§15.1μετὰ δὲ τὴν ἱππομαχίαν ἀμφότεροι μάχης ἔσχοντο χρόνον πολύν·
騎兵戦の後、双方は長い間、戦闘を控えた。
ἀμυνομένοις γὰρ οἱ μάντεις νίκην προὔφαινον ἐκ τῶν ἱερῶν ὁμοίως καὶ τοῖς Πέρσαις καὶ τοῖς Ἕλλησιν, εἰ δʼ ἐπιχειροῖεν, ἧτταν.
というのも、予言者たちが犠牲獣の兆候から、ペルシア人にとってもギリシア人にとっても同様に、防衛する者たちには勝利を、もし攻撃を仕掛けるなら敗北を予言していたからである。
ἔπειτα Μαρδόνιος, ὡς αὐτῷ μὲν ἡμερῶν ὀλίγων τὰ ἐπιτήδεια περιῆν, οἱ δʼ Ἕλληνες ἀεί τινων ἐπιρρεόντων πλείονες ἐγίνοντο, δυσανασχετῶν ἔγνω μηκέτι μένειν, ἀλλὰ διαβὰς ἅμα φάει τὸν Ἀσωπὸν ἐπιθέσθαι τοῖς Ἕλλησιν ἀπροσδοκήτως·
その後、マルドニオスは、自分たちには数日分の食糧しか残っておらず、他方ギリシア人たちは常に新たな兵が流入して増え続けていることに耐えかね、もはや待つことなく、夜明けとともにアソポス川を渡ってギリシア人たちを不意に襲撃することを決意した。
καὶ παράγγελμα τοῖς ἡγεμόσιν ἑσπέρας ἔδωκε.
そして、夕方に将領たちに命令を下した。
§15.2μεσούσης δὲ μάλιστα τῆς νυκτὸς ἀνὴρ ἵππον ἔχων ἀτρέμα προσεμίγνυε τῷ στρατοπέδῳ τῶν Ἑλλήνων·
真夜中ごろ、一人の男が馬を伴って静かにギリシア人の陣営に近づいてきた。
ἐντυχὼν δὲ ταῖς φυλακαῖς ἐκέλευεν αὐτῷ προσελθεῖν Ἀριστείδην τὸν Ἀθηναῖον.
そして歩哨たちに出会うと、アテナイ人のアリステイデスを自分のところに来させるよう求めた。
ὑπακούσαντος δὲ ταχέως ἔφησεν·
アリステイデスが素早く応じてやってくると、男は言った。
εἰμὶ μὲν Ἀλέξανδρος ὁ Μακεδών, ἥκω δὲ κινδύνων τὸν μέγιστον εὐνοίᾳ τῇ πρὸς ὑμᾶς αἰρόμενος, ὡς μὴ τὸ αἰφνίδιον ἐκπλήξειεν ὑμᾶς χεῖρον ἀγωνίσασθαι.
「私はマケドニアのアレクサンドロスである。 あなたがたへの好意から、最大の危険を冒してやってきた。 突然の出来事があなたがたを驚かせ、それによって実力を発揮できずに戦うことのないように。
§15.3μαχεῖται γὰρ ὑμῖν Μαρδόνιος αὔριον, οὐχ ὑπʼ ἐλπίδος χρηστῆς οὐδὲ θάρσους, ἀλλʼ ἀπορίας τῶν παρόντων, ἐπεὶ καὶ μάντεις ἐκεῖνον ἀπαισίοις ἱεροῖς καὶ λογίοις χρησμῶν εἴργουσι μάχης, καὶ τὸν στρατὸν ἔχει δυσθυμία πολλὴ καὶ κατάπληξις.
というのも、マルドニオスは明日あなたがたと戦うつもりだが、それは良い希望や確信からではなく、現状の窮乏からである。 なぜなら、予言者たちも不吉な犠牲獣の兆候や神託のお告げによって彼が戦うのを押しとどめており、軍勢にも大きな落胆と恐怖が広がっているからだ。
ἀλλʼ ἀνάγκη τολμῶντα πειρᾶσθαι τῆς τύχης ἢ τὴν ἐσχάτην ὑπομένειν ἀπορίαν καθεζόμενον.
しかし、あえて運を天に任せて試みるか、さもなければ、とどまったまま極限の窮乏に耐えるしかないのだ。
§15.4ταῦτα φράσας ὁ Ἀλέξανδρος ἐδεῖτο τὸν Ἀριστείδην αὐτὸν εἰδέναι καὶ μνημονεύειν, ἑτέρῳ δὲ μὴ κατειπεῖν.
」このように語ると、アレクサンドロスは、アリステイデス自身がこれを知って心に留め、他の者には漏らさないようにと懇願した。
ὁ δʼ οὐ καλῶς ἔχειν ἔφη ταῦτα Παυσανίαν ἀποκρύψασθαι, ἐκείνῳ γὰρ ἀνακεῖσθαι τὴν ἡγεμονίαν, πρὸς δὲ τοὺς ἄλλους ἄρρητα πρὸ τῆς μάχης ἔδοξεν ἔσεσθαι, νικώσης δὲ τῆς Ἑλλάδος οὐδένα τὴν Ἀλεξάνδρου προθυμίαν καὶ ἀρετὴν ἀγνοήσειν.
しかしアリステイデスは、これをパウサニアスに隠しておくのは良くない、なぜなら彼に総指揮権が委ねられているからだ、と言った。 ただし、他の人々に対しては戦いの前には秘密にされるべきであるとし、ギリシアが勝利したときには、アレクサンドロスの熱意と功績を誰も知らないままにはしないだろう、ということになった。
§15.5λεχθέντων δὲ τούτων ὅ τε βασιλεὺς τῶν Μακεδόνων ἀπήλαυνεν ὀπίσω πάλιν, ὅ τε Ἀριστείδης ἀφικόμενος ἐπὶ τὴν σκηνὴν τοῦ Παυσανίου διηγεῖτο τοὺς λόγους·
これらのことが語られると、マケドニアの王は再び引き返していき、アリステイデスはパウサニアスの天幕に行ってその話を伝えた。
καὶ μετεπέμποντο τοὺς ἄλλους ἡγεμόνας καὶ παρήγγελλον ἐν κόσμῳ τὸν στρατὸν ἔχειν, ὡς μάχης ἐσομένης.
そして彼らは他の将領たちを呼び寄せ、戦いがあるものとして、軍勢を整えておくよう命じた。