Humanitext Reader

プルタルコス · アリステイデス伝 §24.1-24.4

アリステイデスの公平な貢納金査定と清廉さ

24 / 27 箇所 · ギリシア語

要旨

アリステイデスは、ギリシア各都市の財力に応じた公平な貢納金額を査定し、同盟者から高い賛辞を得たが、その額は後に大きく膨れ上がった。また、その高潔さをテミストクレスが揶揄した際のアリステイデスの見事な返答を紹介する。

§24.1οἱ δʼ Ἕλληνες ἐτέλουν μέν τινα καὶ Λακεδαιμονίων ἡγουμένων ἀποφορὰν εἰς τὸν πόλεμον, ταχθῆναι δὲ βουλόμενοι κατὰ πόλιν ἑκάστοις τὸ μέτριον ᾐτήσαντο παρὰ τῶν Ἀθηναίων Ἀριστείδην, καὶ προσέταξαν αὐτῷ χώραν τε καὶ προσόδους ἐπισκεψάμενον ὁρίσαι τὸ κατʼ ἀξίαν ἑκάστῳ καὶ δύναμιν.
ギリシア人たちは、スパルタ人が指導していたときもある程度の拠出金を戦争のために支払っていたが、各都市について適正な額が定められることを望み、アテナイ人にアリステイデスを求めた。 そして彼に対し、土地と収入を調査した上で、それぞれの価値と能力に応じて割り当てを定めることを命じた。
§24.2ὁ δὲ τηλικαύτης ἐξουσίας κύριος γενόμενος καὶ τρόπον τινὰ τῆς Ἑλλάδος ἐπʼ αὐτῷ μόνῳ τὰ πράγματα πάντα θεμένης, πένης μὲν ἐξῆλθεν, ἐπανῆλθε δὲ πενέστερος, οὐ μόνον καθαρῶς καὶ δικαίως, ἀλλὰ καὶ προσφιλῶς πᾶσι καὶ ἁρμοδίως τὴν ἐπιγραφὴν τῶν χρημάτων ποιησάμενος.
彼はこれほど大きな権力を手中に収め、ある意味でギリシアが自らのすべての事柄を彼一人の肩にかからせたが、貧しいまま出発し、出発したときよりもさらに貧しくなって戻ってきた。 それは、彼がただ潔白かつ公正にというだけでなく、すべての人に好ましく調和的な形で資金の査定を行ったからである。
ὡς γὰρ οἱ παλαιοὶ τὸν ἐπὶ Κρόνου βίον, οὕτως οἱ σύμμαχοι τῶν Ἀθηναίων τὸν ἐπʼ Ἀριστείδου φόρον εὐποτμίαν τινὰ τῆς Ἑλλάδος ὀνομάζοντες ὕμνουν, καὶ μάλιστα μετʼ οὐ πολὺν χρόνον διπλασιασθέντος, εἶτʼ αὖθις τριπλασιασθέντος.
古代の人々がクロノスの時代の生活を称賛したように、アテナイの同盟者たちはアリステイデスの時代の貢納金を「ギリシアの幸福」と呼んで賛美した。 そしてそれは、特に、それほど経たないうちにそれが2倍になり、さらにその後3倍になったことから、いっそう際立った。
§24.3ὃν μὲν γὰρ Ἀριστείδης ἔταξεν, ἦν εἰς ἐξήκοντα καὶ τετρακοσίων ταλάντων λόγον· τούτῳ δὲ Περικλῆς μὲν ἐπέθηκεν ὀλίγου δεῖν τὸ τρίτον μέρος·
というのも、アリステイデスが定めたのは460タラントンの割合であったが、ペリクレスはこれにほぼ3分の1を加えた。
ἑξακόσια γὰρ τάλαντα Θουκυδίδης φησὶν ἀρχομένου τοῦ πολέμου προσιέναι τοῖς Ἀθηναίοις ἀπὸ τῶν συμμάχων·
というのも、トゥキュディデスは戦争の初めにおいてアテナイ人に同盟者から600タラントンが入っていたと述べているからである。
Περικλέους δʼ ἀποθανόντος ἐπιτείνοντες οἱ δημαγωγοὶ κατὰ μικρὸν εἰς χιλίων καὶ τριακοσίων ταλάντων κεφάλαιον ἀνήγαγον, οὐχ οὕτω τοῦ πολέμου διὰ μῆκος καὶ τύχας δαπανηροῦ γενομένου καὶ πολυτελοῦς, ὡς τὸν δῆμον εἰς διανομὰς καὶ θεωρικὰ καὶ κατασκευὰς ἀγαλμάτων καὶ ἱερῶν προαγαγόντες.
そしてペリクレスの死後、民衆指導者たちが少しずつ引き上げて、1300タラントンの総額にまで達した。 それは、戦争がその期間や運命によってそのように多額の費用と出費を要するものになったからではなく、彼らが民衆を金銭の分配や観劇手当、像や神殿の建設へと駆り立てたからである。
§24.4μέγα δʼ οὖν ὄνομα τοῦ Ἀριστείδου καὶ θαυμαστὸν ἔχοντος ἐπὶ τῇ διατάξει τῶν φόρων ὁ Θεμιστοκλῆς λέγεται καταγελᾶν, ὡς οὐκ ἀνδρὸς ὄντα τὸν ἔπαινον, ἀλλὰ θυλάκου χρυσοφύλακος·
ともかく、アリステイデスが貢納金の分配において偉大で驚くべき名声を得ていることに対して、テミストクレスは彼を嘲笑して、その賛辞は男に対するものではなく、金を保管する財布に対するものであると言ったとされる。
ἀνομοίως ἀμυνόμενος τὴν Ἀριστείδου παρρησίαν·
これはアリステイデスの率直な物言いに対して不釣り合いな方法でやり返したものであった。
ἐκείνῳ γὰρ εἰπόντος ποτὲ τοῦ Θεμιστοκλέους ἀρετὴν ἡγεῖσθαι μεγίστην στρατηγοῦ τὸ γινώσκειν καὶ προαισθάνεσθαι τὰ βουλεύματα τῶν πολεμίων, τοῦτο μέν, εἰπεῖν, ἀναγκαῖόν ἐστιν, ὦ Θεμιστόκλεις, καλὸν δὲ καὶ στρατηγικὸν ἀληθῶς ἡ περὶ τὰς χεῖρας ἐγκράτεια.
というのも、かつてテミストクレスが、将軍の最大の徳は敵の計画を認識し予知することだと彼に述べたとき、アリステイデスは、「それは」と言い、「確かに必要だが、テミストクレスよ、本当に将軍にふさわしく立派なのは、手において己を律することである」と答えたからである。

語釈・文法注

  1. 24.2τῆς Ἑλλάδος ἐπʼ αὐτῷ μόνῳ τὰ πράγματα πάντα θεμένης — 属格独立格。意味上の主語は τῆς Ἑλλάδος、動詞は中動態分詞 θεμένης(ゆだねる、託す)で、「ギリシアがすべての事柄を彼一人の肩にかからせた(託した)」の意。
  2. 24.2διπλασιασθέντος, εἶτʼ αὖθις τριπλασιασθέντος — 意味上の主語が省略された属格独立格。文脈上、前文の「貢納金」(τόν φόρον)が省略された主語として補われる。
  3. 24.3οὐχ οὕτω τοῦ πολέμου ... γενομένου ... ὡς ... προαγαγόντες — 「~によるというよりは、むしろ~によって」という比較構造において、前半部には属格独立格(τοῦ πολέμου ... γενομένου)が、後半部には主格分詞(προαγαγόντες、主語は前述の οἱ δημαγωγοί)が用いられており、文法的な非対称性(破格、anacoluthon)が見られる。
  4. 24.4ἐκείνῳ γὰρ εἰπόντος ποτὲ τοῦ Θεμιστοκλέους — 属格独立格(εἰπόντος τοῦ Θεμιστοκλέους)の中に、その発言の対象(アリステイデス)を示す与格代名詞 ἐκείνῳ が挿入された構造。

この箇所を引用する

プルタルコス, アリステイデス伝 §24.1-24.4. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg024.humanitext-grc2:24.1-24.4

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。