§21.1ἐκ τούτου γενομένης ἐκκλησίας κοινῆς τῶν Ἑλλήνων ἔγραψεν Ἀριστείδης ψήφισμα συνιέναι μὲν εἰς Πλαταιὰς καθʼ ἕκαστον ἐνιαυτὸν ἀπὸ τῆς Ἑλλάδος προβούλους καὶ θεωρούς, ἄγεσθαι δὲ πενταετηρικὸν ἀγῶνα τῶν Ἐλευθερίων.
この後、ギリシア人の共同集会が開かれ、アリステイデスは次のような民衆決議案を提案した。 すなわち、毎年ギリシア各地から代表と使節がプラタイアイに集まること、また、五年に一度「エレウテリア」の競技会を催すこと。
εἶναι δὲ σύνταξιν Ἑλληνικὴν μυρίας μὲν ἀσπίδας, χιλίους δὲ ἵππους, ναῦς δʼ ἑκατὸν ἐπὶ τὸν πρὸς βαρβάρους πόλεμον, Πλαταιεῖς δʼ ἀσύλους καὶ ἱεροὺς ἀφεῖσθαι τῷ θεῷ θύοντας ὑπὲρ τῆς Ἑλλάδος.
さらに、蛮族に対する戦争のために、ギリシアの共同拠出として、一万の盾、一千の騎兵、百隻の軍船を維持すること。 そしてプラタイアイ人は神聖不可侵とされ、ギリシアのために神への犠牲を捧げる者として、神に捧げられた存在とすることである。
§21.2κυρωθέντων δὲ τούτων οἱ Πλαταιεῖς ὑπεδέξαντο τοῖς πεσοῦσι καὶ κειμένοις αὐτόθι τῶν Ἑλλήνων ἐναγίζειν καθʼ ἕκαστον ἐνιαυτόν.
これらの提案が可決されると、プラタイアイ人は、その地で戦死して横たわるギリシア人のために毎年死者供養を行うことを引き受けた。
καὶ τοῦτο μέχρι νῦν δρῶσι τόνδε τὸν τρόπον·
そして彼らは今日に至るまで、次のような方法でこれを行っている。
τοῦ Μαιμακτηριῶνος μηνός, ὅς ἐστι παρὰ Βοιωτοῖς Ἀλαλκομένιος, τῇ ἕκτῃ ἐπὶ δέκα πέμπουσι πομπήν, ἧς προηγεῖται μὲν ἅμʼ ἡμέρᾳ σαλπιγκτὴς ἐγκελευόμενος τὸ πολεμικόν, ἕπονται δʼ ἅμαξαι μυρρίνης μεσταὶ καὶ στεφανωμάτων καὶ μέλας ταῦρος καὶ χοὰς οἴνου καὶ γάλακτος ἐν ἀμφορεῦσιν ἐλαίου τε καὶ μύρου κρωσσοὺς νεανίσκοι κομίζοντες ἐλεύθεροι·
マイマクテリオン月(ボイオティア暦のアラルコメニオス月)の十六日に彼らは行列を送り出す。 日の出とともに、突撃ラッパを吹き鳴らすラッパ手がその先頭を進み、その後に、ミルトスと花冠でいっぱいの馬車、黒い牡牛、そして混じり気のないワインと牛乳の注ぎものをアムポラに入れ、油と香油の壺を携えた、自由な身分の若者たちが従う。
δούλῳ γὰρ οὐδενὸς ἔξεστι τῶν περὶ τὴν διακονίαν ἐκείνην προσάψασθαι διὰ τὸ τοὺς ἄνδρας ἀποθανεῖν ὑπὲρ ἐλευθερίας·
というのも、あの奉仕に関わるいかなるものにも奴隷が触れることは許されていないからである。 なぜなら、その戦没者たちは自由のために死んだからである。
§21.3ἐπὶ πᾶσι δὲ τῶν Πλαταιέων ὁ ἄρχων, ᾧ τὸν ἄλλον χρόνον οὔτε σιδήρου θιγεῖν ἔξεστιν οὔθʼ ἑτέραν ἐσθῆτα πλὴν λευκῆς ἀναλαβεῖν, τότε χιτῶνα φοινικοῦν ἐνδεδυκὼς ἀράμενός τε ὑδρίαν ἀπὸ τοῦ γραμματοφυλακίου ξιφήρης ἐπὶ τοὺς τάφους προάγει διὰ μέσης τῆς πόλεως.
そして列の最後尾を、プラタイアイの執政官が進む。 彼は平素は鉄に触れることも、白い服以外の衣服を身につけることも許されていないが、この時は緋色のキトンを身にままとい、公文書館から水瓶を携え、剣を手にして、市街の中央を通って墓地へと進む。
§21.4εἶτα λαβὼν ὕδωρ ἀπὸ τῆς κρήνης αὐτὸς ἀπολούει τε τὰς στήλας καὶ μύρῳ χρίει, καὶ τὸν ταῦρον εἰς τὴν πυρὰν σφάξας καὶ κατευξάμενος Διῒ καὶ Ἑρμῇ χθονίῳ παρακαλεῖ τοὺς ἀγαθοὺς ἄνδρας τοὺς ὑπὲρ τῆς Ἑλλάδος ἀποθανόντας ἐπὶ τὸ δεῖπνον καὶ τὴν αἱμοκουρίαν.
それから、彼は泉から水を汲み、自ら墓碑を洗い清め、香油を塗り、さらに牡牛を薪積みの壇の上で屠り、ゼウスと地底のヘルメスに祈りを捧げた後、ギリシアのために死んだ勇敢な男たちを食事と血の供養へと招く。
ἔπειτα κρατῆρα κεράσας οἴνου καὶ χεάμενος ἐπιλέγει·
その後、ワインの混和器を調合して注ぎながら、こう唱える。
προπίνω τοῖς ἀνδράσι τοῖς ὑπὲρ τῆς ἐλευθερίας τῶν Ἑλλήνων ἀποθανοῦσι.
「ギリシア人の自由のために死んだ男たちに、乾杯の杯を捧ぐ。
ταῦτα μὲν οὖν ἔτι καὶ νῦν διαφυλάττουσιν οἱ Πλαταεῖς.
」プラタイアイ人は、今なおこれらの慣習を守り続けている。