Humanitext Reader

普鲁塔克 · 阿里斯提德传 §15.1-15.5

马其顿王亚历山大的深夜密报

第 15 段,共 27 段 · 希腊语

内容简介

在两军对峙并避免交战期间,马其顿国王亚历山大深夜秘密造访希腊军营,向阿里斯泰德透露马多尼乌斯计划于次日发起总攻。

§15.1μετὰ δὲ τὴν ἱππομαχίαν ἀμφότεροι μάχης ἔσχοντο χρόνον πολύν· ἀμυνομένοις γὰρ οἱ μάντεις νίκην προὔφαινον ἐκ τῶν ἱερῶν ὁμοίως καὶ τοῖς Πέρσαις καὶ τοῖς Ἕλλησιν, εἰ δʼ ἐπιχειροῖεν, ἧτταν.
骑兵战之后,双方在很长一段时间内都避免交战;因为对于波斯人和希腊人双方,预言家都从祭品中预示,如果防守则获得胜利,但如果主动进攻,则会遭到失败。
ἔπειτα Μαρδόνιος, ὡς αὐτῷ μὲν ἡμερῶν ὀλίγων τὰ ἐπιτήδεια περιῆν, οἱ δʼ Ἕλληνες ἀεί τινων ἐπιρρεόντων πλείονες ἐγίνοντο, δυσανασχετῶν ἔγνω μηκέτι μένειν, ἀλλὰ διαβὰς ἅμα φάει τὸν Ἀσωπὸν ἐπιθέσθαι τοῖς Ἕλλησιν ἀπροσδοκήτως· καὶ παράγγελμα τοῖς ἡγεμόσιν ἑσπέρας ἔδωκε.
此后,马多尼乌斯因自己仅剩下几天的粮食,而希腊人因不断有新兵涌入而人数日益增多,他焦躁不安,决定不再等待,而是要在黎明时分渡过阿索波斯河,对希腊人发起出其不意的袭击;他在傍晚向将领们下达了命令。
§15.2μεσούσης δὲ μάλιστα τῆς νυκτὸς ἀνὴρ ἵππον ἔχων ἀτρέμα προσεμίγνυε τῷ στρατοπέδῳ τῶν Ἑλλήνων· ἐντυχὼν δὲ ταῖς φυλακαῖς ἐκέλευεν αὐτῷ προσελθεῖν Ἀριστείδην τὸν Ἀθηναῖον.
大约在半夜,一个骑着马的人悄悄地接近了希腊人的营地;他遇到哨兵后,要求他们叫雅典人阿里斯泰德到他这里来。
ὑπακούσαντος δὲ ταχέως ἔφησεν· εἰμὶ μὲν Ἀλέξανδρος ὁ Μακεδών, ἥκω δὲ κινδύνων τὸν μέγιστον εὐνοίᾳ τῇ πρὸς ὑμᾶς αἰρόμενος, ὡς μὴ τὸ αἰφνίδιον ἐκπλήξειεν ὑμᾶς χεῖρον ἀγωνίσασθαι.
阿里斯泰德迅速响应前来,那人便说道: “我是马其顿的亚历山大,我出于对你们的善意,冒着最大的危险来到这里,以免突如其来的变故使你们惊慌失措,导致你们战斗得更差。
§15.3μαχεῖται γὰρ ὑμῖν Μαρδόνιος αὔριον, οὐχ ὑπʼ ἐλπίδος χρηστῆς οὐδὲ θάρσους, ἀλλʼ ἀπορίας τῶν παρόντων, ἐπεὶ καὶ μάντεις ἐκεῖνον ἀπαισίοις ἱεροῖς καὶ λογίοις χρησμῶν εἴργουσι μάχης, καὶ τὸν στρατὸν ἔχει δυσθυμία πολλὴ καὶ κατάπληξις.
因为马多尼乌斯明天将与你们开战,这并非出于美好的希望或信心,而是因为眼前的困境;因为甚至预言家也通过不祥的祭品和神谕阻止他交战,而且军队中也充满了极大的沮丧和恐慌。
ἀλλʼ ἀνάγκη τολμῶντα πειρᾶσθαι τῆς τύχης ἢ τὴν ἐσχάτην ὑπομένειν ἀπορίαν καθεζόμενον.
但他必须冒险尝试运气,否则留在原地就得忍受极度的匮乏。
§15.4ταῦτα φράσας ὁ Ἀλέξανδρος ἐδεῖτο τὸν Ἀριστείδην αὐτὸν εἰδέναι καὶ μνημονεύειν, ἑτέρῳ δὲ μὴ κατειπεῖν.
” 亚历山大说完这些,请求阿里斯泰德自己知晓并记住,而不要告诉其他人。
ὁ δʼ οὐ καλῶς ἔχειν ἔφη ταῦτα Παυσανίαν ἀποκρύψασθαι, ἐκείνῳ γὰρ ἀνακεῖσθαι τὴν ἡγεμονίαν, πρὸς δὲ τοὺς ἄλλους ἄρρητα πρὸ τῆς μάχης ἔδοξεν ἔσεσθαι, νικώσης δὲ τῆς Ἑλλάδος οὐδένα τὴν Ἀλεξάνδρου προθυμίαν καὶ ἀρετὴν ἀγνοήσειν.
但阿里斯泰德说,对保萨尼亚斯隐瞒这些是不对的,因为总指挥权在他手中;不过双方商定,在战斗前不向其他人透露此事,如果希腊获胜,任何人也都不会忘记亚历山大的热忱和功绩。
§15.5λεχθέντων δὲ τούτων ὅ τε βασιλεὺς τῶν Μακεδόνων ἀπήλαυνεν ὀπίσω πάλιν, ὅ τε Ἀριστείδης ἀφικόμενος ἐπὶ τὴν σκηνὴν τοῦ Παυσανίου διηγεῖτο τοὺς λόγους· καὶ μετεπέμποντο τοὺς ἄλλους ἡγεμόνας καὶ παρήγγελλον ἐν κόσμῳ τὸν στρατὸν ἔχειν, ὡς μάχης ἐσομένης.
说完这些话,马其顿国王便转身骑马回去了,而阿里斯泰德来到保萨尼亚斯的帐篷,陈述了这些话;他们便召集其他将领,命令他们整顿军队,准备迎接即将到来的战斗。

词汇与语法注释

  1. 15.1μάχης ἔσχοντο — 动词 ἔχω 的中间介词态 ἔχομαι 搭配属格,在此表示“避免、克制、停止”某事。鉴于下文预言家向进攻方预示失败,此处应理解为双方“避免”交战。
  2. 15.1ὡς αὐτῷ μὲν ἡμερῶν ὀλίγων τὰ ἐπιτήδεια περιῆν — 属格 ἡμερῶν ὀλίγων 表示数量或持续时间,意为“几天的”。动词 περιῆν 意为“剩下、残留”。
  3. 15.2ὡς μὴ τὸ αἰφνίδιογ ἐκπλήξειεν ὑμᾶς χεῖρον ἀγωνίσασθαι — 连词 ὡς μή 搭配希求法(ἐκπλήξειεν)引导否定目的从句(“以免……”)。不定式 χεῖρον ἀγωνίσασθαι 在表示惊恐的动词后作结果或限定状语(“以免突发事件使你们惊慌,从而导致你们发挥更差”)。
  4. 15.4πρὸς δὲ τοὺς ἄλλους ἄρρητα πρὸ τῆς μάχης ἔδοξεν ἔσεσθαι — 无人称动词 ἔδοξε(决定、商定)的句式。不定式 ἔσεσθαι 的语义主语是中性复数形容词 ἄρρητα(不言说、保密之事),指代上文提及的信息,整句意为“双方商定,在战斗前对其他人保守秘密”。

引用这一段

普鲁塔克, 阿里斯提德传 §15.1-15.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg024.humanitext-grc2:15.1-15.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。