Humanitext Reader

普鲁塔克 · 阿里斯提德传 §3.1-3.4

阿里斯提德的大公无私与对正义的奉献

第 3 段,共 27 段 · 希腊语

内容简介

阿里斯提德为了应对地米斯托克利的激进举动而不得不做出政治妥协,展现了他无私和坚定的非凡品格;他专注于真正的正义而非虚名,这在剧场的一次逸闻中得到了印证,观众们纷纷将剧中赞美高尚美德的诗句指向他。

§3.1οὐ μὴν ἀλλά, πολλὰ κινουμένου τοῦ Θεμιστοκλέους παραβόλως καὶ πρὸς πᾶσαν αὐτῷ πολιτείαν ἐνισταμένου καὶ διακόπτοντος, ἠναγκάζετό που καὶ αὐτὸς τὰ μὲν ἀμυνόμενος, τὰ δὲ κολούων τὴν ἐκείνου δύναμιν χάριτι τῶν πολλῶν αὐξομένην ὑπεναντιοῦσθαι οἷς ἔπραττεν ὁ Θεμιστοκλῆς, βέλτιον ἡγούμενος παρελθεῖν ἔνια τῶν συμφερόντων τὸν δῆμον ἢ τῷ κρατεῖν ἐκεῖνον ἐν πᾶσιν ἰσχυρὸν γενέσθαι.
然而,由于地米斯托克利冒险地进行许多活动,并在政治上处处与他对抗和阻挠,他也只得被迫一方面为了自卫,另一方面为了削弱对方那因迎合大众而不断膨胀的势力,而去反对地米斯托克利所做的事,因为他认为,让一些对人民有利的事项落空,也比让对方在一切事上取胜而变得强大要好。
§3.2τέλος δέ ποτε τοῦ Θεμιστοκλέους πράττοντός τι τῶν δεόντων ἀντικρούσας καὶ περιγενόμενος οὐ κατέσχεν, ἀλλʼ εἶπεν ἀπὸ τῆς ἐκκλησίας ἀπιών, ὡς οὐκ ἔστι σωτηρία τοῖς Ἀθηναίων πράγμασιν, εἰ μὴ καὶ Θεμιστοκλέα καὶ αὐτὸν εἰς τὸ βάραθρον ἐμβάλοιεν.
最后有一次,在地米斯托克利提出某项必要的提案时,他予以反对并获得了胜利,但他未能克制自己,而是在离开公民大会时说,除非把地米斯托克利和他自己都扔进深渊,否则雅典人的政务就没有得救的希望。
πάλιν δὲ γράψας τινὰ γνώμην εἰς τὸν δῆμον, ἀντιλογίας οὔσης πρὸς αὐτὴν καὶ φιλονεικίας, ἐκράτει· μέλλοντος δὲ τοῦ προέδρου τὸν δῆμον ἐπερωτᾶν αἰσθόμενος ἐκ τῶν λόγων αὐτῶν τὸ ἀσύμφορον ἀπέστη τοῦ ψηφίσματος.
又有一次,他向人民提交了一项提案,尽管面临反对和争论,他仍占了上风;但当主持人正要向人民进行表决时,他从辩论本身察觉到该提案是不利的,便撤回了该决议案。
§3.3πολλάκις δὲ καὶ διʼ ἑτέρων εἰσέφερε τὰς γνώμας, ὡς μὴ φιλονεικίᾳ τῇ πρὸς αὐτὸν ὁ Θεμιστοκλῆς ἐμπόδιος εἴη τῷ συμφέροντι.
他也经常通过他人来提出自己的提案,以免地米斯托克利因与他竞争而阻碍了公共利益。
θαυμαστὴ δέ τις ἐφαίνετο αὐτοῦ παρὰ τὰς ἐν τῇ πολιτείᾳ μεταβολὰς ἡ εὐστάθεια, μήτε ταῖς τιμαῖς ἐπαιρομένου πρός τε τὰς δυσημερίας ἀθορύβως καὶ πρᾴως ἔχοντος, καὶ ὁμοίως ἡγουμένου χρῆναι τῇ πατρίδι παρέχειν ἑαυτὸν οὐ χρημάτων μόνον, ἀλλὰ καὶ δόξης προῖκα καὶ ἀμισθὶ πολιτευόμενον.
在政治局势的变迁中,他的沉着稳重显得十分惊人,既不因荣誉而得意,面对逆境也能泰然处之、温和应对,并同样认为应当为祖国奉献自己,不仅不图金钱,连名誉也不求回报、无偿地参与国政。
§3.4ὅθεν, ὡς ἔοικε, τῶν εἰς Ἀμφιάραον ὑπʼ Αἰσχύλου πεποιημένων ἰαμβείων ἐν τῷ θεάτρῳ λεγομένων· " οὐ γὰρ δοκεῖν δίκαιος, ἀλλʼ εἶναι θέλει, βαθεῖαν ἄλοκα διὰ φρενὸς καρπούμενος, ἀφʼ ἧς τὰ κεδνὰ βλαστάνει βουλεύματα, " πάντες ἀπέβλεψαν εἰς Ἀριστείδην, ὡς ἐκείνῳ μάλιστα τῆς ἀρετῆς ταύτης προσηκούσης.
因此,似乎当埃斯库罗斯为安菲阿拉俄斯创作的雅姆体诗句在剧场里被朗诵时: “因为他不想显得正义,而是渴望真正正义,在心灵中耕耘深邃的犁沟,从中萌发出贤明的谋略,” 所有人都看向阿里斯提德,认为这种美德最适合他。

词汇与语法注释

  1. 3.1παρελθεῖν ἔνια τῶν συμφερόντων τὸν δῆμον — παρελθεῖν(放过、漏掉)的宾语是 ἔνια τῶν συμφερόντων(一些有利的事),而 τὸν δῆμον(人民)则是 συμφερόντων 的利益关系者。这指的是为了防止地米斯托克利势力过大而不得不放弃某些对人民有利的提案的艰难决定。
  2. 3.1ἢ τῷ κρατεῖν ἐκεῖνον ἐν πᾶσιν ἰσχυρὸν γενέσθαι — 在比较级 βέλτιον 之后的 ἤ 引导的不定式从句。不定式 γενέσθαι 的逻辑主语是宾格的 ἐκεῖνον(地米斯托克利),而 τῷ κρατεῖν 是表示手段的动名词与格(通过在一切事上取胜)。
  3. 3.2εἰ μὴ καὶ Θεμιστοκλέα καὶ αὐτὸν εἰς τὸ βάραθρον ἐμβάλοιεν — 间接引语中的条件从句(从属节)。由于过去时态的转述(倾斜希求法),直接引语中的虚拟或陈述过去时在间接引语中变为了希求法 ἐμβάλοιεν。αὐτόν 是间接反身代词,指代主句主语阿里斯提德自身。
  4. 3.3οὐ χρημάτων μόνον, ἀλλὰ καὶ δόξης προῖκα καὶ ἀμισθὶ — 副词性宾格 προῖκα(无偿地)与副词 ἀμισθὶ(无报酬地)支配着表示分离/缺乏的属格 οὐ χρημάτων μόνον, ἀλλὰ καὶ δόξης,表明他参与国政时不仅不求金钱,甚至连名声也不求回报。
  5. 3.4ὡς ἐκείνῳ μάλιστα τῆς ἀρετῆς ταύτης προσηκούσης — 由 ὡς(因为、认为)引导的属格绝对结构。τῆς ἀρετῆς ταύτης 是分词 προσηκούσης 的逻辑主语,与格 ἐκείνῳ 则表示“属于/适合他(阿里斯提德)”。

引用这一段

普鲁塔克, 阿里斯提德传 §3.1-3.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg024.humanitext-grc2:3.1-3.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。