§4.1οὐ μόνον δὲ πρὸς εὔνοιαν καὶ χάριν, ἀλλὰ καὶ πρὸς ὀργὴν καὶ πρὸς ἔχθραν ἰσχυρότατος ἦν ὑπὲρ τῶν δικαίων ἀντιστῆναι.
此外,不仅在面对好意与迎合时,而且在面对愤怒与仇恨时,他都能为了正义而极力抵抗。
λέγεται γοῦν ποτε διώκων ἐχθρόν ἐν δικαστηρίῳ, μετὰ τὴν κατηγορίαν οὐ βουλομένων ἀκούειν τοῦ κινδυνεύοντος τῶν δικαστῶν, ἀλλὰ τὴν ψῆφον εὐθὺς αἰτούντων ἐπʼ αὐτόν, ἀναπηδήσας τῷ κρινομένῳ συνικετεύειν, ὅπως ἀκουσθείη καὶ τύχοι τῶν νομίμων·
据说有一次,他在法庭上起诉一个仇人,在控诉之后,法官们不想听取被告的申辩,而是立即要求对他进行表决,阿里斯提德便跳起来,与被告一同恳求,使被告得以申辩并获得法律上的正当待遇。
§4.2πάλιν δὲ κρίνων ἰδιώταις δυσί, τοῦ ἑτέρου λέγοντος, ὡς πολλὰ τυγχάνει τὸν Ἀριστείδην ὁ ἀντίδικος λελυπηκὼς
λέγʼ, ὦ ʼγαθέ,
φάναι,
μᾶλλον, εἴ τι σὲ κακὸν πεποίηκε· σοὶ γάρ, οὐκ ἐμαυτῷ, δικάζω.
又有一次,他在两个私人之间进行裁判时,其中一人说对手曾多次伤害阿里斯提德,他便说: “好朋友,你倒不如说说他给你造成了什么伤害;因为我是为你,而不是为我自己审判。
τῶν δὲ δημοσίων προσόδων αἱρεθεὶς ἐπιμελητὴς οὐ μόνον τοὺς καθʼ αὑτόν, ἀλλὰ καὶ τοὺς πρὸ αὑτοῦ γενομένους ἄρχοντας ἀπεδείκνυε πολλὰ νενοσφισμένους, καὶ μάλιστα τὸν Θεμιστοκλέα· "
σοφὸς γὰρ ἁνήρ, τῆς δὲ χειρὸς οὐ κρατῶν. "
” 在当选为公共收入的监督官后,他不仅指出与他同代的官员,而且指出在他之前的官员都侵吞了大量公款,尤其是地米斯托克利: “因为那人虽聪明,却管不住自己的手。
§4.3διὸ καὶ συναγαγὼν πολλοὺς ἐπὶ τὸν Ἀριστείδην ἐν ταῖς εὐθύναις διώκων κλοπῆς καταδίκῃ περιέβαλεν, ὥς φησιν Ἰδομενεύς.
” 因此,正如伊多梅纽斯所说,地米斯托克利纠集了许多人反对阿里斯提德,在账目审计中起诉他,使其被判犯有盗窃罪。
ἀγανακτούντων δὲ τῶν πρώτων ἐν τῇ πόλει καὶ βελτίστων, οὐ μόνον ἀφείθη τῆς ζημίας, ἀλλὰ καὶ πάλιν ἄρχων ἐπὶ τὴν αὐτὴν διοίκησιν ἀπεδείχθη.
然而,由于城邦里最显贵、最优秀的市民感到愤慨,他不仅被免除了罚款,而且再次被任命管理同一职务。
προσποιούμενος δὲ τῶν προτέρων μεταμέλειν αὐτῷ καὶ μαλακώτερον ἐνδιδοὺς ἑαυτόν, ἤρεσκε τοῖς τὰ κοινὰ κλέπτουσιν οὐκ ἐξελέγχων οὐδʼ ἀκριβολογούμενος,
他装作后悔自己以前的行为,让自己变得更加温和宽容,从而取悦了那些盗窃公款的人,不再揭发他们,也不再严格追究。
§4.4ὥστε καταπιμπλαμένους τῶν δημοσίων ὑπερεπαινεῖν τὸν Ἀριστείδην καὶ δεξιοῦσθαι τὸν δῆμον ὑπὲρ αὐτοῦ, σπουδάζοντας ἄρχοντα πάλιν αἱρεθῆναι.
结果,他们贪婪地吞食公款,对阿里斯提德赞不绝口,并代表他向人民拉票,热切地希望他能再次当选。
μελλόντων δὲ χειροτονεῖν ἐπετίμησε τοῖς Ἀθηναίοις· ὅτε μὲν γάρ,
ἔφη,
πιστῶς καὶ καλῶς ὑμῖν ἦρξα, προὐπηλακίσθην· ἐπεὶ δὲ πολλὰ τῶν κοινῶν καταπροεῖμαι τοῖς κλέπτουσι θαυμαστὸς εἶναι δοκῶ πολίτης.
当人们正准备投票时,他责备雅典人说: “因为,”他说,“当我忠实而良好地管理你们时,我遭到了侮辱;而当我把大量公款拱手让给小偷时,我却似乎成了一个了不起的公民。
§4.5αὐτὸς μὲν οὖν αἰσχύνομαι τῇ νῦν τιμῇ μᾶλλον ἢ τῇ πρώην καταδίκῃ, συνάχθομαι δʼ ὑμῖν, παρʼ οἷς ἐνδοξότερόν ἐστι τοῦ σώζειν τὰ δημόσια τὸ χαρίζεσθαι τοῖς πονηροῖς.
” “因此,我自己对现在的荣誉感到羞耻,甚至超过对以前判罪的羞耻;我也为你们感到悲哀,因为在你们这里,讨好恶人比保护公共财产更为光荣。
ταῦτα δʼ εἰπὼν καὶ τὰς κλοπὰς ἐξελέγξας τοὺς μὲν τότε βοῶντας ὑπὲρ αὐτοῦ καὶ μαρτυροῦντας ἐπεστόμισε, τὸν δʼ ἀληθινὸν καὶ δίκαιον ἀπὸ τῶν βελτίστων ἔπαινον εἶχεν.
” 说完这些并揭发了他们的盗窃行为后,他使当时那些为他呐喊、作证的人哑口无言,并从最优秀的市民那里获得了真正而公正的赞誉。