§10.1ἐκ τούτου Ξέρξης μὲν περίφοβος γενόμενος εὐθὺς ἐπὶ τὸν Ἑλλήσποντον ἠπείγετο, Μαρδόνιος δὲ τοῦ στρατοῦ τὸ δοκιμώτατον ἔχων περὶ τριάκοντα μυριάδας ὑπελείπετο, καὶ φοβερὸς ἦν ἀπʼ ἰσχυρᾶς τῆς περὶ τὸ πεζὸν ἐλπίδος ἀπειλῶν τοῖς Ἕλλησι καὶ γράφων τοιαῦτα· §10.2νενικήκατε θαλασσίοις ξύλοις χερσαίους ἀνθρώπους οὐκ ἐπισταμένους κώπην ἐλαύνειν· ἀλλὰ νῦν πλατεῖα μὲν ἡ Θετταλῶν γῆ, καλὸν δὲ τὸ Βοιώτιον πεδίον ἀγαθοῖς ἱππεῦσι καὶ ὁπλίταις ἐναγωνίσασθαι. πρὸς δὲ Ἀθηναίους ἔπεμψεν ἰδίᾳ γράμματα καὶ λόγους παρὰ βασιλέως, τήν τε πόλιν αὐτοῖς ἀναστήσειν ἐπαγγελλομένου καὶ χρήματα πολλὰ δώσειν καὶ τῶν Ἑλλήνων κυρίους καταστήσειν ἐκποδὼν τοῦ πολέμου γενομένους.
Because of this, Xerxes, becoming terrified, immediately hastened to the Hellespont, while Mardonius remained behind with the most select part of the army, about three hundred thousand, and was fearsome from his strong hope in the infantry, threatening the Greeks and writing as follows: "You have conquered with wooden things of the sea landmen who do not know how to ply an oar; but now the land of the Thessalians is wide, and the Boeotian plain is fine for good horsemen and hoplites to contend in." And to the Athenians he sent privately letters and messages from the King, promising to rebuild their city, to give them much money, and to make them masters of the Greeks, if they would stand aloof from the war.
§10.3οἱ δὲ Λακεδαιμόνιοι πυθόμενοι ταῦτα καὶ δείσαντες ἔπεμψαν Ἀθήναζε πρέσβεις, δεόμενοι τῶν Ἀθηναίων, ὅπως παῖδας μὲν καὶ γυναῖκας εἰς Σπάρτην ἀποστείλωσι, τοῖς δὲ πρεσβυτέροις τροφὰς παρʼ αὐτῶν λαμβάνωσιν· ἰσχυρὰ γὰρ ἦν ἀπορία περὶ τὸν δῆμον ἀπολωλεκότα καὶ τὴν χώραν καὶ τὴν πόλιν.
But the Lacedaemonians, hearing these things and being afraid, sent ambassadors to Athens, begging the Athenians to send their children and wives to Sparta, and to receive sustenance from them for their elderly; for there was great distress among the people, who had lost both their territory and their city.
§10.4οὐ μὴν ἀλλὰ τῶν πρέσβεων ἀκούσαντες, Ἀριστείδου ψήφισμα γράψαντος, ἀπεκρίναντο θαυμαστὴν ἀπόκρισιν, τοῖς μὲν πολεμίοις συγγνώμην ἔχειν φάσκοντες, εἰ πάντα πλούτου καὶ χρημάτων ὤνια νομίζοιεν, ὧν κρεῖττον οὐδὲν ἴσασιν, ὀργίζεσθαι δὲ Λακεδαιμονίοις, ὅτι τὴν πενίαν καὶ τὴν ἀπορίαν τὴν νῦν παροῦσαν Ἀθηναίοις μόνον ὁρῶσι, τῆς δʼ ἀρετῆς καὶ τῆς φιλοτιμίας ἀμνημονοῦσιν ἐπὶ σιτίοις ὑπὲρ τῆς Ἑλλάδος ἀγωνίζεσθαι παρακαλοῦντες.
Nevertheless, having heard the ambassadors, Aristeides having drafted a decree, they returned a wonderful answer, saying that they had excuse for their enemies if they imagined everything was to be bought with wealth and money, since they knew nothing better; but they were angry with the Lacedaemonians because they looked only at the poverty and distress now present with the Athenians, and forgetting their virtue and love of honor, exhorted them to fight for Greece for the sake of rations.
§10.5ταῦτα γράψας Ἀριστείδης καὶ τοὺς πρέσβεις εἰς τὴν ἐκκλησίαν παραγαγών, Λακεδαιμονίοις μὲν ἐκέλευσε φράζειν, ὡς οὐκ ἔστι χρυσοῦ τοσοῦτον πλῆθος οὔθʼ ὑπὲρ γῆν οὔθʼ ὑπὸ γῆν, ὅσον Ἀθηναῖοι δέξαιντο ἂν πρὸ τῆς τῶν Ἑλλήνων ἐλευθερίας.
Having written this, Aristeides, and having brought the ambassadors into the assembly, ordered them to tell the Lacedaemonians that there was no such quantity of gold either above the earth or beneath the earth as the Athenians would accept in exchange for the freedom of the Greeks.
τοῖς δὲ παρὰ Μαρδονίου τὸν ἥλιον δείξας,
ἄχρι ἂν οὗτος,
ἔφη,
ταύτην πορεύηται τὴν πορείαν, Ἀθηναῖοι πολεμήσουσι Πέρσαις ὑπὲρ τῆς δεδῃωμένης χώρας καὶ τῶν ἠσεβημένων καὶ κατακεκαυμένων ἱερῶν. §10.6ἔτι δὲ ἀρὰς θέσθαι τοὺς ἱερεῖς ἔγραψεν, εἴ τις ἐπικηρυκεύσαιτο Μήδοις ἢ τὴν συμμαχίαν ἀπολίποι τῶν Ἑλλήνων.
And to the messengers from Mardonius, pointing to the sun, he said: "As long as this one pursues this course, the Athenians will wage war against the Persians for the sake of their devastated country and their desecrated and burnt temples." Furthermore, he wrote that the priests should pronounce curses if anyone should send heralds to the Medes or desert the alliance of the Greeks.
ἐμβαλόντος δὲ Μαρδονίου τὸ δεύτερον εἰς τὴν Ἀττικήν, αὖθις εἰς Σαλαμῖνα διεπέρασαν.
And when Mardonius invaded Attica for the second time, they crossed over again to Salamis.
Ἀριστείδης δὲ πεμφθεὶς εἰς Λακεδαίμονα τῆς μὲν βραδυτῆτος αὐτοῖς ἐνεκάλει καὶ τῆς ὀλιγωρίας, προεμένοις αὖθις τῷ βαρβάρῳ τὰς Ἀθήνας, ἠξίου δὲ πρὸς τὰ ἔτι σωζόμενα τῆς Ἑλλάδος βοηθεῖν.
But Aristeides, having been sent to Lacedaemon, blamed them for their slowness and neglect, in that they had again abandoned Athens to the barbarian, and demanded that they should send aid to those parts of Greece still preserved.
§10.7ταῦτα ἀκούσαντες οἱ Ἔφοροι μεθʼ ἡμέραν μὲν ἐδόκουν παίζειν καὶ ῥᾳθυμεῖν ἑορτάζοντες· ἦν γὰρ αὐτοῖς Ὑακίνθια·
Hearing this, the Ephors by day seemed to play and be lazy, celebrating their festival; for it was the Hyacinthia with them.
νυκτὸς δὲ πεντακισχιλίους Σπαρτιατῶν ἐπιλέξαντες, ὧν ἕκαστος ἑπτὰ περὶ αὑτὸν εἵλωτας εἶχεν, ἐξέπεμψαν οὐκ εἰδότων τῶν Ἀθηναίων.
But by night, having selected five thousand Spartans, each of whom had seven Helots about him, they sent them out without the knowledge of the Athenians.
ἐπεὶ δὲ πάλιν ἐγκαλῶν ὁ Ἀριστείδης προσῆλθεν, οἱ δὲ σὺν γέλωτι ληρεῖν αὐτὸν ἔφασκον καὶ καθεύδειν, ἤδη γὰρ ἐν Ὀρεστείῳ τὸν στρατὸν εἶναι πορευόμενον ἐπὶ τοὺς ξένους (ξένους γὰρ ἐκάλουν τοὺς Πέρσασς), §10.8οὐ κατὰ καιρὸν ἔφη παίζειν αὐτοὺς ὁ Ἀριστείδης, ἀντὶ τῶν πολεμίων τοὺς φίλους ἐξαπατῶντας.
And when Aristeides came to them again with accusations, they said with a laugh that he was talking nonsense and was asleep; for the army was already at Oresteium, marching against the "strangers" (for they called the Persians "strangers"), Aristeides said that they were not playing at a proper time, deceiving their friends instead of their enemies.
ταῦθʼ οἱ περὶ τὸν Ἰδομενέα λέγουσιν.
These things Idomeneus and his followers say.
ἐν δὲ τῷ ψηφίσματι τοῦ Ἀριστείδου πρεσβευτὴς οὐκ αὐτός, ἀλλὰ Κίμων καὶ Ξάνθιππος καὶ Μυρωνίδης φέρονται.
But in the decree of Aristeides, not he himself, but Cimon, Xanthippus, and Myronides are recorded as ambassadors.