§2.1Ἀριστείδης δὲ Κλεισθένους μὲν τοῦ καταστησαμένου τὴν πολιτείαν μετὰ τοὺς τυράννους ἑταῖρος γενόμενος, ζηλώσας δὲ καὶ θαυμάσας μάλιστα τῶν πολιτικῶν ἀνδρῶν Λυκοῦργον τὸν Λακεδαιμόνιον, ἥψατο μὲν ἀριστοκρατικῆς πολιτείας, ἔσχε δʼ ἀντιτασσόμενον ὑπὲρ τοῦ δήμου Θεμιστοκλέα τὸν Νεοκλέους.
アリスティデスは、僭主たちのあとに国制を確立したクレイステネスの仲間となり、また政治家たちの中でも特にラケダイモンのリュクルゴスを思慕し感嘆して、貴族主義的な政治に携わったが、民衆のために立ち向かうネオクレスの子テミストクレスを対抗者として持った。
ἔνιοι μὲν οὖν φασιν παῖδας ὄντας αὐτοὺς καὶ συντρεφομένους ἀπʼ ἀρχῆς ἐν παντὶ καὶ σπουδῆς ἐχομένῳ καὶ παιδιᾶς πράγματι καὶ λόγῳ διαφέρεσθαι πρὸς ἀλλήλους,
ところで、ある人々は言う、彼らは子供であり、初めから一緒に育てられ、真面目な事柄でも遊びの事柄でも、行動においても言葉においても、あらゆることにおいて互いに異なり、そして彼らの本性がその対抗意識によってすぐに現れたのだと。
§2.2καὶ τὰς φύσεις εὐθὺς ὑπὸ τῆς φιλονεικίας ἐκείνης ἀνακαλύπτεσθαι, τὴν μὲν εὐχερῆ καὶ παράβολον καὶ πανοῦργον οὖσαν καὶ μετʼ ὀξύτητος ἐπὶ πάντα ῥᾳδίως φερομένην, τὴν δʼ ἱδρυμένην ἐν ἤθει βεβαίῳ καὶ πρὸς τὸ δίκαιον ἀτενῆ, ψεῦδος δὲ καὶ βωμολοχίαν καὶ ἀπάτην οὐδʼ ἐν παιδιᾶς τινι τρόπῳ προσιεμένην.
一方の本性は、軽率で大胆不敵で、悪知恵が働き、鋭さを持って何事にも容易に向かうものであり、他方の本性は、堅固な人柄に根ざし、正義をまっすぐに見つめ、嘘や卑俗な戯れ、欺瞞を決して遊びのいかなる形においても受け入れないものであった。
ἀρίστων δʼ ὁ Κεῖος ἐξ ἐρωτικῆς ἀρχῆς γενέσθαι φησὶ καὶ προελθεῖν ἐπὶ τοσοῦτον τὴν ἔχθραν αὐτῶν.
しかし、ケオスのリストンは、彼らの敵対関係は愛の始まりから生じ、これほどまでに進展したのだと言っている。
§2.3Στησίλεω γάρ, ὃς ἦν γένει Κεῖος, ἰδέᾳ τε καὶ μορφῇ σώματος πολὺ τῶν ἐν ὥρᾳ λαμπρότατος, ἀμφοτέρους ἐρασθέντας οὐ μετρίως ἐνεγκεῖν τὸ πάθος οὐδʼ ἅμα λήγοντι τῷ κάλλει τοῦ παιδὸς ἀποθέσθαι τὴν φιλονεικίαν, ἀλλʼ ὥσπερ ἐγγυμνασαμένους ἐκείνῃ πρὸς τὴν πολιτείαν εὐθὺς ὁρμῆσαι διαπύρους ὄντας καὶ διαφόρως ἔχοντας.
というのも、生まれはケオス人で、容姿も肉体の美しさも同世代の若者たちの中で群を抜いて輝かしかったステシレオスに、二人ともひどく恋い焦がれ、その情熱を抑えきれず、その少年の美しさが衰えても彼らの対抗心を捨てることはなく、むしろそれによって訓練を積んだかのように、すぐに政治へと突入し、激しい情熱を燃やし、対立していたからである。
§2.4ὁ μὲν οὖν Θεμιστοκλῆς εἰς ἑταιρείαν ἐμβαλὼν ἑαυτὸν εἶχε πρόβλημα καὶ δύναμιν οὐκ εὐκαταφρόνητον, ὥστε καὶ πρὸς τὸν εἰπόντα καλῶς αὐτὸν ἄρξειν Ἀθηναίων, ἄνπερ ἴσος ᾖ καὶ κοινὸς ἅπασι
μηδέποτε,
εἰπεῖν,
εἰς τοῦτον ἐγὼ καθίσαιμι τὸν θρόνον, ἐν ᾧ πλέον οὐδὲν ἕξουσιν οἱ φίλοι παρʼ ἐμοὶ τῶν ἀλλοτρίων·
そこでテミストクレスは、自らを政治的結社に身を置き、無視できない擁護壁と勢力を得ていた。 そのため、もし彼がすべての人に公平で私心のない態度をとるなら、アテナイ人たちを立派に支配するだろう、と言った人に対して、「私がこの席に着くことが決してありませんように」と言ったほどであった。 「そこでは私の友人が、他人よりも私から何の恩恵も多く得られないような席に。
§2.5Ἀριστείδης δὲ καθʼ ἑαυτὸν ὥσπερ ὁδὸν ἰδίαν ἐβάδιζε διὰ τῆς πολιτείας, πρῶτον μὲν οὐ βουλόμενος συναδικεῖν τοῖς ἑταίροις ἢ λυπηρὸς εἶναι μὴ χαριζόμενος, ἔπειτα τὴν ἀπὸ τῶν φίλων δύναμιν οὐκ ὀλίγους ἰδὼν ἐπαίρουσαν ἀδικεῖν ἐφυλάττετο, μόνῳ τῷ χρηστὰ καὶ δίκαια πράττειν καὶ λέγειν ἀξιῶν θαρρεῖν τὸν ἀγαθὸν πολίτην.
」これに対してアリスティデスは、政治において自分独自の道を歩んだ。 第一に、仲間の不義に加担したくはなく、かといって彼らの願いを聞き入れないことで不快にさせたくもなかったからであり、第二に、友人たちから得る勢力が少なからぬ人々を不正へと駆り立てるのを見て自重し、良き市民はただ有益で正しいことを行い、語ることのみに頼るべきだと考えていたからである。