§6.1πασῶν δὲ τῶν περὶ αὐτὸν ἀρετῶν ἡ δικαιοσύνη μάλιστα τοῖς πολλοῖς αἴσθησιν παρεῖχε διὰ τὸ τὴν χρείαν ἐνδελεχεστάτην αὐτῆς καὶ κοινοτάτην ὑπάρχειν.
しかし、彼が備えていたあらゆる徳の中で、正義こそが人々に最も強い印象を与えた。 なぜなら、その有用性は最も絶え間なく、また最も身近なものであったからである。
ὅθεν ἀνὴρ πένης καὶ δημοτικὸς ἐκτήσατο τὴν βασιλικωτάτην καὶ θειοτάτην προσηγορίαν τὸν Δίκαιον·
そのため、彼は貧しく庶民的な男でありながら、「義人」という、最も王者にふさわしく、また最も神聖な呼び名を手に入れた。
§6.2ὃ τῶν βασιλέων καὶ τυράννων οὐδεὶς ἐζήλωσεν, ἀλλὰ Πολιορκηταὶ καὶ Κεραυνοὶ καὶ Νικάτορες, ἔνιοι δʼ Ἀετοὶ καὶ Ἱέρακες ἔχαιρον προσαγορευόμενοι, τὴν ἀπὸ τῆς βίας καὶ τῆς δυνάμεως, ὡς ἔοικε, μᾶλλον ἢ τὴν ἀπὸ τῆς ἀρετῆς δόξαν ἀγαπῶντες.
彼のこの称号を、王や僭主たちの誰も切望しなかった。 むしろ彼らは「攻城者」や「落雷」、「征服者」、あるいは「鷲」や「鷹」と呼ばれることを喜んだ。 おそらく彼らは、徳から生まれる名声よりも、暴力や権力から生まれる名声を愛したからであろう。
καίτοι τὸ θεῖον, ᾧ γλίχονται συνοικειοῦν καὶ συναφομοιοῦν αὑτούς, τρισὶ δοκεῖ διαφέρειν, ἀφθαρσίᾳ καὶ δυνάμει καὶ ἀρετῇ, ὧν καὶ σεμνότατον ἡ ἀρετὴ καὶ θειότατόν ἐστιν.
しかしながら、彼らが自らを結びつけ、また似せようと熱望している神的な存在は、不滅性と力と徳という、三つの性質において優れていると思われる。 そしてこれらの中でも、徳こそが最も崇高で最も神聖なものなのである。
§6.3ἀφθάρτῳ μὲν γὰρ εἶναι καὶ τῷ κενῷ καὶ τοῖς στοιχείοις συμβέβηκε, δύναμιν δὲ καὶ σεισμοὶ καὶ κεραυνοὶ καὶ πνευμάτων ὁρμαὶ καὶ ῥευμάτων ἐπιφοραὶ μεγάλην ἔχουσι, δίκης δὲ καὶ θέμιδος οὐδὲν ὅτι μὴ τῷ φρονεῖν καὶ λογίζεσθαι μεταλαγχάνει.
なぜなら、不滅であることは真空や元素にも備わっていることであり、また強大な力は地震や雷、暴風の突風や奔流も持っているが、正義と掟には、思考し理性を働かせることなしには何ものもあずかることができないからである。
διὸ καὶ τριῶν ὄντων, ἃ πεπόνθασιν οἱ πολλοὶ πρὸς τὸ θεῖον, ζήλου καὶ φόβου καὶ τιμῆς, ζηλοῦν μὲν αὐτοὺς καὶ μακαρίζειν ἐοίκασι κατὰ τὸ ἄφθαρτον καὶ ἀΐδιον, ἐκπλήττεσθαι δὲ καὶ δεδιέναι κατὰ τὸ κύριον καὶ δυνατόν, ἀγαπᾶν δὲ καὶ τιμᾶν καὶ σέβεσθαι κατὰ τὴν δικαιοσύνην.
それゆえ、大衆が神的な存在に対して抱く三つの感情、すなわち憧れと恐れと敬意がある中で、人々は不滅性と永遠性のゆえに神々を羨み祝福し、支配力と力のゆえに驚愕し恐れ、そして正義のゆえに愛し尊び崇拝しているように思われる。
§6.4ἀλλά, καίπερ οὕτω διακείμενοι, τῆς μὲν ἀθανασίας, ἣν ἡ φύσις ἡμῶν οὐ δέχεται, καὶ τῆς δυνάμεως, ἧς ἐν τῇ τύχῃ κεῖται τὸ πλεῖστον, ἐπιθυμοῦσι, τὴν δʼ ἀρετήν, ὃ μόνον ἐστὶ τῶν θείων ἀγαθῶν ἐφʼ ἡμῖν, ἐν ὑστέρῳ τίθενται, κακῶς φρονοῦντες, ὡς τὸν ἐν δυνάμει καὶ τύχῃ μεγάλῃ καὶ ἀρχῇ βίον ἡ μὲν δικαιοσύνη ποιεῖ θεῖον, ἡ δʼ ἀδικία θηριώδη.
しかし、彼らはこのような心の状態にありながら、私たちの本性には受け入れられない不死と、その大半が運にかかっている力を熱望する一方で、神的な善の中で唯一私たちの支配下にある徳を後回しにしている。 彼らは、大いなる権力と幸運と支配の中にある生を、正義こそが神的なものにし、不正が野獣のようなものにするということを誤って考えているのである。