§11.1χειροτονηθεὶς δὲ στρατηγὸς αὐτοκράτωρ ἐπὶ τὴν μάχην, καὶ τῶν Ἀθηναίων ὀκτακισχιλίους ὁπλίτας ἀναλαβών, ἧκεν εἰς Πλαταιάς.
[アリステイデスは]この戦いのために全権を委ねられた将軍に選出され、アテナイ人の重装歩兵八千を率いてプラタイアに到着した。
ἐκεῖ δὲ καὶ Παυσανίας ὁ τοῦ σύμπαντος ἡγούμενος Ἑλληνικοῦ συνέμιξεν ἔχων τοὺς Σπαρτιάτας, καὶ τῶν ἄλλων Ἑλλήνων ἐπέρρει τὸ πλῆθος.
そこには、ギリシア全軍の指揮官であるパウサニアスもスパルタ市民を率いて合流し、他のギリシア人の大群も続々と押し寄せた。
§11.2τῶν δὲ βαρβάρων τὸ μὲν ὅλον τῆς στρατοπεδείας παρὰ τὸν Ἀσωπὸν ποταμὸν παρεκτεταμένης οὐδεὶς ἦν ὄρος διὰ τὸ μέγεθος, περὶ δὲ τὰς ἀποσκευὰς καὶ τὰ κυριώτατα τεῖχος περιεφράξαντο τετράγωνον, οὗ τῶν πλευρῶν ἑκάστη μῆκος ἦν δέκα σταδίων.
異民族の方では、アソポス川に沿って伸びる陣営の全貌には、その大きさのゆえに、いかなる限界(境界)もなかったが、輜重と最も重要なものの周囲に、彼らは四角い防壁をめぐらせた。 その各辺の長さは十スタディオンであった。
Παυσανίᾳ μὲν οὖν καὶ τοῖς Ἕλλησι κοινῇ Τισαμενὸς ὁ Ἠλεῖος ἐμαντεύσατο, καὶ προεῖπε νίκην ἀμυνομένοις καὶ μὴ προεπιχειροῦσιν·
さて、パウサニアスとギリシア人たちに対して、共同でエリス出身のティサメノスが神託を占い、防戦に徹して自ら先に攻撃を仕掛けないならば勝利するであろう、と予言した。
§11.3Ἀριστείδου δὲ πέμψαντος εἰς Δελφοὺς ἀνεῖλεν ὁ θεὸς Ἀθηναίους καθυπερτέρους ἔσεσθαι τῶν ἐναντίων εὐχομένους τῷ Διῒ καὶ τῇ Ἥρα τῇ Κιθαιρωνίᾳ καὶ Πανὶ καὶ νύμφαις Σφραγίτισι, καὶ θύοντας ἥρωσιν Ἀνδροκράτει, Λεύκωνι, Πεισάνδρῳ, Δαμοκράτει, Ὑψίωνι, Ἀκταίωνι, Πολϋΐδῳ, καὶ τὸν κίνδυνον ἐν γᾷ ἰδίᾳ ποιουμένους ἐν τῷ πεδίῳ τᾶς Δάματρος τᾶς Ἐλευσινίας καὶ τᾶς Κόρας.
アリステイデスがデルポイに使者を送ると、神は、アテナイ人がゼウス、キタイロンのヘラ、パン、およびスフラギティスのニンフたちに祈りを捧げ、また、アンドクラテス、レウコン、ペイサンドロス、ダモクラテス、ヒュプシオン、アクタイオン、ポリュイドスという英雄たちに犠牲を捧げ、そして、エレウシニスのデメテルとコレーの平野において、自分たちの土地で戦いを行うならば、敵に対して優位に立つであろう、と神託を下した。
§11.4οὗτος ὁ χρησμὸς ἀνενεχθεὶς ἀπορίαν τῷ Ἀριστείδῃ παρεῖχεν.
この神託が持ち帰られると、アリステイデスを当惑させた。
οἱ μὲν γὰρ ἥρωες, οἷς ἐκέλευε θύειν, ἀρχηγέται Πλαταιέων ἦσαν, καὶ τὸ τῶν Σφραγιτίδων νυμφῶν ἄντρον ἐν μιᾷ κορυφῇ τοῦ Κιθαιρῶνός ἐστιν, εἰς δυσμὰς ἡλίου θερινὰς τετραμμένον, ἐν ᾧ καὶ μαντεῖον ἦν πρότερον, ὥς φασι, καὶ πολλοὶ κατείχοντο τῶν ἐπιχωρίων, οὓς νυμφολήπτους προσηγόρευον.
なぜなら、犠牲を捧げるよう命じられた英雄たちはプラタイアの祖をなす創設者たちであり、またスフラギティスのニンフたちの洞窟は、夏の日の入りの方向に向いているキタイロン山の峰の一つにあり、かつてそこには神託所もあったと言われ、地元の多くの人々が神懸かりとなり、彼らは「ニンフに憑かれた者たち」と呼ばれていたからである。
§11.5τὸ δὲ τῆς Ἐλευσινίας Δήμητρος πεδίον, καὶ τὸ τὴν μάχην ἐν ἰδίᾳ χώρᾳ ποιουμένοις τοῖς Ἀθηναίοις νίκην δίδοσθαι, πάλιν εἰς τὴν Ἀττικὴν ἀνεκαλεῖτο καὶ μεθίστη τὸν πόλεμον.
しかし、エレウシニスのデメテルの平野ということ、および、アテナイ人が自分たちの土地で戦いを行うことによって勝利が与えられるということは、再び(彼らの意識を)アッティカへと呼び戻し、戦争の場所を移させようとしていた。
ἔνθα τῶν Πλαταιέων ὁ στρατηγὸς Ἀρίμνηστος ἔδοξε κατὰ τοὺς ὕπνους ὑπὸ τοῦ Διὸς τοῦ Σωτῆρος ἐπερωτώμενον αὑτόν, ὅ τι δὴ πράττειν δέδοκται τοῖς Ἕλλησιν, εἰπεῖν,
αὔριον εἰς Ἐλευσῖνα τὴν στρατιὰν ἀπάξομεν, ὦ δέσποτα, καὶ διαμαχούμεθα τοῖς βαρβάροις ἐκεῖ κατὰ τὸ πυθόχρηστον.
そのとき、プラタイアの将軍アリムネストスは、夢の中で救世主ゼウスから、ギリシア人たちは一体何をする決意なのかと問われ、次のように答えたかのように見えた。 「主人よ、明日私たちは軍をエレウシスへと退かせ、あそこで神託に従って異民族と徹底的に戦うつもりです。
§11.6τὸν οὖν θεὸν φάναι διαμαρτάνειν αὐτοὺς τοῦ παντός·
」すると神は、彼らは完全に誤っている、と言った。
αὐτόθι γὰρ εἶναι περὶ τὴν Πλαταϊκὴν τὰ πυθόχρηστα καὶ ζητοῦντας ἀνευρήσειν.
神託の示す場所はまさにここ、プラタイアの地にあり、探せば見つかるであろう、と。
τούτων ἐναργῶς τῷ Ἀριμνήστῳ φανέντων ἐξεγρόμενος τάχιστα μετεπέμψατο τοὺς ἐμπειροτάτους καὶ πρεσβυτάτους τῶν πολιτῶν, μεθʼ ὧν διαλεγόμενος καὶ συνδιαπορῶν εὗρεν, ὅτι τῶν Ὑσιῶν πλησίον ὑπὸ τὸν Κιθαιρῶνα ναός ἐστιν ἀρχαῖος πάνυ Δήμητρος Ἐλευσινίας καὶ Κόρης προσαγορευόμενος.
これらのことがアリムネストスにありありと現れたので、彼は目覚めると直ちに、市民の中で最も経験豊かで最年長の人々を呼び寄せ、彼らと語り合い、ともに思案した結果、ヒュシアイの近く、キタイロン山の麓に、エレウシニスのデメテルとコレーの名で呼ばれる、極めて古い神殿があることを発見した。
§11.7εὐθὺς οὖν παραλαβὼν τὸν Ἀριστείδην ἦγεν ἐπὶ τὸν τόπον, εὐφυέστατον ὄντα παρατάξαι φάλαγγα πεζικὴν ἱπποκρατουμένοις, διὰ τὰς ὑπωρείας τοῦ Κιθαιρῶνος ἄφιππα ποιούσας τὰ καταλήγοντα καὶ συγκυροῦντα τοῦ πεδίου πρὸς τὸ ἱερόν.
そこで直ちに、彼はアリステイデスを伴ってその場所へと導いた。 そこは、騎兵で優る敵に対して歩兵のファランクスを配置するのに極めて適した場所であった。 なぜなら、キタイロン山の麓の斜面が、神殿に接して終わる平野の端を、騎兵が通行不可能な場所にしていたからである。
αὐτοῦ δʼ ἦν καὶ τὸ τοῦ Ἀνδροκράτους ἡρῷον ἐγγύς, ἄλσει πυκνῶν καὶ συσκίων δένδρων περιεχόμενον.
またそこには、密い茂った陰深い木立に囲まれたアンドクラテスの廟も近くにあった。
§11.8ὅπως δὲ μηδὲν ἐλλιπὲς ἔχῃ πρὸς τὴν ἐλπίδα τῆς νίκης ὁ χρησμός, ἔδοξε τοῖς Πλαταιεῦσιν, Ἀριμνήστου γνώμην εἰπόντος, ἀνελεῖν τὰ πρὸς τὴν Ἀττικὴν ὅρια τῆς Πλαταιΐδος καὶ τὴν χώραν ἐπιδοῦναι τοῖς Ἀθηναίοις ὑπὲρ τῆς Ἑλλάδος ἐν οἰκείᾳ κατὰ τὸν χρησμὸν ἐναγωνίσασθαι.
そして、神託が勝利への希望に対して何一つ欠けるところがないように、アリムネストスが提案した結果、プラタイア人たちは、アッティカに接するプラタイア領の境界線を取り除き、アテナイ人が神託に従って自分たちの土地でギリシアのために戦えるように、その土地をアテナイ人に譲渡することを決議した。
§11.9ταύτην μὲν οὖν τὴν φιλοτιμίαν τῶν Πλαταιέων οὕτω συνέβη περιβόητον γενέσθαι, ὥστε καὶ Ἀλέξανδρον ἤδη βασιλεύοντα τῆς Ἀσίας ὕστερον πολλοῖς ἔτεσι τειχίζοντα τὰς Πλαταιὰς ἀνειπεῖν Ὀλυμπιάσιν ὑπὸ κήρυκος, ὅτι ταύτην ὁ βασιλεὺς ἀποδίδωσι Πλαταιεῦσι τῆς ἀνδραγαθίας καὶ τῆς μεγαλοψυχίας χάριν, ἐπειδὴ τοῖς Ἕλλησιν ἐν τῷ Μηδικῷ πολέμῳ τὴν χώραν ἐπέδωκαν καὶ παρέσχον αὑτοὺς προθυμοτάτους.
プラタイア人たちのこの名誉を重んじる寛大な行為は、次のように広く知れ渡ることとなった。 すなわち、ずっと後年になって、すでにアジアを支配していたアレクサンドロスがプラタイアの城壁を再建した際、オリンピア祭において伝令官を通じて次のように宣言させたほどであった。 「王はプラタイア人に対し、彼らの勇気と度量の大きさに対する感謝として、この都市を返還する。 彼らがペルシア戦争においてギリシア人たちに土地を譲渡し、自らを最も熱心な支援者としたからである」と。