§3.1οὐ μὴν ἀλλά, πολλὰ κινουμένου τοῦ Θεμιστοκλέους παραβόλως καὶ πρὸς πᾶσαν αὐτῷ πολιτείαν ἐνισταμένου καὶ διακόπτοντος, ἠναγκάζετό που καὶ αὐτὸς τὰ μὲν ἀμυνόμενος, τὰ δὲ κολούων τὴν ἐκείνου δύναμιν χάριτι τῶν πολλῶν αὐξομένην ὑπεναντιοῦσθαι οἷς ἔπραττεν ὁ Θεμιστοκλῆς, βέλτιον ἡγούμενος παρελθεῖν ἔνια τῶν συμφερόντων τὸν δῆμον ἢ τῷ κρατεῖν ἐκεῖνον ἐν πᾶσιν ἰσχυρὸν γενέσθαι.
とはいえ、テミストクレスが大胆に多くの策動を行い、政治においてことごとく彼に立ち向かい妨害したため、彼自身も、ある時は身を守り、またある時は多くの人々の支持を得て増大する相手の勢力を削ぎながら、テミストクレスの行うことに反対せざるを得なかった。 テミストクレスがすべてにおいて勝利を収めて強大になるよりは、民衆の利益になることのいくつかをやり過ごす方がより良いと考えたからである。
§3.2τέλος δέ ποτε τοῦ Θεμιστοκλέους πράττοντός τι τῶν δεόντων ἀντικρούσας καὶ περιγενόμενος οὐ κατέσχεν, ἀλλʼ εἶπεν ἀπὸ τῆς ἐκκλησίας ἀπιών, ὡς οὐκ ἔστι σωτηρία τοῖς Ἀθηναίων πράγμασιν, εἰ μὴ καὶ Θεμιστοκλέα καὶ αὐτὸν εἰς τὸ βάραθρον ἐμβάλοιεν.
しかし、ある時ついに、テミストクレスが適切な提案を行っているのに対して、これに反対して勝利を収めた際、彼は自制できず、民会を去りながらこう言った。 アテナイの国政には救いがない、テミストクレスと彼自身の双方をバラスロンに投げ込まない限りは、と。
πάλιν δὲ γράψας τινὰ γνώμην εἰς τὸν δῆμον, ἀντιλογίας οὔσης πρὸς αὐτὴν καὶ φιλονεικίας, ἐκράτει·
またある時、彼が民会にある提案を提出し、それに対する反対や争いがあったものの、彼の意見が通りそうになった。
μέλλοντος δὲ τοῦ προέδρου τὸν δῆμον ἐπερωτᾶν αἰσθόμενος ἐκ τῶν λόγων αὐτῶν τὸ ἀσύμφορον ἀπέστη τοῦ ψηφίσματος.
しかし、提案者が民衆に採決を求めようとしたとき、議論そのものからそれが不利益であることに気づき、その決議案を取り下げた。
§3.3πολλάκις δὲ καὶ διʼ ἑτέρων εἰσέφερε τὰς γνώμας, ὡς μὴ φιλονεικίᾳ τῇ πρὸς αὐτὸν ὁ Θεμιστοκλῆς ἐμπόδιος εἴη τῷ συμφέροντι.
また、テミストクレスが彼に対する対抗心から公の利益の障害にならないように、しばしば他者を通じて提案を提出することもあった。
θαυμαστὴ δέ τις ἐφαίνετο αὐτοῦ παρὰ τὰς ἐν τῇ πολιτείᾳ μεταβολὰς ἡ εὐστάθεια, μήτε ταῖς τιμαῖς ἐπαιρομένου πρός τε τὰς δυσημερίας ἀθορύβως καὶ πρᾴως ἔχοντος, καὶ ὁμοίως ἡγουμένου χρῆναι τῇ πατρίδι παρέχειν ἑαυτὸν οὐ χρημάτων μόνον, ἀλλὰ καὶ δόξης προῖκα καὶ ἀμισθὶ πολιτευόμενον.
政治における状況の変転に際して、彼の沈着さは驚くべきものと思われた。 名誉によって得意になることもなく、逆境に対しても動揺せず穏やかであり、金銭だけでなく名声さえも、見返りを求めず無報酬で国政に携わり、祖国に身を捧げるべきだと一様に考えていたからである。
§3.4ὅθεν, ὡς ἔοικε, τῶν εἰς Ἀμφιάραον ὑπʼ Αἰσχύλου πεποιημένων ἰαμβείων ἐν τῷ θεάτρῳ λεγομένων·
それゆえ、次のようなことがあったと思われる。 アイスキュロスがアムピアラオスについて作ったイアンボス詩の数行が劇場で朗読されたとき、 "なぜなら、彼は正しいと思われることではなく、真に正しい者であることを望み、思慮の深い畝を心に耕し、そこから優れた策が芽生えるからだ。
"
οὐ γὰρ δοκεῖν δίκαιος, ἀλλʼ εἶναι θέλει,
βαθεῖαν ἄλοκα διὰ φρενὸς καρπούμενος,
ἀφʼ ἧς τὰ κεδνὰ βλαστάνει βουλεύματα,
"
πάντες ἀπέβλεψαν εἰς Ἀριστείδην, ὡς ἐκείνῳ μάλιστα τῆς ἀρετῆς ταύτης προσηκούσης.
"すべての者がアリスティデスの方を振り返った。 この徳が最も彼にふさわしいと思われたからである。