§10.1ἐκ τούτου Ξέρξης μὲν περίφοβος γενόμενος εὐθὺς ἐπὶ τὸν Ἑλλήσποντον ἠπείγετο, Μαρδόνιος δὲ τοῦ στρατοῦ τὸ δοκιμώτατον ἔχων περὶ τριάκοντα μυριάδας ὑπελείπετο, καὶ φοβερὸς ἦν ἀπʼ ἰσχυρᾶς τῆς περὶ τὸ πεζὸν ἐλπίδος ἀπειλῶν τοῖς Ἕλλησι καὶ γράφων τοιαῦτα·
これによってクセスクセスは恐れを抱き、直ちにヘレスポントスへと急いだが、マルドニオスは軍の最も優れた精鋭約三十万を率いて後に残り、歩兵に対する強い期待から恐るべき存在であり、ギリシア人たちを脅して次のように書き送った。
§10.2νενικήκατε θαλασσίοις ξύλοις χερσαίους ἀνθρώπους οὐκ ἐπισταμένους κώπην ἐλαύνειν·
「お前たちは海の木っ端によって、櫂を漕ぐことも知らない陸の民を打ち負かしたにすぎない。
ἀλλὰ νῦν πλατεῖα μὲν ἡ Θετταλῶν γῆ, καλὸν δὲ τὸ Βοιώτιον πεδίον ἀγαθοῖς ἱππεῦσι καὶ ὁπλίταις ἐναγωνίσασθαι.
しかし今や、テッサリアの地は広大であり、ボイオティアの平野は優れた騎兵や重装歩兵が戦うのに適している。
πρὸς δὲ Ἀθηναίους ἔπεμψεν ἰδίᾳ γράμματα καὶ λόγους παρὰ βασιλέως, τήν τε πόλιν αὐτοῖς ἀναστήσειν ἐπαγγελλομένου καὶ χρήματα πολλὰ δώσειν καὶ τῶν Ἑλλήνων κυρίους καταστήσειν ἐκποδὼν τοῦ πολέμου γενομένους.
」またアテナイ人に対しては、私的に手紙と王からの提案を送り、アテナイ人が戦争から手を引くならば、彼らの都市を再建し、多額の金銭を与え、ギリシア人の支配者に取り立てることを約束した。
§10.3οἱ δὲ Λακεδαιμόνιοι πυθόμενοι ταῦτα καὶ δείσαντες ἔπεμψαν Ἀθήναζε πρέσβεις, δεόμενοι τῶν Ἀθηναίων, ὅπως παῖδας μὲν καὶ γυναῖκας εἰς Σπάρτην ἀποστείλωσι, τοῖς δὲ πρεσβυτέροις τροφὰς παρʼ αὐτῶν λαμβάνωσιν·
ラケダイモン人たちはこれを知って恐れを抱き、アテナイに使節を送り、アテナイ人に対して、子供や妻たちをスパルタに送り、高齢者たちのための食糧を自分たちから受け取るように懇願した。
ἰσχυρὰ γὰρ ἦν ἀπορία περὶ τὸν δῆμον ἀπολωλεκότα καὶ τὴν χώραν καὶ τὴν πόλιν.
領土も都市も失っていたアテナイの民には深刻な困窮があったからである。
§10.4οὐ μὴν ἀλλὰ τῶν πρέσβεων ἀκούσαντες, Ἀριστείδου ψήφισμα γράψαντος, ἀπεκρίναντο θαυμαστὴν ἀπόκρισιν, τοῖς μὲν πολεμίοις συγγνώμην ἔχειν φάσκοντες, εἰ πάντα πλούτου καὶ χρημάτων ὤνια νομίζοιεν, ὧν κρεῖττον οὐδὲν ἴσασιν, ὀργίζεσθαι δὲ Λακεδαιμονίοις, ὅτι τὴν πενίαν καὶ τὴν ἀπορίαν τὴν νῦν παροῦσαν Ἀθηναίοις μόνον ὁρῶσι, τῆς δʼ ἀρετῆς καὶ τῆς φιλοτιμίας ἀμνημονοῦσιν ἐπὶ σιτίοις ὑπὲρ τῆς Ἑλλάδος ἀγωνίζεσθαι παρακαλοῦντες.
とはいえ、使節たちの言葉を聞いたのち、アリステイデスが民衆決議案を起草し、彼らは驚くべき回答を返した。 敵に対しては、彼らがそれより優れたものを何も知らないがゆえに、万物が富と金銭で買えるものと考えているとしても理解できるが、ラケダイモン人に対しては憤りを覚える、と言ったのである。 なぜなら、ラケダイモン人たちはアテナイ人に現在ある貧困と困窮のみを見て、彼らの徳と名誉心を忘れ、食糧を餌にしてギリシアのために戦うよう促しているからである。
§10.5ταῦτα γράψας Ἀριστείδης καὶ τοὺς πρέσβεις εἰς τὴν ἐκκλησίαν παραγαγών, Λακεδαιμονίοις μὲν ἐκέλευσε φράζειν, ὡς οὐκ ἔστι χρυσοῦ τοσοῦτον πλῆθος οὔθʼ ὑπὲρ γῆν οὔθʼ ὑπὸ γῆν, ὅσον Ἀθηναῖοι δέξαιντο ἂν πρὸ τῆς τῶν Ἑλλήνων ἐλευθερίας.
アリステイデスはこのように起草し、使節たちを民会に導いて、ラケダイモン人に対しては、地の上にも地の下にも、ギリシア人の自由と引き換えにアテナイ人が受け取るほどの多量の黄金は存在しない、と伝えるよう命じた。
τοῖς δὲ παρὰ Μαρδονίου τὸν ἥλιον δείξας,
ἄχρι ἂν οὗτος,
ἔφη,
ταύτην πορεύηται τὴν πορείαν, Ἀθηναῖοι πολεμήσουσι Πέρσαις ὑπὲρ τῆς δεδῃωμένης χώρας καὶ τῶν ἠσεβημένων καὶ κατακεκαυμένων ἱερῶν.
また、マルドニオスからの使者に対しては、太陽を指し示して言った。 「この太陽がこの軌道を歩み続ける限り、アテナイ人は、荒廃させられた国土と、冒涜され焼き払われた神殿のために、ペルシア人と戦い続けるであろう。
§10.6ἔτι δὲ ἀρὰς θέσθαι τοὺς ἱερεῖς ἔγραψεν, εἴ τις ἐπικηρυκεύσαιτο Μήδοις ἢ τὴν συμμαχίαν ἀπολίποι τῶν Ἑλλήνων.
」さらに彼は、もし誰かがメディア人と交渉を持ったり、ギリシア人の同盟を離脱したりするならば、神官たちが呪いをかけるべきであると書いた。
ἐμβαλόντος δὲ Μαρδονίου τὸ δεύτερον εἰς τὴν Ἀττικήν, αὖθις εἰς Σαλαμῖνα διεπέρασαν.
そしてマルドニオスが二度目にアッティカに侵入したとき、アテナイ人は再びサラミスへと渡った。
Ἀριστείδης δὲ πεμφθεὶς εἰς Λακεδαίμονα τῆς μὲν βραδυτῆτος αὐτοῖς ἐνεκάλει καὶ τῆς ὀλιγωρίας, προεμένοις αὖθις τῷ βαρβάρῳ τὰς Ἀθήνας, ἠξίου δὲ πρὸς τὰ ἔτι σωζόμενα τῆς Ἑλλάδος βοηθεῖν.
アリステイデスはラケダイモンへ派遣され、再び異民族にアテナイを引き渡してしまった彼らの遅滞と怠慢を非難し、まだ守られているギリシアの地域に援軍を送るよう要求した。
§10.7ταῦτα ἀκούσαντες οἱ Ἔφοροι μεθʼ ἡμέραν μὲν ἐδόκουν παίζειν καὶ ῥᾳθυμεῖν ἑορτάζοντες·
これを聞いたエフォロイ(監督官たち)は、昼間は祭りを祝ってふざけたり怠けたりしているように見えた。
ἦν γὰρ αὐτοῖς Ὑακίνθια·
彼らにはヒュアキンティア祭があったからである。
νυκτὸς δὲ πεντακισχιλίους Σπαρτιατῶν ἐπιλέξαντες, ὧν ἕκαστος ἑπτὰ περὶ αὑτὸν εἵλωτας εἶχεν, ἐξέπεμψαν οὐκ εἰδότων τῶν Ἀθηναίων.
しかし夜になると、各自が七人のヘイロテスを従えた五千人のスパルタ市民を選び出し、アテナイ人たちが知らないうちに出発させた。
ἐπεὶ δὲ πάλιν ἐγκαλῶν ὁ Ἀριστείδης προσῆλθεν, οἱ δὲ σὺν γέλωτι ληρεῖν αὐτὸν ἔφασκον καὶ καθεύδειν, ἤδη γὰρ ἐν Ὀρεστείῳ τὸν στρατὸν εἶναι πορευόμενον ἐπὶ τοὺς ξένους (ξένους γὰρ ἐκάλουν τοὺς Πέρσασς),
その後、アリステイデスが再び抗議するためにやってくると、彼らは笑いながら、彼はたわ言を言っているか、さもなければ眠っているのだと言った。 軍はすでにオレステイオンにあり、異邦人(彼らはペルシア人を異邦人と呼んでいた)に向かって進軍しているのだから、と。
§10.8οὐ κατὰ καιρὸν ἔφη παίζειν αὐτοὺς ὁ Ἀριστείδης, ἀντὶ τῶν πολεμίων τοὺς φίλους ἐξαπατῶντας.
アリステイデスは、敵ではなく味方を欺くとは、彼らの戯れは時宜を得ていないと言った。
ταῦθʼ οἱ περὶ τὸν Ἰδομενέα λέγουσιν.
イドメネウスの徒はこれらのことを述べている。
ἐν δὲ τῷ ψηφίσματι τοῦ Ἀριστείδου πρεσβευτὴς οὐκ αὐτός, ἀλλὰ Κίμων καὶ Ξάνθιππος καὶ Μυρωνίδης φέρονται.
しかし、アリステイデスの決議案においては、使節として彼自身ではなく、キモン、クサンティッポス、ミュロニデスが記載されている。