Humanitext Reader

普鲁塔克 · 阿里斯提德传 §7.1-7.6

阿里斯泰德被陶片放逐与文盲农夫的逸事

第 7 段,共 27 段 · 希腊语

内容简介

本段阐述了阿里斯泰德因其“公正者”的称号而遭到大众嫉妒并被陶片放逐的过程。其中介绍了著名的逸闻:阿里斯泰德为一个不认识他的文盲农民在陶片上亲手写下自己的名字,并在离城时祈祷雅典永远不会遇到需要他回归的危机。

§7.1τῷ δʼ οὖν Ἀριστείδῃ συνέβη τὸ πρῶτον ἀγαπωμένῳ διὰ τὴν ἐπωνυμίαν ὕστερον φθονεῖσθαι, μάλιστα μὲν τοῦ Θεμιστοκλέους λόγον εἰς τοὺς πολλοὺς διαδιδόντος, ὡς Ἀριστείδης ἀνῃρηκὼς τὰ δικαστήρια τῷ κρίνειν ἅπαντα καὶ δικάζειν, λέληθε μοναρχίαν ἀδορυφόρητον ἑαυτῷ κατεσκευασμένος·
因此,阿里斯泰德起初因其称号而深受爱戴,后来却遭遇了嫉妒,这主要是因为地米斯托克利在民众中散布谣言,称阿里斯泰德通过亲自裁决和审判所有案件,实际上取消了法庭,并在神不知鬼不觉中为自己建立了一个没有卫兵的独裁政体。
ἤδη δέ που καὶ ὁ δῆμος ἐπὶ τῇ νίκῃ μέγα φρονῶν καὶ τῶν μεγίστων ἀξιῶν αὑτὸν ἤχθετο τοῖς ὄνομα καὶ δόξαν ὑπὲρ τοὺς πολλοὺς ἔχουσι.
此外,当时的人民也因胜利而骄傲自满,认为自己配得上最伟大的荣誉,因而对那些拥有超出常人的名声和声望的人感到不满。
§7.2καὶ συνελθόντες εἰς ἄστυ πανταχόθεν ἐξοστρακίζουσι τὸν Ἀριστείδην, ὄνομα τῷ φθόνῳ τῆς δόξης φόβον τυραννίδος θέμενοι.
于是,人们从四面八方聚集到城里,通过陶片放逐法将阿里斯泰德放逐,他们把对名声的嫉妒冠以“对僭主统治的恐惧”之名。
μοχθηρίας γὰρ οὐκ ἦν κόλασις ὁ ἐξοστρακισμός, ἀλλʼ ἐκαλεῖτο μὲν διʼ εὐπρέπειαν ὄγκου καὶ δυνάμεως βαρυτέρας ταπείνωσις καὶ κόλουσις, ἦν δὲ φθόνου παραμυθία φιλάνθρωπος, εἰς ἀνήκεστον οὐδέν, ἀλλʼ εἰς μετάστασιν ἐτῶν δέκα τὴν πρὸς τὸ λυποῦν ἀπερειδομένου δυσμένειαν.
因为陶片放逐法并不是对邪恶的惩罚,虽然为了体面起见,它被称为对过重威严和权势的削弱和约束,但实际上它是一种温和的嫉妒缓解手段,通过将敌意指向将令人不快之人驱逐十年,而不是指向任何无可挽回的惨剧。
§7.3ἐπεὶ δʼ ἤρξαντό τινες ἀνθρώπους ἀγεννεῖς καὶ πονηροὺς ὑποβάλλειν τῷ πράγματι, τελευταῖον ἁπάντων Ὑπέρβολον ἐξοστρακίσαντες ἐπαύσαντο.
但是,当一些人开始将卑贱和邪恶的人也列为该制度的对象时,他们最终在放逐了超博鲁斯之后便停止了这一制度。
λέγεται δὲ τὸν Ὑπέρβολον ἐξοστρακισθῆναι διὰ τοιαύτην αἰτίαν.
据说超博鲁斯被放逐是由于以下原因。
Ἀλκιβιάδης καὶ Νικίας μέγιστον ἐν τῇ πόλει δυνάμενοι διεστασίαζον.
阿尔西比亚德斯和尼西阿斯在城中拥有最大的权势,彼此对立。
ὡς οὖν ὁ δῆμος ἔμελλε φέρειν τὸ ὄστρακον καὶ δῆλος ἦν τὸν ἕτερον γράψων, διαλεχθέντες ἀλλήλοις καὶ τὰς στάσεις ἑκατέρας εἰς ταὐτὸ συναγαγόντες τὸν Ὑπέρβολον ἐξοστρακισθῆναι παρεσκεύασαν.
因此,当人民准备投掷陶片,并且显然要写下他们两人中某一个人的名字时,他们互相商议,将各自的派系联合起来,设法使超博鲁斯被放逐。
§7.4ἐκ δὲ τούτου δυσχεράνας ὁ δῆμος ὡς καθυβρισμένον τὸ πρᾶγμα καὶ προπεπηλακισμένον ἀφῆκε παντελῶς καὶ κατέλυσεν.
对此感到愤慨的人民,认为这一制度受到了侮辱和践踏,于是完全放弃并废除了它。
ἦν δὲ τοιοῦτον, ὡς τύπῳ φράσαι, τὸ γινόμενον.
具体做法粗略来说是这样的。
ὄστρακον λαβὼν ἕκαστος καὶ γράψας ὃν ἐβούλετο μεταστῆσαι τῶν πολιτῶν, ἔφερεν εἰς ἕνα τόπον τῆς ἀγορᾶς περιπεφραγμένον ἐν κύκλῳ δρυφάκτοις.
每个人拿一块陶片,写上他想要放逐的公民的名字,然后送到广场上一个四周用栅栏围成一圈的地方。
§7.5οἱ δʼ ἄρχοντες πρῶτον μὲν διηρίθμουν τὸ σύμπαν ἐν ταὐτῷ τῶν ὀστράκων πλῆθος· εἰ γὰρ ἑξακισχιλίων ἐλάττονες οἱ φέροντες εἶεν, ἀτελὴς ἦν ὁ ἐξοστρακισμός·
执政官首先一起清点陶片的总数;因为如果投票的人少于六千,陶片放逐就是无效的。
ἔπειτα τῶν ὀνομάτων ἕκαστον ἰδίᾳ θέντες τὸν ὑπὸ τῶν πλείστων γεγραμμένον ἐξεκήρυττον εἰς ἔτη δέκα, καρπούμενον τὰ αὑτοῦ.
然后,他们把每个名字分别整理,将写得最多的人宣布放逐十年,但其本人仍可享有自己财产的收益。
γραφομένων οὖν τότε τῶν ὀστράκων λέγεταί τινα τῶν ἀγραμμάτων καὶ παντελῶς ἀγροίκων ἀναδόντα τῷ Ἀριστείδῃ τὸ ὄστρακον ὡς ἑνὶ τῶν τυχόντων παρακαλεῖν, ὅπως Ἀριστείδην ἐγγράψειε.
当时在填写陶片时,据说一个不识字且完全粗鄙的农民把陶片递给阿里斯泰德,把他当作一个普通路人,请求他在上面写下“阿里斯泰德”。
§7.6τοῦ δὲ θαυμάσαντος καὶ πυθομένου, μή τι κακὸν αὐτὸν Ἀριστείδης πεποίηκεν, οὐδέν, εἶπεν, οὐδὲ γιγνώσκω τὸν ἄνθρωπον, ἀλλʼ ἐνοχλοῦμαι πανταχοῦ τὸν Δίκαιον ἀκούων.
阿里斯泰德感到惊讶,并询问阿里斯泰德是否对他做了什么坏事, “没有,”他说,“我甚至不认识这个人,但我到处听到他被称为‘公正者’,这让我感到厌烦。
ταῦτα ἀκούσαντα τὸν Ἀριστείδην ἀποκρίνασθαι μὲν οὐδέν, ἐγγράψαι δὲ τοὔνομα τῷ ὀστράκῳ καὶ ἀποδοῦναι.
” 听到这些,阿里斯泰德什么也没有回答,只是在陶片上写下了自己的名字并还给了他。
τῆς δὲ πόλεως ἀπαλλαττόμενος ἤδη, τὰς χεῖρας ἀνατείνας πρὸς τὸν οὐρανὸν εὔξατο τὴν ἐναντίαν, ὡς ἔοικεν, εὐχὴν τῷ Ἀχιλλεῖ, μηδένα καιρὸν Ἀθηναίους καταλαβεῖν, ὃς ἀναγκάσει τὸν δῆμον Ἀριστείδου μνησθῆναι.
在他正要离开城市时,他向天举起双手,作了一个似乎与阿喀琉斯相反的祈祷,祈求雅典人永远不要遇到被迫想起阿里斯泰德的危机。

词汇与语法注释

  1. 7.1λέληθε ... κατεσκευασμένος — 动词 λανθάνω(此处为完美式第三人称单数 λέληθε)带分词(κατεσκευασμένος)作补足语,表示“暗中做某事”或“不知不觉中做某事”(“他暗中建立起了”)。
  2. 7.2ὄνομα τῷ φθόνῳ ... θέμενοι — 这是“将B(宾格)作为名字赋予A(与格)”的结构。τῷ φθόνῳ τῆς δόξης(对名声的嫉妒)是与格对象,φόβον τυραννίδος(对僭主统治的恐惧)是宾格对象,ὄνομα 与分词 θέμενοι 结合表示“冠以……之名”。
  3. 7.3δῆλος ἦν τὸν ἕτερον γράψων — 这是形容词 δῆλος 和限定动词 ἦν 连同将来时分词 γράψων(“他显然将要写下”)构成的人称句结构,而不是非人称句(“显然……”)。单数“另一个”(τὸν ἕτερον)指的是阿尔西比亚德斯或尼西阿斯中的任意一人。
  4. 7.6τοῦ δὲ θαυμάσαντος ... μή τι — 在表示询问的属格独立结构(τοῦ δὲ ... πυθομένου)之后,μή 引导间接疑问句,表示“是否”。此处使用直陈式完成时(πεποίηκεν)保留了直接疑问句(“阿里斯泰德是否做了……?”)的时态。
  5. 7.6εὔξατο τὴν ἐναντίαν ... εὐχὴν τῷ Ἀχιλλεῖ — εὐχὴν 是动词 εὔξατο 的同族宾格(cognate accusative)。与格 τῷ Ἀχιλλεῖ 取决于形容词 ἐναντίαν(“与阿喀琉斯相反”),指阿喀琉斯曾祈祷希腊人在他缺席时遭遇困境,而阿里斯泰德则祈祷他的城邦永远不会遇到需要召回他的危机。

引用这一段

普鲁塔克, 阿里斯提德传 §7.1-7.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg024.humanitext-grc2:7.1-7.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。