§14.1μετὰ ταῦτα Μαρδόνιος, ᾧ πλεῖστον ἐδόκει διαφέρειν, τῶν Ἑλλήνων ἀπεπειρᾶτο, τὴν ἵππον ἀθρόαν αὐτοῖς ἐφεὶς καθεζομένοις ὑπὸ τὸν πρόποδα τοῦ Κιθαιρῶνος ἐν χωρίοις ὀχυροῖς καὶ πετρώδεσι πλὴν Μεγαρέων.
この後、マルドニオスは、彼が最も優れていると考えていた兵力をもってギリシア人に挑み、キタイロン山の麓の、メガラ人を除く他のギリシア人が陣取っていた険しく岩の多い場所に、騎兵を一斉に放った。
οὗτοι δὲ τρισχίλιοι τὸ πλῆθος ὄντες ἐν τοῖς ἐπιπέδοις μᾶλλον ἐστρατοπεδεύοντο.
メガラ人は、その数が三千人であったが、むしろ平坦な場所に陣を敷いていた。
διὸ καὶ κακῶς ἔπασχον ὑπὸ τῆς ἵππου ῥυείσης ἐπʼ αὐτοὺς καὶ προσβολὰς ἐχούσης πανταχόθεν.
そのため、彼らに襲いかかり、四方から攻撃を加える騎兵によって、ひどい痛手を受けていた。
§14.2ἔπεμπον οὖν ἄγγελον κατὰ τάχος πρὸς Παυσανίαν βοηθεῖν κελεύοντες, ὡς οὐ δυνάμενοι καθʼ αὑτοὺς ὑποστῆναι τὸ τῶν βαρβάρων πλῆθος.
そこで彼らはパウサニアスのもとに急ぎ使者を送り、自分たちだけでは異民族の大軍を支えきれないとして、救援を求めた。
ταῦτα Παυσανίας ἀκούων, ἤδη δὲ καὶ καθορῶν ἀποκεκρυμμένον ἀκοντισμάτων καὶ τοξευμάτων πλήθει τὸ στρατόπεδον τῶν Μεγαρέων καὶ συνεσταλμένους αὐτοὺς εἰς ὀλίγον, αὐτὸς μὲν ἀμήχανος ἦν πρὸς ἱππότας ἀμύνειν ὁπλιτικῇ φάλαγγι καὶ βαρείᾳ τῇ Σπαρτιατῶν,
パウサニアスはこれを聞き、さらにメガラ人の陣営が投げ槍や矢の群れによって覆い隠され、彼らが狭い場所に追い詰められているのを、すでに自らも目撃していたが、彼自身は、スパルタ人の重装で鈍重なファランクスをもって騎兵に対抗することに、途方に暮れていた。
§14.3τοῖς δʼ ἄλλοις στρατηγοῖς καὶ λοχαγοῖς τῶν Ἑλλήνων περὶ αὐτὸν οὖσι προὔθετο ζῆλον ἀρετῆς καὶ φιλοτιμίας, εἰ δή τινες ἑκόντες ἀναδέξαιντο προαγωνίσασθαι καὶ βοηθῆσαι τοῖς Μεγαρεῦσι.
そこで彼は、周囲にいた他のギリシア人の将軍たちや隊長たちに対して、誰か志願して先頭に立って戦い、メガラ人を救援する者がいるかどうか、勇気と名誉欲の競争を促した。
τῶν δʼ ἄλλων ὀκνούντων Ἀριστείδης ἀναδεξάμενος ὑπὲρ τῶν Ἀθηναίων τὸ ἔργον ἀποστέλλει τὸν προθυμότατον τῶν λοχαγῶν Ὀλυμπιόδωρον, ἔχοντα τοὺς ὑπʼ αὐτῷ τεταγμένους λογάδας τριακοσίους καὶ τοξότας ἀναμεμιγμένους σὺν αὐτοῖς.
他の者たちが躊躇する中、アリステイデスがアテナイ人を代表してその任務を引き受け、隊長の中で最も熱心なオリンピオドロスを、彼の指揮下にある選抜された三百人の兵と、彼らに混じり合った弓兵たちとともに派遣した。
§14.4τούτων δὲ ὀξέως διασκευασαμένων καὶ προσφερομένων δρόμῳ, Μασίστιος ὁ τῶν βαρβάρων ἵππαρχος, ἀνὴρ ἀλκῇ τε θαυμαστὸς μεγέθει τε καὶ κάλλει σώματος περιττός, ὡς κατεῖδεν, ἐναντίον ἐπιστρέψας τὸν ἵππον εἰς αὐτοὺς ἤλαυνε.
彼らが素早く武装を整え、駆け足で進んでいくと、異民族の騎兵長マシスティオス(武勇において驚嘆すべき人物であり、体躯の大きさと美しさにおいても際立っていた)は、これを見るや、馬の向きを彼らの方へ反転させて、突撃してきた。
τῶν δʼ ἀνασχομένων καὶ συμβαλόντων ἦν ἀγὼν καρτερός, ὡς πεῖραν ἐν τούτῳ τοῦ παντὸς λαμβανόντων.
アテナイ人たちが防ぎ止め、衝突すると、激しい戦いとなった。 あたかもこの戦いにおいて全体の勝敗を決するかのように。
§14.5ἐπεὶ δὲ τοξευθεὶς ὁ ἵππος τὸν Μασίστιον ἀπέρριψε καὶ πεσὼν ὑπὸ βάρους τῶν ὅπλων αὐτός τε δυσκίνητος ἦν ἀναφέρειν καὶ τοῖς Ἀθηναίοις ἐπικειμένοις καὶ παίουσι δυσμεταχείριστος, οὐ μόνον στέρνα καὶ κεφαλήν, ἀλλὰ καὶ τὰ γυῖα χρυσῷ καὶ χαλκῷ καὶ σιδήρῳ καταπεφραγμένος, τοῦτον μὲν ᾗ τὸ κράνος ὑπέφαινε τὸν ὀφθαλμὸν ἀκοντίου στύρακι παίων τις ἀνεῖλεν, οἱ δʼ ἄλλοι Πέρσαι προέμενοι τὸν νεκρὸν ἔφευγον.
しかし、矢を射られた馬がマシスティオスを振り落とし、彼は落馬したものの、武具の重さのために、自ら起き上がるのが困難であった。 また、襲いかかり打撃を加えるアテナイ人たちにとっても、彼は、胸や頭だけでなく、手足も金や銅や鉄で防備されていたため、討ち取りにくい相手であった。 そこで、ある者が、兜の隙間から目がのぞいていた場所を、投げ槍の石突きで突き刺して彼を殺害した。 他のペルシア人たちは死体を置き去りにして逃走した。
§14.6ἐγνώσθη δὲ τοῦ κατορθώματος τὸ μέγεθος τοῖς Ἕλλησιν οὐκ ἀπὸ τῶν νεκρῶν τοῦ πλήθους, ὀλίγοι γὰρ οἱ πεσόντες ἦσαν, ἀλλὰ τῷ πένθει τῶν βαρβάρων.
この勝利の大きさは、ギリシア人にとって、死者の多さによってではなく――討ち死にした者は少なかったからである――異民族たちの嘆き悲しみによって知られた。
καὶ γὰρ ἑαυτοὺς ἔκειραν ἐπὶ τῷ Μασιστίῳ καὶ ἵππους καὶ ἡμιόνους, οἰμωγῆς τε καὶ κλαυθμοῦ τὸ πεδίον ἐνεπίμπλασαν, ὡς ἄνδρα πολὺ πρῶτον ἀρετῇ καὶ δυνάμει μετά γε Μαρδόνιον αὐτὸν ἀποβαλόντες.
というのも、彼らはマシスティオスのために自らの髪を刈り、馬やラバのたてがみも刈り込み、うめき声と泣き声で平野を満たした。 マルドニオス自身に次いで、武勇と権力において一際優れた人物を失ったからである。