Humanitext Reader

普鲁塔克 · 阿里斯提德传 §21.1-21.4

普拉提亚协议与阵亡将士悼念仪式

第 21 段,共 27 段 · 希腊语

内容简介

阿里斯泰德提议在普拉提亚设立年度大会和五年一度的竞技会,以及普拉提亚人至今仍在履行的纪念希腊战死者的年度祭祀仪式的详细过程。

§21.1ἐκ τούτου γενομένης ἐκκλησίας κοινῆς τῶν Ἑλλήνων ἔγραψεν Ἀριστείδης ψήφισμα συνιέναι μὲν εἰς Πλαταιὰς καθʼ ἕκαστον ἐνιαυτὸν ἀπὸ τῆς Ἑλλάδος προβούλους καὶ θεωρούς, ἄγεσθαι δὲ πενταετηρικὸν ἀγῶνα τῶν Ἐλευθερίων. εἶναι δὲ σύνταξιν Ἑλληνικὴν μυρίας μὲν ἀσπίδας, χιλίους δὲ ἵππους, ναῦς δʼ ἑκατὸν ἐπὶ τὸν πρὸς βαρβάρους πόλεμον, Πλαταιεῖς δʼ ἀσύλους καὶ ἱεροὺς ἀφεῖσθαι τῷ θεῷ θύοντας ὑπὲρ τῆς Ἑλλάδος.
在此之后,召开了希腊人的联席会议,阿里斯泰德提出了一项法令:每年应当有来自希腊各地的代表和祭祀使节聚集在普拉提亚,并且每五年举行一次“埃勒乌特里亚”(自由节)竞技会;此外,为了对付蛮族的战争,应当建立一个由一万盾牌兵、一千骑兵和一百艘战船组成的希腊联军,而普拉提亚人则应被免除一切侵害并奉为神圣,代表希腊向神明献祭。
§21.2κυρωθέντων δὲ τούτων οἱ Πλαταιεῖς ὑπεδέξαντο τοῖς πεσοῦσι καὶ κειμένοις αὐτόθι τῶν Ἑλλήνων ἐναγίζειν καθʼ ἕκαστον ἐνιαυτόν.
这些条款通过后,普拉提亚人承诺每年向在此战死并安葬的希腊人进行死者祭祀。
καὶ τοῦτο μέχρι νῦν δρῶσι τόνδε τὸν τρόπον· τοῦ Μαιμακτηριῶνος μηνός, ὅς ἐστι παρὰ Βοιωτοῖς Ἀλαλκομένιος, τῇ ἕκτῃ ἐπὶ δέκα πέμπουσι πομπήν, ἧς προηγεῖται μὲν ἅμʼ ἡμέρᾳ σαλπιγκτὴς ἐγκελευόμενος τὸ πολεμικόν, ἕπονται δʼ ἅμαξαι μυρρίνης μεσταὶ καὶ στεφανωμάτων καὶ μέλας ταῦρος καὶ χοὰς οἴνου καὶ γάλακτος ἐν ἀμφορεῦσιν ἐλαίου τε καὶ μύρου κρωσσοὺς νεανίσκοι κομίζοντες ἐλεύθεροι· δούλῳ γὰρ οὐδενὸς ἔξεστι τῶν περὶ τὴν διακονίαν ἐκείνην προσάψασθαι διὰ τὸ τοὺς ἄνδρας ἀποθανεῖν ὑπὲρ ἐλευθερίας·
直至今日,他们依然用以下方式进行这一仪式:在迈马克特里翁月(在波奥提亚人那里是阿拉尔科梅尼奥斯月)的第十六天,他们派出游行队伍。 天刚亮时,由一名吹奏战役号角的号手领头,随后是装满香桃木和花冠的车辆、一头黑公牛,以及由自由身份的青年携带的装在双耳瓶中的葡萄酒与牛奶的奠酒,还有装有油和香膏的罐子;因为任何奴隶都不得接触与那项侍奉有关的任何物件,因为那些人是为自由而死的。
§21.3ἐπὶ πᾶσι δὲ τῶν Πλαταιέων ὁ ἄρχων, ᾧ τὸν ἄλλον χρόνον οὔτε σιδήρου θιγεῖν ἔξεστιν οὔθʼ ἑτέραν ἐσθῆτα πλὴν λευκῆς ἀναλαβεῖν, τότε χιτῶνα φοινικοῦν ἐνδεδυκὼς ἀράμενός τε ὑδρίαν ἀπὸ τοῦ γραμματοφυλακίου ξιφήρης ἐπὶ τοὺς τάφους προάγει διὰ μέσης τῆς πόλεως.
在所有人后面走着普拉提亚的执政官,他平时既不被允许触摸铁器,也不得穿着除白色以外的衣服,但此时他穿着绯红色的宽外衣,从档案馆里提着水罐,佩带着剑,穿过市中心走向墓地。
§21.4εἶτα λαβὼν ὕδωρ ἀπὸ τῆς κρήνης αὐτὸς ἀπολούει τε τὰς στήλας καὶ μύρῳ χρίει, καὶ τὸν ταῦρον εἰς τὴν πυρὰν σφάξας καὶ κατευξάμενος Διῒ καὶ Ἑρμῇ χθονίῳ παρακαλεῖ τοὺς ἀγαθοὺς ἄνδρας τοὺς ὑπὲρ τῆς Ἑλλάδος ἀποθανόντας ἐπὶ τὸ δεῖπνον καὶ τὴν αἱμοκουρίαν.
接着,他从泉水中取水,亲自洗净墓碑并涂抹香膏,并在柴堆上宰杀公牛,向宙斯和地府的赫尔墨斯祈祷后,邀请为希腊而死的勇士们来享用宴席和血祭。
ἔπειτα κρατῆρα κεράσας οἴνου καὶ χεάμενος ἐπιλέγει· προπίνω τοῖς ἀνδράσι τοῖς ὑπὲρ τῆς ἐλευθερίας τῶν Ἑλλήνων ἀποθανοῦσι.
随后,他调好一混酒器葡萄酒,在倾倒奠酒时说道: “我向那些为希腊人的自由而死的勇士们敬酒。
ταῦτα μὲν οὖν ἔτι καὶ νῦν διαφυλάττουσιν οἱ Πλαταεῖς.
” 这些事情,普拉提亚人直至今日依然在恪守。

词汇与语法注释

  1. §21.1ἔγραψεν Ἀριστείδης ψήφισμα συνιέναι μὲν ... ἄγεσθαι δὲ ... εἶναι δὲ ... ἀφεῖσθαι — 紧随动词“ἔγραψεν”(提议)与名词“ψήφισμα”(法令),一系列不定式(“συνιέναι”、“ἄγεσθαι”、“εἶναι”、“ἀφεῖσθαι”)以带对格的不定式结构出现,用以表达法令的具体条款(间接引语或具有命令、义务色彩的不定式),这是记述法令内容的标准文体。
  2. §21.2δούλῳ γὰρ οὐδενὸς ἔξεστι τῶν περὶ τὴν διακονίαν ἐκείνην προσάψασθαι — 无人称动词“ἔξεστι”(允许)接与格“δούλῳ”(奴隶),并以中动因不定式“προσάψασθαι”(触摸)作为其主语。作为表示身体接触的动词,“προσάψασθαι”支配属格宾语“οὐδενὸς τῶν περὶ...”。
  3. §21.3ᾧ τὸν ἄλλον χρόνον οὔτε σιδήρου θιγεῖν ἔξεστιν — 关系代词与格“ᾧ”(指代执政官)由无人称动词“ἔξεστιν”支配。“τὸν ἄλλον χρόνον”是表示时间持续的对格(意为“平时”、“在其他时候”),而不定式“θιγεῖν”(触摸)作为表示接触的动词,支配属格宾语“сиδήρου”(铁)。

引用这一段

普鲁塔克, 阿里斯提德传 §21.1-21.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg024.humanitext-grc2:21.1-21.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。