰς στάσεις ἑκατέρας εἰς ταὐτὸ συναγαγόντες τὸν Ὑπέρβολον ἐξοστρακισθῆναι παρεσκεύασαν.
そこで、民衆が陶片を投じようとし、二人のうちのどちらか一方の名前を書くことが明らかであったとき、彼らは互いに話し合い、それぞれの派閥を一つにまとめて、ヒュペルボロスが陶片追放されるように仕組んだ。
§7.4ἐκ δὲ τούτου δυσχεράνας ὁ δῆμος ὡς καθυβρισμένον τὸ πρᾶγμα καὶ προπεπηλακισμένον ἀφῆκε παντελῶς καὶ κατέλυσεν.
これによって民衆は、この制度が汚され踏みにじられたと考えて憤慨し、それを完全に放棄して廃止した。
ἦν δὲ τοιοῦτον, ὡς τύπῳ φράσαι, τὸ γινόμενον.
行われていたことは、大まかに言えば、次のようなものであった。
ὄστρακον λαβὼν ἕκαστος καὶ γράψας ὃν ἐβούλετο μεταστῆσαι τῶν πολιτῶν, ἔφερεν εἰς ἕνα τόπον τῆς ἀγορᾶς περιπεφραγμένον ἐν κύκλῳ δρυφάκτοις.
各人が陶片を受け取り、市民の中で追放したいと思う者の名前を書き、アゴラの中の、周囲を柵で丸く囲まれた一箇所にそれを持っていった。
§7.5οἱ δʼ ἄρχοντες πρῶτον μὲν διηρίθμουν τὸ σύμπαν ἐν ταὐτῷ τῶν ὀστράκων πλῆθος·
役人たちは、まず最初に陶片の総数をまとめて数えた。
εἰ γὰρ ἑξακισχιλίων ἐλάττονες οἱ φέροντες εἶεν, ἀτελὴς ἦν ὁ ἐξοστρακισμός·
というのも、もし投票した者が6000人未満であれば、陶片追放は不成立となったからである。
ἔπειτα τῶν ὀνομάτων ἕκαστον ἰδίᾳ θέντες τὸν ὑπὸ τῶν πλείστων γεγραμμένον ἐξεκήρυττον εἰς ἔτη δέκα, καρπούμενον τὰ αὑτοῦ.
その上で、名前ごとに別々に分け、最も多く書かれた者を、本人の財産から収益を得る権利を残したまま、10年間の国外追放に処すると布告した。
γραφομένων οὖν τότε τῶν ὀστράκων λέγεταί τινα τῶν ἀγραμμάτων καὶ παντελῶς ἀγροίκων ἀναδόντα τῷ Ἀριστείδῃ τὸ ὄστρακον ὡς ἑνὶ τῶν τυχόντων παρακαλεῖν, ὅπως Ἀριστείδην ἐγγράψειε.
さて、そのように陶片が書かれていたとき、字の読めない、完全に無教養な農民の一人が、アリスティデスをそこに居合わせた平凡な人の一人だと思って陶片を差し出し、アリスティデスの名前を書いてくれるよう頼んだと言われている。
§7.6τοῦ δὲ θαυμάσαντος καὶ πυθομένου, μή τι κακὸν αὐτὸν Ἀριστείδης πεποίηκεν,
οὐδέν,
εἶπεν,
οὐδὲ γιγνώσκω τὸν ἄνθρωπον, ἀλλʼ ἐνοχλοῦμαι πανταχοῦ τὸν Δίκαιον ἀκούων.
アリスティデスが驚いて、アリスティデスが彼に何か悪いことをしたのかと尋ねると、「何ひとつしていません」と彼は言った。 「その男を知りもしませんが、いたるところで彼が『義人』と呼ばれるのを耳にするのが不快なのです。
ταῦτα ἀκούσαντα τὸν Ἀριστείδην ἀποκρίνασθαι μὲν οὐδέν, ἐγγράψαι δὲ τοὔνομα τῷ ὀστράκῳ καὶ ἀποδοῦναι.
」これを聞いて、アリスティデスは何も答えず、陶片にその名前を書いて彼に返した。
τῆς δὲ πόλεως ἀπαλλαττόμενος ἤδη, τὰς χεῖρας ἀνατείνας πρὸς τὸν οὐρανὸν εὔξατο τὴν ἐναντίαν, ὡς ἔοικεν, εὐχὴν τῷ Ἀχιλλεῖ, μηδένα καιρὸν Ἀθηναίους καταλαβεῖν, ὃς ἀναγκάσει τὸν δῆμον Ἀριστείδου μνησθῆναι.
そして、すでに都市を去ろうとするとき、両手を天に伸ばし、アキレウスとは逆の祈りと思われるものを捧げた。 すなわち、アテナイ人たちがアリスティデスのことを思い出さざるを得なくなるような事態が、彼らに決して訪れませんように、と。