Humanitext Reader

プルタルコス · アリステイデス伝 §23.1-23.6

スパルタの傲慢と同盟軍の覇権の移動

23 / 27 箇所 · ギリシア語

要旨

アリステイデスとキモンが謙虚さによって同盟者たちの人望を集め、傲慢なパウサニアスからギリシアの覇権を奪う過程と、スパルタが権力の堕落を避けるために覇権を自発的に放棄したことが語られる。

§23.1ἐπεὶ δὲ στρατηγὸς ἐκπεμφθεὶς μετὰ Κίμωνος ἐπὶ τὸν πόλεμον ἑώρα τόν τε Παυσανίαν καὶ τοὺς ἄλλους ἄρχοντας τῶν Σπαρτιατῶν ἐπαχθεῖς καὶ χαλεποὺς τοῖς συμμάχοις ὄντας, αὐτός τε πρᾴως καὶ φιλανθρώπως ὁμιλῶν καὶ τὸν Κίμωνα παρέχων εὐάρμοστον αὐτοῖς καὶ κοινὸν ἐν ταῖς στρατείαις ἔλαθε τῶν Λακεδαιμονίων οὐχ ὅπλοις οὐδὲ ναυσὶν οὐδʼ ἵπποις, εὐγνωμοσύνῃ δὲ καὶ πολιτείᾳ τὴν ἡγεμονίαν παρελόμενος.
キモンとともに戦争へ将軍として派遣されたアリステイデスは、パウサニアスや他のスパルタの指揮官たちが同盟者たちにとって重苦しく過酷であるのを見たとき、自身は穏やかかつ親切に交わり、またキモンをして遠征において同盟者たちに協調的かつ親しみやすく振る舞わせることで、武力や船や馬によってではなく、思いやりと政治的手腕によって、スパルタ人からいつの間にか覇権を奪い取っていた。
§23.2προσφιλεῖς γὰρ ὄντας τοὺς Ἀθηναίους τοῖς Ἕλλησι διὰ τὴν Ἀριστείδου δικαιοσύνην καὶ τὴν Κίμωνος ἐπιείκειαν ἔτι μᾶλλον ἡ τοῦ Παυσανίου πλεονεξία καὶ βαρύτης ποθεινοὺς ἐποίει.
というのも、アテナイ人はアリステイデスの正義とキモンの寛大さによってすでにギリシア人たちに愛されていたが、パウサニアスの貪欲さと傲慢さが、彼らをいっそう慕わしい存在にしたからである。
τοῖς τε γὰρ ἄρχουσι τῶν συμμάχων ἀεὶ μετʼ ὀργῆς ἐνετύγχανε καὶ τραχέως, τούς τε πολλοὺς ἐκόλαζε πληγαῖς ἢ σιδηρᾶν ἄγκυραν ἐπιτιθεὶς ἠνάγκαζεν ἑστάναι διʼ ὅλης τῆς ἡμέρας.
パウサニアスは同盟者の指揮官たちに対して常に怒りをもって無礼に接し、一般の兵士たちを鞭で罰したり、あるいは鉄の錨を担がせて一日中立っていることを強要したりした。
§23.3στιβάδα δʼ οὐκ ἦν λαβεῖν οὐδὲ χόρτον οὐδὲ κρήνῃ προσελθεῖν ὑδρευόμενον οὐδένα πρὸ τῶν Σπαρτιατῶν, ἀλλὰ μάστιγας ἔχοντες ὑπηρέται τοὺς προσιόντας ἀπήλαυνον.
また、スパルタ人より前に藁の寝床や飼料を得ることも、水を汲むために泉に近づくことも誰一人として許されず、鞭を持った従卒たちが近づく者を追い払った。
ὑπὲρ ὧν τοῦ Ἀριστείδου ποτὲ βουληθέντος ἐγκαλέσαι καὶ διδάξαι, συναγαγὼν τὸ πρόσωπον ὁ Παυσανίας οὐκ ἔφη σχολάζειν οὐδʼ ἤκουσεν.
これらについて、あるときアリステイデスが抗議して説明しようとしたが、パウサニアスは顔をしかめて、自分には暇がないと言い、耳を傾けようともしなかった。
§23.4ἐκ τούτου προσιόντες οἱ ναύαρχοι καὶ στρατηγοὶ τῶν Ἑλλήνων, μάλιστα δὲ Χῖοι καὶ Σάμιοι καὶ Λέσβιοι, τὸν Ἀριστείδην ἔπειθον ἀναδέξασθαι τὴν ἡγεμονίαν καὶ προσαγαγέσθαι τοὺς συμμάχους πάλαι δεομένους ἀπαλλαγῆναι τῶν Σπαρτιατῶν καὶ μετατάξασθαι πρὸς τοὺς Ἀθηναίους.
このことから、ギリシア人の艦隊司令官や将軍たち、特にキオス人、サモス人、レスボス人たちが近づいてきて、アリステイデスにかねてよりスパルタ人から離脱してアテナイ人の側に鞍替えすることを切望していた同盟者たちを引き受け、味方に引き入れるように説得した。
ἀποκριναμένου δʼ ἐκείνου τοῖς μὲν λόγοις αὐτῶν τό τε ἀναγκαῖον ἐνορᾶν καὶ τὸ δίκαιον, ἔργου δὲ δεῖσθαι τὴν πίστιν, ὃ πραχθὲν οὐκ ἐάσει πάλιν μεταβαλέσθαι τοὺς πολλούς, §23.5οὕτως οἱ περὶ τὸν Σάμιον Οὐλιάδην καὶ τὸν Χῖον Ἀνταγόραν συνομοσάμενοι περὶ Βυζάντιον ἐμβάλλουσιν εἰς τὴν τριήρη τοῦ Παυσανίου, προεκπλέουσαν ἐν μέσῳ λαβόντες.
アリステイデスが、彼らの言葉の中に必要なことと正しいことの両方を見て取るが、確証のためには、それが実行されれば民衆が再び寝返ることを許さないような、ある行動が必要であると答えると、このようにして、サモス人ウリアデスやキオス人アンタゴラスらの一派は同盟を誓い、ビュザンティオンのあたりで、先頭を進んでいたパウサニアスの三段櫂船を挟み撃ちにして体当たりした。
ὡς δὲ κατιδὼν ἐκεῖνος ἐξανέστη καὶ μετʼ ὀργῆς ἠπείλησεν ὀλίγῳ χρόνῳ τοὺς ἄνδρας ἐπιδείξειν οὐκ εἰς τὴν αὐτοῦ ναῦν ἐμβεβληκότας, ἀλλʼ εἰς τὰς ἰδίας πατρίδας, ἐκέλευον αὐτὸν ἀπιέναι καὶ ἀγαπᾶν τὴν συναγωνισαμένην τύχην ἐν Πλαταιαῖς· ἐκείνην γὰρ ἔτι τοὺς Ἕλληνας αἰσχυνομένους μὴ λαμβάνειν ἀξίαν δίκην παρʼ αὐτοῦ·
パウサニアスがこれに気づいて立ち上がり、怒りを込めて、お前たちがぶつかったのは俺の船にではなく自分たちの祖国に対してであることを近いうちに思い知らせてやると脅すと、彼らは彼に、立ち去ってプラタイアイで共に戦ったあの運命に満足しているがよい、ギリシア人たちは今なおその運命を敬うがゆえに、彼から値する罰を奪わずにいるのだからと言い放った。
τέλος δʼ ἀποστάντες ᾤχοντο πρὸς τοὺς Ἀθηναίους.
そしてついに、彼らは離反してアテナイ人のもとへと去っていった。
§23.6ἔνθα δὴ καὶ τὸ φρόνημα τῆς Σπάρτης διεφάνη θαυμαστόν.
ここに、スパルタの気高き精神の驚くべき素晴らしさが現れた。
ὡς γὰρ ᾔσθοντο τῷ μεγέθει τῆς ἐξουσίας διαφθειρομένους αὐτῶν τοὺς ἄρχοντας, ἀφῆκαν ἑκουσίως τὴν ἡγεμονίαν καὶ πέμποντες ἐπὶ τὸν πόλεμον ἐπαύσαντο στρατηγούς, μᾶλλον αἱρούμενοι σωφρονοῦντας ἔχειν καὶ τοῖς ἔθεσιν ἐμμένοντας τοὺς πολίτας ἢ τῆς Ἑλλάδος ἄρχειν ἁπάσης.
自分たちの指揮官たちが権力の大きさによって堕落していくのを察知したとき、彼らは自発的に覇権を放棄し、戦争に将軍を派遣するのをやめたのである。 彼らは、ギリシア全土を支配することよりも、市民たちが節度を保ち、その慣習を固守し続けることを選んだのである。

語釈・文法注

  1. 23.1ἔλαθε ... παρελόμενος — 「λανθάνω +分詞」の構文。動詞 ἔλαθε(気づかれない)に主格分詞 παρελόμενος(奪い去った)が伴うことで、「気づかれずに奪い去った」「いつの間にか奪い去った」の意味になる。
  2. 23.2προσφιλεῖς γὰρ ὄντας τοὺς Ἀθηναίους ... ποθεινοὺς ἐποίει — 語順が大きく倒置された長大な文。文の骨格は「パウサニアスの貪欲と傲慢(ἡ τοῦ Παυσανίου πλεονεξία καὶ βαρύτης:主語)が、アテナイ人(τοὺς Ἀθηναίους:目的語)を、いっそう慕わしいもの(ποθεινούς:補語)にした(ἐποίει:主動詞)」である。名詞 τοὺς Ἀθηναίους を修飾する分詞句 προσφιλεῖς ὄντας... は「すでに愛されていた(アテナイ人)」という譲歩、または付帯状況を表す。
  3. 23.4ἔργου δὲ δεῖσθαι τὴν πίστιν, ὃ πραχθὲν οὐκ ἐάσει πάλιν μεταβαλέσθαι τοὺς πολλούς — 間接話法における対格不定詞構文。分詞 ἀποκριναμένου の内容として、対格の τὴν πίστιν が不定詞 δεῖσθαι の意味上の主語となっている。関係節中の分詞 πραχθὲν は条件(「それが実行されれば」)を表し、οὐκ ἐάσει(許さないだろう)に係る。
  4. 23.5ἐκείνην γὰρ ἔτι τοὺς Ἕλληνας αἰσχυνομένους μὴ λαμβάνειν ἀξίαν δίκην παρʼ αὐτοῦ — 命令(ἐκέλευον)の内容を説明する間接話法。関係代名詞の女性対格形 ἐκείνην(=Plataea での τύχην)が対格不定詞構文の目的語であり、意味上の主語である τοὺς Ἕλληνας を現在分詞 αἰσχυνομένους が修飾している。「ギリシア人たちがなおその運命を敬うがゆえに、彼から値する罰を奪わずにいる(罰するのを差し控えている)」の意。μὴ λαμβάνειν は「罰を取り上げない(罰しない)」という意味の不定詞。

この箇所を引用する

プルタルコス, アリステイデス伝 §23.1-23.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg024.humanitext-grc2:23.1-23.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。