§10.1ἐκ τούτου Ξέρξης μὲν περίφοβος γενόμενος εὐθὺς ἐπὶ τὸν Ἑλλήσποντον ἠπείγετο, Μαρδόνιος δὲ τοῦ στρατοῦ τὸ δοκιμώτατον ἔχων περὶ τριάκοντα μυριάδας ὑπελείπετο, καὶ φοβερὸς ἦν ἀπʼ ἰσχυρᾶς τῆς περὶ τὸ πεζὸν ἐλπίδος ἀπειλῶν τοῖς Ἕλλησι καὶ γράφων τοιαῦτα· §10.2νενικήκατε θαλασσίοις ξύλοις χερσαίους ἀνθρώπους οὐκ ἐπισταμένους κώπην ἐλαύνειν· ἀλλὰ νῦν πλατεῖα μὲν ἡ Θετταλῶν γῆ, καλὸν δὲ τὸ Βοιώτιον πεδίον ἀγαθοῖς ἱππεῦσι καὶ ὁπλίταις ἐναγωνίσασθαι.
经此一事,薛西斯大为惊恐,当即急忙奔向赫勒斯滂,而马尔多尼乌斯则率领军队中约三十万最精锐的部队留了下来,并因对步兵抱有强烈的信心而显得气势汹汹,他威胁希腊人,写信如下: “你们用海上的木头,战胜了那些不知如何荡桨的陆地人;但现在,色萨利人的土地宽广,波奥蒂亚的平原正适合优秀的骑兵和重装步兵进行决战。
πρὸς δὲ Ἀθηναίους ἔπεμψεν ἰδίᾳ γράμματα καὶ λόγους παρὰ βασιλέως, τήν τε πόλιν αὐτοῖς ἀναστήσειν ἐπαγγελλομένου καὶ χρήματα πολλὰ δώσειν καὶ τῶν Ἑλλήνων κυρίους καταστήσειν ἐκποδὼν τοῦ πολέμου γενομένους.
” 而对雅典人,他私下送去了信件和来自国王的口信,承诺只要他们退出战争,就会为他们重建城市,赐予大量金钱,并使他们成为希腊人的主宰。
§10.3οἱ δὲ Λακεδαιμόνιοι πυθόμενοι ταῦτα καὶ δείσαντες ἔπεμψαν Ἀθήναζε πρέσβεις, δεόμενοι τῶν Ἀθηναίων, ὅπως παῖδας μὲν καὶ γυναῖκας εἰς Σπάρτην ἀποστείλωσι, τοῖς δὲ πρεσβυτέροις τροφὰς παρʼ αὐτῶν λαμβάνωσιν· ἰσχυρὰ γὰρ ἦν ἀπορία περὶ τὸν δῆμον ἀπολωλεκότα καὶ τὴν χώραν καὶ τὴν πόλιν.
拉刻代蒙人获悉此事,大为恐慌,便向雅典派去使节,恳求雅典人将妇孺送到斯巴达,并由他们向雅典的老人提供口粮;因为雅典人民丧失了土地和城市,正处于极度匮乏之中。
§10.4οὐ μὴν ἀλλὰ τῶν πρέσβεων ἀκούσαντες, Ἀριστείδου ψήφισμα γράψαντος, ἀπεκρίναντο θαυμαστὴν ἀπόκρισιν, τοῖς μὲν πολεμίοις συγγνώμην ἔχειν φάσκοντες, εἰ πάντα πλούτου καὶ χρημάτων ὤνια νομίζοιεν, ὧν κρεῖττον οὐδὲν ἴσασιν, ὀργίζεσθαι δὲ Λακεδαιμονίοις, ὅτι τὴν πενίαν καὶ τὴν ἀπορίαν τὴν νῦν παροῦσαν Ἀθηναίοις μόνον ὁρῶσι, τῆς δʼ ἀρετῆς καὶ τῆς φιλοτιμίας ἀμνημονοῦσιν ἐπὶ σιτίοις ὑπὲρ τῆς Ἑλλάδος ἀγωνίζεσθαι παρακαλοῦντες.
然而,听完使节们的发言后,由阿里斯泰德起草了决议案,他们给出了一个令人赞叹的答复。 他们表示,对于敌人,如果他们认为万物皆可用财富和金钱收买,那是可以谅解的,因为他们不知道有什么比这更好的东西;但他们对拉刻代蒙人感到愤怒,因为拉刻代蒙人只看到了雅典人眼前的贫穷和匮乏,却忘记了雅典人的美德和荣誉感,竟然为了几口粮食就来规劝他们为希腊而战。
§10.5ταῦτα γράψας Ἀριστείδης καὶ τοὺς πρέσβεις εἰς τὴν ἐκκλησίαν παραγαγών, Λακεδαιμονίοις μὲν ἐκέλευσε φράζειν, ὡς οὐκ ἔστι χρυσοῦ τοσοῦτον πλῆθος οὔθʼ ὑπὲρ γῆν οὔθʼ ὑπὸ γῆν, ὅσον Ἀθηναῖοι δέξαιντο ἂν πρὸ τῆς τῶν Ἑλλήνων ἐλευθερίας.
阿里斯泰德写下这些话,并将使节们带到公民大会上,命令他们转告拉刻代蒙人:无论在地上还是在地下,都绝没有多到足以让雅典人出卖希腊人自由的黄金。
τοῖς δὲ παρὰ Μαρδονίου τὸν ἥλιον δείξας,
ἄχρι ἂν οὗτος,
ἔφη,
ταύτην πορεύηται τὴν πορείαν, Ἀθηναῖοι πολεμήσουσι Πέρσαις ὑπὲρ τῆς δεδῃωμένης χώρας καὶ τῶν ἠσεβημένων καὶ κατακεκαυμένων ἱερῶν.
而对马尔多尼乌斯派来的使者,他指着太阳说: “只要太阳还在沿着这条轨道运行,雅典人就会为了被蹂躏的土地以及被亵渎和焚毁的神殿,继续与波斯人血战到底。
§10.6ἔτι δὲ ἀρὰς θέσθαι τοὺς ἱερεῖς ἔγραψεν, εἴ τις ἐπικηρυκεύσαιτο Μήδοις ἢ τὴν συμμαχίαν ἀπολίποι τῶν Ἑλλήνων. ἐμβαλόντος δὲ Μαρδονίου τὸ δεύτερον εἰς τὴν Ἀττικήν, αὖθις εἰς Σαλαμῖνα διεπέρασαν.
” 此外,他还写道,若有人向波斯人互通使者,或背弃希腊人的同盟,祭司们应当对其施以诅咒。 当马尔多尼乌斯第二次入侵阿提卡时,雅典人再次渡海撤往萨拉米斯。
Ἀριστείδης δὲ πεμφθεὶς εἰς Λακεδαίμονα τῆς μὲν βραδυτῆτος αὐτοῖς ἐνεκάλει καὶ τῆς ὀλιγωρίας, προεμένοις αὖθις τῷ βαρβάρῳ τὰς Ἀθήνας, ἠξίου δὲ πρὸς τὰ ἔτι σωζόμενα τῆς Ἑλλάδος βοηθεῖν.
阿里斯泰德被派往拉刻代蒙,谴责他们的拖延和疏忽,指责他们再次将雅典拱手让给蛮族,并要求他们对希腊尚存的部分提供援助。
§10.7ταῦτα ἀκούσαντες οἱ Ἔφοροι μεθʼ ἡμέραν μὲν ἐδόκουν παίζειν καὶ ῥᾳθυμεῖν ἑορτάζοντες· ἦν γὰρ αὐτοῖς Ὑακίνθια·
监察官们听了这话,白天似乎还在过节玩乐、游手好闲;因为当时正值他们的雅辛托斯节。
νυκτὸς δὲ πεντακισχιλίους Σπαρτιατῶν ἐπιλέξαντες, ὧν ἕκαστος ἑπτὰ περὶ αὑτὸν εἵλωτας εἶχεν, ἐξέπεμψαν οὐκ εἰδότων τῶν Ἀθηναίων.
但在夜间,他们选拔了五千名斯巴达人,每人身边配有七名黑劳士,在雅典人不知情的情况下派了出去。
ἐπεὶ δὲ πάλιν ἐγκαλῶν ὁ Ἀριστείδης προσῆλθεν, οἱ δὲ σὺν γέλωτι ληρεῖν αὐτὸν ἔφασκον καὶ καθεύδειν, ἤδη γὰρ ἐν Ὀρεστείῳ τὸν στρατὸν εἶναι πορευόμενον ἐπὶ τοὺς ξένους (ξένους γὰρ ἐκάλουν τοὺς Πέρσασς), §10.8οὐ κατὰ καιρὸν ἔφη παίζειν αὐτοὺς ὁ Ἀριστείδης, ἀντὶ τῶν πολεμίων τοὺς φίλους ἐξαπατῶντας.
当阿里斯泰德再次前来谴责他们时,他们笑着说他是在胡言乱语和说梦话;因为军队已经抵达俄瑞斯泰翁,正向着“外邦人”(因为他们称波斯人为外邦人)进军,阿里斯泰德说,他们在这个时候开玩笑是不合时宜的,因为他们是在欺骗朋友而不是敌人。
ταῦθʼ οἱ περὶ τὸν Ἰδομενέα λέγουσιν.
这是伊多墨纽斯及其追随者所说的话。
ἐν δὲ τῷ ψηφίσματι τοῦ Ἀριστείδου πρεσβευτὴς οὐκ αὐτός, ἀλλὰ Κίμων καὶ Ξάνθιππος καὶ Μυρωνίδης φέρονται.
但在阿里斯泰德的决议案中,被记载为使节的并非他本人,而是客蒙、克桑提波斯和米罗尼德斯。