§20.1ἐκ τούτου τῶν Ἀθηναίων τὸ ἀριστεῖον οὐ παραδιδόντων τοῖς Σπαρτιάταις οὐδὲ τρόπαιον ἱστάναι συγχωρούντων ἐκείνοις, παρʼ οὐδὲν ἂν ἦλθεν εὐθὺς ἀπολέσθαι τὰ πράγματα τῶν Ἑλλήνων ἐν τοῖς ὅπλοις διαστάντων, εἰ μὴ πολλὰ παρηγορῶν καὶ διδάσκων τοὺς συστρατήγους ὁ Ἀριστείδης, μάλιστα δὲ Λεωκράτη καὶ Μυρωνίδην, ἔσχε καὶ συνέπεισε τὴν κρίσιν ἐφεῖναι τοῖς Ἕλλησιν.
このため、アテナイ人が武勲の褒賞をスパルタ人に譲らず、彼らが戦勝記念碑を建てることも認めなかったため、もしアリステイデスが同僚の将軍たち、特にレオクラテスとミュロニデスを大いに宥め説得して引き留め、その裁定をギリシア人たちに委ねるよう同意させていなければ、武器を手にして分裂したギリシア人の国事は、直ちに破滅へと至る直前であった。
§20.2ἐνταῦθα βουλευομένων τῶν Ἑλλήνων Θεογείτων μὲν ὁ Μεγαρεὺς εἶπεν, ὡς ἑτέρᾳ πόλει δοτέον εἴη τὸ ἀριστεῖον, εἰ μὴ βούλονται συνταράξαι πόλεμον ἐμφύλιον·
そこでギリシア人たちが審議していたところ、メガラ人のテオゲイトンが、もし内戦を引き起こしたくないのであれば、別のポリスに武勲の褒賞を授けるべきであると言った。
ἐπὶ τούτῳ δʼ ἀναστὰς Κλεόκριτος ὁ Κορίνθιος δόξαν μὲν παρέσχεν ὡς Κορινθίοις αἰτήσων τὸ ἀριστεῖον·
これに対して、コリントス人のクレオクリトスが立ち上がり、コリントスのために武勲を要求するつもりであるかのような印象を与えた。
ἦν γὰρ ἐν ἀξιώματι μεγίστῳ μετὰ τὴν Σπάρτην καὶ τὰς Ἀθήνας ἡ Κόρινθος·
というのも、コリントスはスパルタとアテナイに次いで最大の威信を有していたからである。
εἶπε δὲ πᾶσιν ἀρέσαντα καὶ θαυμαστὸν λόγον ὑπὲρ Πλαταιέων, καὶ συνεβούλευσε τὴν φιλονεικίαν ἀνελεῖν ἐκείνοις τὸ ἀριστεῖον ἀποδόντας, οἷς οὐδετέρους τιμωμένοις ἄχθεσθαι.
しかし彼はプラタイアイ人のために、一同を満足させる見事な意見を述べ、彼ら(プラタイアイ人)が栄誉を授けられることに対してどちらの側も不満を抱かないであろうから、彼らに武勲を与えることでこの争いを解消するようにと勧告した。
§20.3ῥηθέντων δὲ τούτων πρῶτος μὲν Ἀριστείδης συνεχώρησεν ὑπὲρ τῶν Ἀθηναίων, ἔπειτα Παυσανίας ὑπὲρ τῶν Λακεδαιμονίων.
これらのことが語られると、まず最初にアリステイデスがアテナイ人のために同意し、次にパウサニアスがラケダイモン人のために同意した。
οὕτω δὲ διαλλαγέντες ἐξεῖλον ὀγδοήκοντα τάλαντα τοῖς Πλαταιεῦσιν, ἀφʼ ὧν τὸ τῆς Ἀθηνᾶς ἀνῳκοδόμησαν ἱερὸν καὶ τὸ ἕδος ἔστησαν καὶ γραφαῖς τὸν νεὼν διεκόσμησαν, αἳ μέχρι νῦν ἀκμάζουσαι διαμένουσιν, ἔστησαν δὲ τρόπαιον ἰδίᾳ μὲν Λακεδαιμόνιοι, χωρὶς δʼ Ἀθηναῖοι.
このようにして彼らは和解し、プラタイアイ人のために八十タラントンを取り分けた。 プラタイアイ人はその資金からアテナの神殿を再建し、御神像を据え、絵画で神殿を飾った。 それらの絵画は今日まで色褪せることなく残っている。 一方、ラケダイモン人は個別に、アテナイ人もそれとは別に、それぞれ戦勝記念碑を建てた。
§20.4περὶ δὲ θυσίας ἐρομένοις αὐτοῖς ἀνεῖλεν ὁ Πύθιος Διὸς ἐλευθερίου βωμὸν ἱδρύσασθαι, θῦσαι δὲ μὴ πρότερον ἢ τὸ κατὰ τὴν χώραν πῦρ ἀποσβέσαντας ὡς ὑπὸ τῶν βαρβάρων μεμιασμένον ἐναύσασθαι καθαρὸν ἐκ Δελφῶν ἀπὸ τῆς κοινῆς ἑστίας.
彼らが犠牲の捧げ方について尋ねると、ピュティアの神は、自由の神ゼウスの祭壇を築くこと、そして、蛮族によって汚されたものとして国内の火をすべて消し、デルポイの共同の炉から清らかな火を点じるまでは、犠牲を捧げてはならないという神託を下した。
οἱ μὲν οὖν ἄρχοντες τῶν Ἑλλήνων περιιόντες εὐθὺς ἠνάγκαζον ἀποσβεννύναι τὰ πυρὰ πάντα τοὺς χρωμένους, ἐκ δὲ Πλαταιέων Εὐχίδας ὑποσχόμενος ὡς ἐνδέχεται τάχιστα κομιεῖν τὸ παρὰ τοῦ θεοῦ πῦρ ἧκεν εἰς Δελφούς.
そこでギリシア人の指導者たちは巡回し、火を使っているすべての人々に直ちにすべての火を消させ、一方、プラタイアイ人のエウキダスは、できる限り速やかに神の火を持ち帰ることを約束して、デルポイへと赴いた。
§20.5ἁγνίσας δὲ τὸ σῶμα καὶ περιρρανάμενος ἐστεφανώσατο δάφνῃ·
彼は身体を清めて水を浴び、月桂樹の冠を戴いた。
καὶ λαβὼν ἀπὸ τοῦ βωμοῦ τὸ πῦρ δρόμῳ πάλιν εἰς τὰς Πλαταιὰς ἐχώρει καὶ πρὸ ἡλίου δυσμῶν ἐπανῆλθε, τῆς αὐτῆς ἡμέρας χιλίους σταδίους κατανύσας.
そして祭壇から火を受け取ると、再びプラタイアイへと向けて走り出し、同じ日に千スタディオンの距離を走破して、日没前に戻ってきた。
ἀσπασάμενος δὲ τοὺς πολίτας καὶ τὸ πῦρ παραδοὺς εὐθὺς ἔπεσε καὶ μετὰ μικρὸν ἐξέπνευσεν.
彼は市民たちに挨拶をし、火を手渡すと、その場で倒れ、間もなく息を引き取った。
ἀγάμενοι δʼ αὐτὸν οἱ Πλαταιεῖς ἔθαψαν ἐν τῷ ἱερῷ τῆς Εὐκλείας Ἀρτέμιδος, ἐπιγράψαντες τόδε τὸ τετράμετρον·
プラタイアイ人は彼を称えてエウクレイア・アルテミスの聖所に葬り、次の四歩格の詩碑を刻んだ。
"
Εὐχίδας Πυθῶδε θρέξας ἦλθε τᾷδʼ αὐθημερόν.
"エウキダスはピュトへと走り、同じ日にここに戻ってきた。
" §20.6τὴν δʼ Εὔκλειαν οἱ μὲν πολλοὶ καὶ καλοῦσι καὶ νομίζουσιν Ἄρτεμιν, ἔνιοι δέ φασιν Ἡρακλέους μὲν θυγατέρα καὶ Μυρτοῦς γενέσθαι, τῆς Μενοιτίου μὲν θυγατρός, Πατρόκλου δʼ ἀδελφῆς, τελευτήσασαν δὲ παρθένον ἔχειν παρά τε Βοιωτοῖς καὶ Λοκροῖς τιμάς.
"多くの人々はエウクレイアをアルテミスと呼び、またそのようにみなしているが、ある人々は、彼女はヘラクラスとミュルトの娘であり(ミュルトはメノイティオスの娘で、パトロクロスの姉妹)、処女のまま亡くなったため、ボイオティア人とロクリス人の間で崇拝されているのだと言う。
βωμὸς γὰρ αὐτῇ καὶ ἄγαλμα κατὰ πᾶσαν ἀγορὰν ἵδρυται, καὶ προθύουσιν αἵ τε γαμούμεναι καὶ οἱ γαμοῦντες.
なぜなら、彼女の祭壇と像はすべての広場に築かれており、結婚を控えた男女が事前に犠牲を捧げるからである。