§24.1οἱ δʼ Ἕλληνες ἐτέλουν μέν τινα καὶ Λακεδαιμονίων ἡγουμένων ἀποφορὰν εἰς τὸν πόλεμον, ταχθῆναι δὲ βουλόμενοι κατὰ πόλιν ἑκάστοις τὸ μέτριον ᾐτήσαντο παρὰ τῶν Ἀθηναίων Ἀριστείδην, καὶ προσέταξαν αὐτῷ χώραν τε καὶ προσόδους ἐπισκεψάμενον ὁρίσαι τὸ κατʼ ἀξίαν ἑκάστῳ καὶ δύναμιν.
希腊人在拉刻代蒙人领导时,也确实曾为战争缴纳过一定数量的贡献金;但由于他们希望各城市能被按合理的数额进行分摊,便向雅典人请求派来阿里斯泰德,并指派他在考察了各地的土地和收入后,根据每个城市的价值和能力来确定其应分摊的数额。
§24.2ὁ δὲ τηλικαύτης ἐξουσίας κύριος γενόμενος καὶ τρόπον τινὰ τῆς Ἑλλάδος ἐπʼ αὐτῷ μόνῳ τὰ πράγματα πάντα θεμένης, πένης μὲν ἐξῆλθεν, ἐπανῆλθε δὲ πενέστερος, οὐ μόνον καθαρῶς καὶ δικαίως, ἀλλὰ καὶ προσφιλῶς πᾶσι καὶ ἁρμοδίως τὴν ἐπιγραφὴν τῶν χρημάτων ποιησάμενος.
他虽掌握了如此巨大的权力,且在某种程度上,希腊将所有事务都托付于他一人,但他出发时贫穷,回来时却更加贫穷,他不仅廉洁公正地进行资金的评估,而且让所有人都感到满意和适宜。
ὡς γὰρ οἱ παλαιοὶ τὸν ἐπὶ Κρόνου βίον, οὕτως οἱ σύμμαχοι τῶν Ἀθηναίων τὸν ἐπʼ Ἀριστείδου φόρον εὐποτμίαν τινὰ τῆς Ἑλλάδος ὀνομάζοντες ὕμνουν, καὶ μάλιστα μετʼ οὐ πολὺν χρόνον διπλασιασθέντος, εἶτʼ αὖθις τριπλασιασθέντος.
因为正如古人歌颂克罗诺斯时代的时代生活一样,雅典的盟友们也将阿里斯泰德时代的贡纳金称作希腊的某种福祉而加以歌颂,特别是在不久之后贡金增加了一倍,随后又增加了两倍时,这种歌颂愈发强烈。
§24.3ὃν μὲν γὰρ Ἀριστείδης ἔταξεν, ἦν εἰς ἐξήκοντα καὶ τετρακοσίων ταλάντων λόγον· τούτῳ δὲ Περικλῆς μὲν ἐπέθηκεν ὀλίγου δεῖν τὸ τρίτον μέρος· ἑξακόσια γὰρ τάλαντα Θουκυδίδης φησὶν ἀρχομένου τοῦ πολέμου προσιέναι τοῖς Ἀθηναίοις ἀπὸ τῶν συμμάχων· Περικλέους δʼ ἀποθανόντος ἐπιτείνοντες οἱ δημαγωγοὶ κατὰ μικρὸν εἰς χιλίων καὶ τριακοσίων ταλάντων κεφάλαιον ἀνήγαγον, οὐχ οὕτω τοῦ πολέμου διὰ μῆκος καὶ τύχας δαπανηροῦ γενομένου καὶ πολυτελοῦς, ὡς τὸν δῆμον εἰς διανομὰς καὶ θεωρικὰ καὶ κατασκευὰς ἀγαλμάτων καὶ ἱερῶν προαγαγόντες.
因为阿里斯泰德所确定的数额是四百六十塔兰同的比例;而伯里克利在这一数额上增加了近三分之一,因为修昔底德说在战争开始时,雅典人从盟友处获得了六百塔兰同;在伯里克利去世后,煽动家们逐渐提高数额,将其提升至一千三百塔兰同的总额,这倒不是因为战争由于其时间漫长和命运多舛而变得如此昂贵和挥霍,而是因为他们引导民众去进行分配、领取戏剧津贴以及建造神像和神庙。
§24.4μέγα δʼ οὖν ὄνομα τοῦ Ἀριστείδου καὶ θαυμαστὸν ἔχοντος ἐπὶ τῇ διατάξει τῶν φόρων ὁ Θεμιστοκλῆς λέγεται καταγελᾶν, ὡς οὐκ ἀνδρὸς ὄντα τὸν ἔπαινον, ἀλλὰ θυλάκου χρυσοφύλακος·
无论如何,当阿里斯泰德因评估贡纳金而获得伟大且令人赞叹的名声时,据说特米斯托克勒曾嘲笑他,说这种赞誉不属于一个男人,而属于一个保管金钱的钱包。
ἀνομοίως ἀμυνόμενος τὴν Ἀριστείδου παρρησίαν·
这是特米斯托克勒对阿里斯泰德的坦率言论进行的极不相称的报复。
ἐκείνῳ γὰρ εἰπόντος ποτὲ τοῦ Θεμιστοκλέους ἀρετὴν ἡγεῖσθαι μεγίστην στρατηγοῦ τὸ γινώσκειν καὶ προαισθάνεσθαι τὰ βουλεύματα τῶν πολεμίων,
τοῦτο μέν,
εἰπεῖν,
ἀναγκαῖόν ἐστιν, ὦ Θεμιστόκλεις, καλὸν δὲ καὶ στρατηγικὸν ἀληθῶς ἡ περὶ τὰς χεῖρας ἐγκράτεια.
因为当特米斯托克勒有一次对他说,他认为将军的最大美德在于认识并预判敌人的计划时,阿里斯泰德说: “这” 他说, “确实是必要的,特米斯托克勒,但真正高尚且符合将军之道的,是双手克制。 ”