§2.1Ἀριστείδης δὲ Κλεισθένους μὲν τοῦ καταστησαμένου τὴν πολιτείαν μετὰ τοὺς τυράννους ἑταῖρος γενόμενος, ζηλώσας δὲ καὶ θαυμάσας μάλιστα τῶν πολιτικῶν ἀνδρῶν Λυκοῦργον τὸν Λακεδαιμόνιον, ἥψατο μὲν ἀριστοκρατικῆς πολιτείας, ἔσχε δʼ ἀντιτασσόμενον ὑπὲρ τοῦ δήμου Θεμιστοκλέα τὸν Νεοκλέους.
阿里斯提德成为了在僭主统治后确立政体的克莱斯提尼的同伴,但在政治家当中,他最推崇和仰慕拉刻代蒙的吕库古,因而致力于贵族制的政体,并与为平民代言的尼奥克勒斯之子地米斯托克利针锋相对。
ἔνιοι μὲν οὖν φασιν παῖδας ὄντας αὐτοὺς καὶ συντρεφομένους ἀπʼ ἀρχῆς ἐν παντὶ καὶ σπουδῆς ἐχομένῳ καὶ παιδιᾶς πράγματι καὶ λόγῳ διαφέρεσθαι πρὸς ἀλλήλους, §2.2καὶ τὰς φύσεις εὐθὺς ὑπὸ τῆς φιλονεικίας ἐκείνης ἀνακαλύπτεσθαι, τὴν μὲν εὐχερῆ καὶ παράβολον καὶ πανοῦργον οὖσαν καὶ μετʼ ὀξύτητος ἐπὶ πάντα ῥᾳδίως φερομένην, τὴν δʼ ἱδρυμένην ἐν ἤθει βεβαίῳ καὶ πρὸς τὸ δίκαιον ἀτενῆ, ψεῦδος δὲ καὶ βωμολοχίαν καὶ ἀπάτην οὐδʼ ἐν παιδιᾶς τινι τρόπῳ προσιεμένην.
因此,有人说他们还是孩子并一起长大时,从一开始在任何言行上,无论是严肃的还是嬉戏的,都彼此对立;并且他们的本性立刻通过那种竞争显露出来:一方随和、冒险且诡计多端,带着敏捷轻易地投投身于一切事物;另一方则立足于坚定的品格,专心于正义,即使在任何嬉戏的形式中也不容许谎言、粗俗和欺骗。
ἀρίστων δʼ ὁ Κεῖος ἐξ ἐρωτικῆς ἀρχῆς γενέσθαι φησὶ καὶ προελθεῖν ἐπὶ τοσοῦτον τὴν ἔχθραν αὐτῶν.
然而,刻奥斯的阿里斯顿说,他们的敌意源于一段爱情的开端,并发展到了如此地步。
§2.3Στησίλεω γάρ, ὃς ἦν γένει Κεῖος, ἰδέᾳ τε καὶ μορφῇ σώματος πολὺ τῶν ἐν ὥρᾳ λαμπρότατος, ἀμφοτέρους ἐρασθέντας οὐ μετρίως ἐνεγκεῖν τὸ πάθος οὐδʼ ἅμα λήγοντι τῷ κάλλει τοῦ παιδὸς ἀποθέσθαι τὴν φιλονεικίαν, ἀλλʼ ὥσπερ ἐγγυμνασαμένους ἐκείνῃ πρὸς τὴν πολιτείαν εὐθὺς ὁρμῆσαι διαπύρους ὄντας καὶ διαφόρως ἔχοντας.
因为他们两人都深深爱上了斯特西劳斯(他出身于刻奥斯,在青春妙龄的青年中,其容貌和体态远为最耀眼),无法适度地承受这股激情;当少年的美貌消逝时,他们也没有放下竞争,反而好像在那件事中得到了锻炼,立刻带着炽热的激情和分歧投身于政治。
§2.4ὁ μὲν οὖν Θεμιστοκλῆς εἰς ἑταιρείαν ἐμβαλὼν ἑαυτὸν εἶχε πρόβλημα καὶ δύναμιν οὐκ εὐκαταφρόνητον, ὥστε καὶ πρὸς τὸν εἰπόντα καλῶς αὐτὸν ἄρξειν Ἀθηναίων, ἄνπερ ἴσος ᾖ καὶ κοινὸς ἅπασι
μηδέποτε,
εἰπεῖν,
εἰς τοῦτον ἐγὼ καθίσαιμι τὸν θρόνον, ἐν ᾧ πλέον οὐδὲν ἕξουσιν οἱ φίλοι παρʼ ἐμοὶ τῶν ἀλλοτρίων·
于是地米斯托克利将自己置于政治结社之中,拥有了不容小觑的护卫和势力,以至于对那个说“只要你对所有人平等和公正,就能很好地统治雅典人”的人,他甚至回答说: “愿我永远不要坐上那张宝座,在上面我的朋友从我这里得到的并不比陌生人多!
§2.5Ἀριστείδης δὲ καθʼ ἑαυτὸν ὥσπερ ὁδὸν ἰδίαν ἐβάδιζε διὰ τῆς πολιτείας, πρῶτον μὲν οὐ βουλόμενος συναδικεῖν τοῖς ἑταίροις ἢ λυπηρὸς εἶναι μὴ χαριζόμενος, ἔπειτα τὴν ἀπὸ τῶν φίλων δύναμιν οὐκ ὀλίγους ἰδὼν ἐπαίρουσαν ἀδικεῖν ἐφυλάττετο, μόνῳ τῷ χρηστὰ καὶ δίκαια πράττειν καὶ λέγειν ἀξιῶν θαρρεῖν τὸν ἀγαθὸν πολίτην.
” 而阿里斯提德在政治中则仿佛走着一条属于自己的独特道路:首先,他不愿与同伴一起作恶,也不愿因不给予恩惠而令人不快;其次,他看到来自朋友的势力煽动不少人作恶,因而保持警惕,认为一个好的公民应当只依靠做和说有益且正义的事来获得信心。