§5.1ἐπεὶ δὲ Δᾶτις ὑπὸ Δαρείου πεμφθεὶς λόγῳ μὲν ἐπιθεῖναι δίκην Ἀθηναίοις, ὅτι Σάρδεις ἐνέπρησαν, ἔργῳ δὲ καταστρέψασθαι τοὺς Ἕλληνας, εἰς Μαραθῶνα παντὶ τῷ στόλῳ κατέσχε καὶ τὴν χώραν ἐπόρθει, τῶν δέκα καθεστώτων τοῖς Ἀθηναίοις ἐπὶ τὸν πόλεμον στρατηγῶν μέγιστον μὲν εἶχεν ἀξίωμα Μιλτιάδης, δόξῃ δὲ καὶ δυνάμει δεύτερος ἦν Ἀριστείδης.
ダレイオスによって派遣されたダティスが、表向きはサルディスを焼き払ったことに対してアテナイ人に罰を与えるため、実際にはギリシア人を服従させるために、全艦隊を率いてマラトンに入港し、その地方を荒らし回っていたとき、アテナイ人に戦争のために任命されていた十人の将軍たちのうち、ミルティアデスが最も高い威信を持っており、アリスティデスは名声と実力において第二の地位にあった。
§5.2καὶ τότε περὶ τῆς μάχης γνώμῃ τῇ Μιλτιάδου προσθέμενος οὐ μικρὰν ἐποίησε ῥοπήν·
そしてそのとき、戦闘に関するミルティアデスの意見に賛同することによって、彼は小さくない影響を与えた。
καὶ παρʼ ἡμέραν ἑκάστου στρατηγοῦ τὸ κράτος ἔχοντος, ὡς περιῆλθεν εἰς αὐτὸν ἡ ἀρχή, παρέδωκε Μιλτιάδῃ, διδάσκων τοὺς συνάρχοντας, ὅτι τὸ πείθεσθαι καὶ ἀκολουθεῖν τοῖς εὖ φρονοῦσιν οὐκ αἰσχρόν, ἀλλὰ σεμνόν ἐστι καὶ σωτήριον.
また、日替わりで各将軍が指揮権を持つことになっていたが、指揮権が自分の番に巡ってきたとき、彼はそれをミルティアデスに譲り渡し、同僚の将軍たちに、優れた見識を持つ者に従い追随することは恥ずべきことではなく、むしろ誇り高く、また救いをもたらすことなのだと教えた。
οὕτω δὲ πραΰνας τὴν φιλονεικίαν καὶ προτρεψάμενος αὐτοὺς ἀγαπᾶν μιᾷ γνώμῃ τῇ κρατίστῃ χρωμένους, ἔρρωσε τὸν Μιλτιάδην τῷ ἀπερισπάστῳ τῆς ἐξουσίας ἰσχυρὸν γενόμενον.
このようにして競い合いを和らげ、最も優れた一つの意見を用いることに甘んじるよう彼らを促すことで、彼は、指揮権の分散がなくなったことで強固となったミルティアデスを力づけた。
χαίρειν γὰρ ἐῶν ἕκαστος ἤδη τὸ παρʼ ἡμέραν ἄρχειν ἐκείνῳ προσεῖχεν.
というのも、今や誰もが日替わりの指揮権に執着するのをやめて、彼に注目したからである。
§5.3ἐν δὲ τῇ μάχῃ μάλιστα τῶν Ἀθηναίων τοῦ μέσου πονήσαντος καὶ πλεῖστον ἐνταῦθα χρόνον τῶν βαρβάρων ἀντερεισάντων κατὰ τὴν Λεοντίδα καὶ τὴν Ἀντιοχίδα φυλήν, ἠγωνίσαντο λαμπρῶς τεταγμένοι παρʼ ἀλλήλους ὅ τε Θεμιστοκλῆς καὶ ὁ Ἀριστείδης·
戦闘においては、アテナイ人の陣形の中央が最も苦戦し、バルバロイがその場所で最も長い間、レオンティス部族とアンティオキス部族に対して抵抗したが、そこでは、テミストκレスとアリスティデスが互いに隣り合って配置され、輝かしい戦いぶりを見せた。
ὁ μὲν γὰρ Λεοντίδος ἦν, ὁ δʼ Ἀντιοχίδος·
というのも、前者はレオンティス部族に、後者はアンティオキス部族に属していたからである。
§5.4ἐπεὶ δὲ τρεψάμενοι τοὺς βαρβάρους ἐνέβαλον εἰς τὰς ναῦς καὶ πλέοντας οὐκ ἐπὶ νήσων ἑώρων, ἀλλʼ ὑπὸ τοῦ πνεύματος καὶ τῆς θαλάσσης εἴσω πρὸς τὴν Ἀττικὴν ἀποβιαζομένους, φοβηθέντες μὴ τὴν πόλιν ἔρημον λάβωσι τῶν ἀμυνομένων, ταῖς μὲν ἐννέα φυλαῖς ἠπείγοντο πρὸς τὸ ἄστυ καὶ κατήνυσαν αὐθημερόν·
しかし、バルバロイを敗走させて船へと追い込み、彼らが島々の方へ航行するのではなく、風と海によってアッティカの内側へと押し戻されているのを見たとき、守備隊のいない無防備な市が奪われるのではないかと恐れ、彼らは九つの部族を率いて市へと急ぎ、その日のうちに到着した。
§5.5ἐν δὲ Μαραθῶνι μετὰ τῆς ἑαυτοῦ φυλῆς Ἀριστείδης ἀπολειφθεὶς φύλαξ τῶν αἰχμαλώτων καὶ τῶν λαφύρων οὐκ ἐψεύσατο τὴν δόξαν, ἀλλὰ χύδην μὲν ἀργύρου καὶ χρυσοῦ παρόντος, ἐσθῆτος δὲ παντοδαπῆς καὶ χρημάτων ἄλλων ἀμυθήτων ἐν ταῖς σκηναῖς καὶ τοῖς ἡλωκόσι σκάφεσιν ὑπαρχόντων, οὔτʼ αὐτὸς ἐπεθύμησε θιγεῖν οὔτʼ ἄλλον εἴασε, πλὴν εἴ τινες ἐκεῖνον λαθόντες ὠφελήθησαν·
一方アリスティデスは、自身の部族とともにマラトンに残され、捕虜や戦利品の番人となったが、その評判を裏切らなかった。 すなわち、銀や金がうず高く積まれ、あらゆる種類の衣服や、その他の莫大な財宝が天幕や捕獲された船の中にあったにもかかわらず、彼自身はそれらに触れたいとも思わず、また他の者にも許さなかった。
ὧν ἦν καὶ Καλλίας ὁ δᾳδοῦχος.
ただし、彼に気づかれずに私腹を肥やした者たちがいたとすれば別であり、松明持ちのカリアスもその一人であった。
§5.6τούτῳ γάρ τις, ὡς ἔοικε, τῶν βαρβάρων προσέπεσεν οἰηθεὶς βασιλέα διὰ τὴν κόμην καὶ τὸ στρόφιον εἶναι· προσκυνήσας δὲ καὶ λαβόμενος τῆς δεξιᾶς ἔδειξε πολὺ χρυσίον ἐν λάκκῳ τινὶ κατορωρυγμένον.
というのも、どうやらバルバロイの一人が、彼の髪の長さとヘッドバンドのために王だと思い込んで、カリアスの前に身を投げ出し、ひれ伏して右手を取り、ある穴の中に埋められていた大量の金を教えたからである。
ὁ δὲ Καλλίας ὠμότατος ἀνθρώπων καὶ παρανομώτατος γενόμενος τὸν μὲν χρυσὸν ἀνείλετο, τὸν δʼ ἄνθρωπον, ὡς μὴ κατείποι πρὸς ἑτέρους, ἀπέκτεινεν.
ところが、カリアスは人間の中で最も残酷かつ無法者となり、金を持ち去り、その男が他の者たちに告げ口しないように殺してしまった。
ἐκ τούτου φασὶ καὶ λακκοπλούτους ὑπὸ τῶν κωμικῶν τοὺς ἀπὸ τῆς οἰκίας λέγεσθαι, σκωπτόντων εἰς τὸν τόπον, ἐν ᾧ τὸ χρυσίον ὁ Καλλίας εὗρεν.
このことから、喜劇作家たちがこの家系の者たちを「穴金持ち」と呼んだと言われているが、これはカリアスが金を見つけた場所をからかったものである。
§5.7Ἀριστείδης δὲ τὴν ἐπώνυμον εὐθὺς ἀρχὴν ἦρξε.
その後アリスティデスは、ただちにアルコン・エポニュモスの職を務めた。
καίτοι φησὶν ὁ Φαληρεὺς Δημήτριος ἄρξαι τὸν ἄνδρα μικρὸν ἔμπροσθεν τοῦ θανάτου μετὰ τὴν ἐν Πλαταιαῖς μάχην.
しかし、ファレロンのデメトリオスは、この男がプラタイアの戦いの後、死の直前にアルコンになったと述べている。
ἐν δὲ ταῖς ἀναγραφαῖς μετὰ μὲν Ξανθιππίδην, ἐφʼ οὗ Μαρδόνιος ἡττήθη Πλαταιᾶσιν, οὐδʼ ὁμώνυμον Ἀριστείδην ἐν πάνυ πολλοῖς λαβεῖν ἔστι, μετὰ δὲ Φαίνιππον, ἐφʼ οὗ τὴν ἐν Μαραθῶνι μάχην ἐνίκων, εὐθὺς Ἀριστείδης ἄρχων ἀναγέγραπται.
だが、公式の記録においては、プラタイアでマルドニオスが敗北した時のアルコンであるクサンティッピデスの後には、同名のアリスティデスさえ非常に多くの名の中に一人も見出すことができないのに対し、マラトンの戦いで勝利した時のアルコンであるパイニッポスの後には、ただちにアリスティデスがアルコンとして記録されている。