§8.1τρίτῳ δʼ ἔτει Ξέρξου διὰ Θετταλίας καὶ Βοιωτίας ἐλαύνοντος ἐπὶ τὴν Ἀττικήν, λύσαντες τὸν νόμον ἐψηφίσαντο τοῖς μεθεστῶσι κάθοδον, μάλιστα φοβούμενοι τὸν Ἀριστείδην, μὴ προσθέμενος τοῖς πολεμίοις διαφθείρῃ καὶ μεταστήσῃ πολλοὺς τῶν πολιτῶν πρὸς τὸν βάρβαρον, οὐκ ὀρθῶς στοχαζόμενοι τοῦ ἀνδρός, ὅς γε καὶ πρὸ τοῦ δόγματος τούτου διετέλει προτρέπων καὶ παροξύνων τοὺς Ἕλληνας ἐπὶ τὴν ἐλευθερίαν, καὶ μετὰ τὸ δόγμα τοῦτο, Θεμιστοκλέους στρατηγοῦντος αὐτοκράτορος, πάντα συνέπραττε καὶ συνεβούλευεν, ἐνδοξότατον ἐπὶ σωτηρίᾳ κοινῇ ποιῶν τὸν ἔχθιστον.
三年目に、クセルクセスがテッサリアとボイオティアを通ってアッティカに進軍していたとき、彼らは法を解除して追放された者たちの帰国を決議した。 これはとりわけ、アリステイデスが敵の側に加わって多くの市民を台無しにし、異民族の側へと寝返らせるのではないかと恐れたためであったが、彼らはその人物を正しく推し量っていなかった。 というのも、彼はこの決議の前にもギリシア人たちに自由のために戦うよう勧め、鼓舞し続けており、この決議の後には、テミストクレスが最高司令官として将軍職にあったが、彼に全面的に協力し、助言を与え、共通の救済のために、最も憎むべき相手を最高に名誉ある者としたからである。
§8.2ὡς γὰρ ἀπολιπεῖν τὴν Σαλαμῖνα βουλευομένων τῶν περὶ Εὐρυβιάδην αἱ βαρβαρικαὶ τριήρεις νύκτωρ ἀναχθεῖσαι καὶ περιβαλοῦσαι τόν τε πόρον ἐν κύκλῳ καὶ τὰς νήσους κατεῖχον, οὐδενὸς προειδότος τὴν κύκλωσιν ἧκεν ὁ Ἀριστείδης ἀπʼ Αἰγίνης παραβόλως διὰ τῶν πολεμίων νεῶν διεκπλεύσας·
というのも、エウリュビアデスとその周囲の者たちがサラミスから退却することを謀っていたとき、異民族の三段櫂船が夜間に発進し、水路を円状に取り囲んで島々を占拠したため、誰もその包囲を事前に知らなかったが、アリステイデスがアイギナからやって来た。 彼は敵の船の間を大胆にもすり抜けて航行したのである。
καὶ νυκτὸς ἐλθὼν ἐπὶ τὴν σκηνὴν τοῦ Θεμιστοκλέους καὶ καλέσας αὐτὸν ἔξω μόνον.
そして夜にテミストクレスの天幕へとやって来て、彼を一人だけ外へ呼び出して言った。
§8.3ἡμεῖς,
εἶπεν,
ὦ Θεμιστόκλεις, εἰ σωφρονοῦμεν, ἤδη τὴν κενὴν καὶ μειρακιώδη στάσιν ἀφέντες ἀρξώμεθα σωτηρίου καὶ καλῆς φιλονεικίας πρὸς ἀλλήλους ἁμιλλώμενοι σῶσαι τὴν Ἑλλάδα, σὺ μὲν ἄρχων καὶ στρατηγῶν, ἐγὼ δʼ ὑπουργῶν καὶ συμβουλεύων, ἐπεὶ καὶ νῦν σε πυνθάνομαι μόνον ἅπτεσθαι τῶν ἀρίστων λογισμῶν, κελεύοντα διαναυμαχεῖν ἐν τοῖς στενοῖς τὴν ταχίστην.
「テミストクレスよ」と彼は言った。 「もし私たちが分別を持っているなら、空しく子供じみた不和を今すぐ捨てて、互いに競い合ってギリシアを救うという、有益で美しき競争を始めよう。 君は支配し指揮し、私は手助けし助言することで。 なぜなら、今も私は君が、一刻も早く狭い海峡で海戦を戦い抜くよう命じているのを見て、最善の考えにただ一人達していると聞いているからだ。
§8.4καί σοι τῶν συμμάχων ἀντιπραττόντων οἱ πολέμιοι συνεργεῖν ἐοίκασι·
」「そして君に対して同盟者たちが反対しているものの、敵は君に協力しているかのようだ。
τὸ γὰρ ἐν κύκλῳ καὶ κατόπιν ἤδη πέλαγος ἐμπέπλησται νεῶν πολεμίων, ὥστε καὶ τοὺς μὴ θέλοντας ἀνάγκη κατείληφεν ἀγαθοὺς ἄνδρας εἶναι καὶ μάχεσθαι·
というのも、周囲と背後の海はすでに敵の船で満ちており、その結果、望まない者たちをも勇敢な男となって戦わざるを得ない状況が襲っているからだ。
φυγῆς γὰρ ὁδὸς οὐ λέλειπται.
退却の道は残されていないのだから。
§8.5πρὸς ταῦτα ὁ Θεμιστοκλῆς εἶπεν·
」これに対してテミストクレスは言った。
οὐκ ἂν ἐβουλόμην, ὦ Ἀριστείδη, σὲ κατὰ τοῦτό μου κρείττονα γενέσθαι, πειράσομαι δὲ πρὸς καλὴν ἀρχὴν ἁμιλλώμενος ὑπερβάλλεσθαι τοῖς ἔργοις.
「アリステイデスよ、私はこの点で君が私に勝ることを望まなかった。 しかし、私も美しい始まりに対して競い合い、行動をもって君をしのぐよう努めよう。
ἅμα δʼ αὐτῷ φράσας τὴν ὑφʼ ἑαυτοῦ κατασκευασθεῖσαν ἀπάτην πρὸς τὸν βάρβαρον, παρεκάλει πείθειν τὸν Εὐρυβιάδην καὶ διδάσκειν, ὡς ἀμήχανόν ἐστι σωθῆναι μὴ ναυμαχήσαντας·
」そして同時に、彼自身が異民族に対して仕組んだ計略をアリステイデスに告げ、海戦を行わなければ救われる手段はないということをエウリュビアデスに説得し、教えるよう彼に求めた。
εἶχε γὰρ αὐτοῦ μᾶλλον πίστιν.
というのも、エウリュビアデスはアリステイデスの方をより信頼していたからである。
§8.6ὅθεν ἐν τῷ συλλόγῳ τῶν στρατηγῶν εἰπόντος Κλεοκρίτου τοῦ Κορινθίου πρὸς τὸν Θεμιστοκλέα, μηδʼ Ἀριστείδῃ τὴν γνώμην ἀρέσκειν αὐτοῦ, παρόντα γὰρ σιωπᾶν, ἀντεῖπεν ὁ Ἀριστείδης, ὡς οὐκ ἂν ἐσιώπα μὴ λέγοντος τὰ ἄριστα τοῦ Θεμιστοκλέους·
そのため、将軍たちの会議において、コリントス人のクレオクリトスがテミストクレスに向かって、アリステイデスもまた彼の意見を気に入っていない、なぜなら彼は同席しながら沈黙しているからだ、と言ったとき、アリステイデスは、もしテミストクレスが最善のことを語っていなければ自分は沈黙していなかっただろう、と反論した。
νῦν δʼ ἡσυχίαν ἄγειν οὐ διʼ εὔνοιαν τοῦ ἀνδρός, ἀλλὰ τὴν γνώμην ἐπαινῶν.
そして今、彼が静かにしているのは、その人物への好意からではなく、その意見を称賛しているからである、と。