§4.1οὐ μόνον δὲ πρὸς εὔνοιαν καὶ χάριν, ἀλλὰ καὶ πρὸς ὀργὴν καὶ πρὸς ἔχθραν ἰσχυρότατος ἦν ὑπὲρ τῶν δικαίων ἀντιστῆναι.
さらに、好意やへつらいに対してだけでなく、怒りや敵意に対しても、彼は正義のために立ち向かう非常に強い意志を持っていた。
λέγεται γοῦν ποτε διώκων ἐχθρόν ἐν δικαστηρίῳ, μετὰ τὴν κατηγορίαν οὐ βουλομένων ἀκούειν τοῦ κινδυνεύοντος τῶν δικαστῶν, ἀλλὰ τὴν ψῆφον εὐθὺς αἰτούντων ἐπʼ αὐτόν, ἀναπηδήσας τῷ κρινομένῳ συνικετεύειν, ὅπως ἀκουσθείη καὶ τύχοι τῶν νομίμων·
ともかく、ある時彼が裁判所で敵を訴えていた際、告訴の後に裁判官たちが被告の弁明を聞こうとせず、ただちに彼に対する判決の投票を求めたとき、彼は飛び起きて、被告とともに懇願し、彼の言い分が聞き入れられ、法的な正当な扱いを受けられるようにしたと言われている。
§4.2πάλιν δὲ κρίνων ἰδιώταις δυσί, τοῦ ἑτέρου λέγοντος, ὡς πολλὰ τυγχάνει τὸν Ἀριστείδην ὁ ἀντίδικος λελυπηκὼς
λέγʼ, ὦ ʼγαθέ,
φάναι,
μᾶλλον, εἴ τι σὲ κακὸν πεποίηκε·
またある時、二人の私人の裁判で審判を行っていたとき、一方が「相手方はアリスティデスに多くの害を与えました」と言った。 これに対して彼は言った。 「友よ、むしろ相手が君にどのような悪事を働いたかを言いなさい。
σοὶ γάρ, οὐκ ἐμαυτῷ, δικάζω.
私は君のために裁判をしているのであって、自分自身のためではないのだから。
τῶν δὲ δημοσίων προσόδων αἱρεθεὶς ἐπιμελητὴς οὐ μόνον τοὺς καθʼ αὑτόν, ἀλλὰ καὶ τοὺς πρὸ αὑτοῦ γενομένους ἄρχοντας ἀπεδείκνυε πολλὰ νενοσφισμένους, καὶ μάλιστα τὸν Θεμιστοκλέα·
」また、公有財産の管理官に選ばれたとき、彼は同時代の者たちだけでなく、自分より前の役人たちをも、多くを横領したとして告発した。 とりわけテミストクレスをそうした。
"
σοφὸς γὰρ ἁνήρ, τῆς δὲ χειρὸς οὐ κρατῶν. "
「あの男は賢いが、その手を抑えられないからだ。
§4.3διὸ καὶ συναγαγὼν πολλοὺς ἐπὶ τὸν Ἀριστείδην ἐν ταῖς εὐθύναις διώκων κλοπῆς καταδίκῃ περιέβαλεν, ὥς φησιν Ἰδομενεύς.
」それゆえ、テミストクレスは多くの者をアリスティデスに対して糾合し、任期終了後の監査において彼を窃盗の罪で訴えて有罪判決を下した、とイドメネウスは言っている。
ἀγανακτούντων δὲ τῶν πρώτων ἐν τῇ πόλει καὶ βελτίστων, οὐ μόνον ἀφείθη τῆς ζημίας, ἀλλὰ καὶ πάλιν ἄρχων ἐπὶ τὴν αὐτὴν διοίκησιν ἀπεδείχθη.
しかし、市内の最も高貴で最良の市民たちが憤慨したため、彼は罰金を免除されただけでなく、再び同じ管理の職務に任命された。
προσποιούμενος δὲ τῶν προτέρων μεταμέλειν αὐτῷ καὶ μαλακώτερον ἐνδιδοὺς ἑαυτόν, ἤρεσκε τοῖς τὰ κοινὰ κλέπτουσιν οὐκ ἐξελέγχων οὐδʼ ἀκριβολογούμενος,
そして、以前のやり方を後悔しているふりをして、自分をより甘く保つことで、公金を盗む者たちを告発せず、細かく追及もしないことで、彼らを喜ばせた。
§4.4ὥστε καταπιμπλαμένους τῶν δημοσίων ὑπερεπαινεῖν τὸν Ἀριστείδην καὶ δεξιοῦσθαι τὸν δῆμον ὑπὲρ αὐτοῦ, σπουδάζοντας ἄρχοντα πάλιν αἱρεθῆναι.
その結果、彼らは公金を満ち足りるまで横領し、アリスティデスを過剰に称賛し、彼が再び管理官に選ばれるよう熱心に努めて、彼のために民衆に働きかけた。
μελλόντων δὲ χειροτονεῖν ἐπετίμησε τοῖς Ἀθηναίοις·
そして、人々が投票を行おうとしたとき、彼はアテナイ人たちを非難してこう言った。
ὅτε μὲν γάρ,
ἔφη,
πιστῶς καὶ καλῶς ὑμῖν ἦρξα, προὐπηλακίσθην·
「私が忠実かつ立派にあなた方を管理したときには、私は不当に扱われた。
ἐπεὶ δὲ πολλὰ τῶν κοινῶν καταπροεῖμαι τοῖς κλέπτουσι θαυμαστὸς εἶναι δοκῶ πολίτης.
しかし、泥棒たちに多くの公金を垂れ流してやったところ、今や私は素晴らしい市民であると思われているのだから。
§4.5αὐτὸς μὲν οὖν αἰσχύνομαι τῇ νῦν τιμῇ μᾶλλον ἢ τῇ πρώην καταδίκῃ, συνάχθομαι δʼ ὑμῖν, παρʼ οἷς ἐνδοξότερόν ἐστι τοῦ σώζειν τὰ δημόσια τὸ χαρίζεσθαι τοῖς πονηροῖς.
」「したがって、私自身は、かつての有罪判決よりも現在の栄誉を恥じる。 そして、公金を守ることよりも悪党どもに阿ねることがより名誉であるとされるような、あなた方のあり方に同情する。
ταῦτα δʼ εἰπὼν καὶ τὰς κλοπὰς ἐξελέγξας τοὺς μὲν τότε βοῶντας ὑπὲρ αὐτοῦ καὶ μαρτυροῦντας ἐπεστόμισε, τὸν δʼ ἀληθινὸν καὶ δίκαιον ἀπὸ τῶν βελτίστων ἔπαινον εἶχεν.
」こう語って横領を暴き立てることで、彼はそのとき彼を支持して大声を上げ、証言していた者たちを沈黙させ、最良の市民たちから真の、そして正義にかなった称賛を受けた。