Humanitext Reader

プルタルコス · ファビウス・マクシムス伝 §7.1-7.5

ファビウスへの非難と私財による捕虜の買い戻し

7 / 27 箇所 · ギリシア語

要旨

ファビウスはハンニバルの火牛の計を見破りつつも、敵の突破を許したことや内通の嫌疑でローマの民衆や元老院から非難を受けますが、自身の土地を売って捕虜交換の資金を調達し、高潔な態度を示します。

§7.1τῷ δὲ Φαβίῳ συνέβη μὲν ἔτι νυκτὸς αἰσθέσθαι τὸν δόλον φεύγουσαι γὰρ ἔνιαι τῶν βοῶν σποράδες ἧκον αὐτῶν εἰς χεῖρας, ἐνέδρας δὲ δεδιὼς σκοταίους ἀτρέμα τὴν δύναμιν ἐν τοῖς ὅπλοις εἶχεν.
ファビウスには、まだ夜のうちにその計略に気づくことができた。 というのも、逃げ出した牛の何頭かがばらばらになって彼らの手元にやって来たからである。 しかし、暗闇の中での待ち伏せを恐れ、軍勢を武器を持たせたまま静かに留め置いた。
ὡς δʼ ἦν ἡμέρα, διώκων ἐξήπτετο τῶν ἐσχάτων, καὶ συμπλοκαὶ περὶ τὰς δυσχωρίας ἐγίνοντο καὶ θόρυβος ἦν πολύς, ἕως παρʼ Ἀννίβου τῶν ὀρειβατεῖν δεινῶν Ἰβήρων ἄνδρες ἐλαφροὶ καὶ ποδώκεις πεμφθέντες ἀπὸ τοῦ στόματος εἰς βαρεῖς ὁπλίτας τοὺς Ῥωμαίους ἐνέβαλον, καὶ διαφθείραντες οὐκ ὀλίγους ἀπέστρεψαν τὸν Φάβιον.
夜が明けると、彼は追撃して敵の最後尾に迫り、険路の周辺で小競り合いが起こって大きな混乱が生じたが、ハンニバルのもとから、山登りを得意とする軽装で俊足のイベリア人の兵士たちが先頭から送られてきて、重装のローマ兵に襲いかかり、少なからぬ者を討ち取ってファビウスを退却させた。
§7.2τότε δὴ μάλιστα κακῶς ἀκοῦσαι καὶ καταφρονηθῆναι συνέβη τὸν Φάβιον.
このときこそ、ファビウスは最もひどく悪評を立てられ、軽蔑されることになった。
τῆς γὰρ ἐν τοῖς ὅπλοις τόλμης ὑφιέμενος, ὡς γνώμῃ καὶ προνοίᾳ καταπολεμήσων τὸν Ἀννίβαν, αὐτὸς ἡττημένος τούτοις καὶ κατεστρατηγημένος ἐφαίνετο.
というのも、武力による果敢な行動を控え、判断力と先見の明によってハンニバルを打ち破ろうとしていたのに、彼自身の側がこれらにおいて敗北し、奇策に嵌められたように見えたからである。
βουλόμενος δὲ μᾶλλον ἐκκαῦσαι τὴν πρὸς αὐτὸν ὀργὴν τῶν Ῥωμαίων ὁ Ἀννίβας, ὡς ἦλθεν ἐπὶ τοὺς ἀγροὺς αὐτοῦ, τὰ μὲν ἄλλα πάντα καίειν καὶ διαφθείρειν ἐκέλευσεν, ἐκείνων δʼ ἀπεῖπεν ἅπτεσθαι μόνων, καὶ παρακατέστησε φυλακὴν οὐδὲν ἐῶσαν ἀδικεῖν οὐδὲ λαμβάνειν ἐκεῖθεν.
さらにハンニバルは、ローマ人たちの彼に対する怒りをいっそう燃え上がらせようと望み、彼の所有する農地に達すると、他のものはすべて焼き払い破壊するよう命じたが、彼の土地だけに手を触れることを禁じ、そこから何も害したり奪ったりさせないよう護衛をそばに配置した。
§7.3ταῦτα προσδιέβαλε τὸν Φάβιον εἰς Ῥώμην ἀγγελθέντα·
これらがローマに報告されると、ファビウスに対する中傷が加わった。
καὶ πολλὰ μὲν αὐτοῦ πρὸς τὸν ὄχλον οἱ δήμαρχοι κατεβόων, ἐπάγοντος μάλιστα Μετιλίου καὶ παροξύνοντος, οὐ κατὰ τὴν πρὸς Φάβιον ἔχθραν, ἀλλʼ οἰκεῖος ὢν Μινουκίου τοῦ ἱππάρχου τιμὴν ᾤετο καὶ δόξαν ἐκείνῳ φέρειν τὰς τούτου διαβολάς·
護民官たちは民衆の前で彼を大いに非難し、特にメティリウスが先頭に立って扇動したが、それはファビウスへの敵意からではなく、彼は騎兵長官ミヌキウスの親族であったため、ファビウスへの中傷がミヌキウスに名誉と名声をもたらすと考えていたからである。
ἐγεγόνει δὲ καὶ τῇ βουλῇ διʼ ὀργῆς οὐχ ἥκιστα μεμφομένῃ τὰς περὶ τῶν αἰχμαλώτων πρὸς Ἀννίβαν ὁμολογίας.
また、元老院も、捕虜に関するハンニバルとの合意を厳しく非難し、少なからぬ怒りを抱いていた。
§7.4ὡμολογήκεισαν γὰρ αὑτοῖς ἄνδρα μὲν ἀνδρὶ λύεσθαι τῶν ἁλισκομένων, εἰ δὲ πλείους οἱ ἕτεροι γένοιντο, διδόναι δραχμὰς ὑπὲρ ἑκάστου τὸν κομιζόμενον πεντήκοντα καὶ διακοσίας.
というのも、彼らは互いに、捕らえられた者たちを一人につき一人で解放し、もし一方が多くなった場合には、引き取る者が一人につき二百五十ドラクマを支払うと合意していたからである。
ὡς οὖν γενομένης τῆς κατʼ ἄνδρα διαμείψεως εὑρέθησαν ὑπόλοιποι Ῥωμαίων παρʼ Ἀννίβᾳ τεσσαράκοντα καὶ διακόσιοι, τούτων ἡ σύγκλητος ἔγνω τὰ λύτρα μὴ πέμπειν, καὶ προσῃτιᾶτο τὸν Φάβιον ὡς οὐ πρεπόντως οὐδὲ λυσιτελῶς ἄνδρας ὑπὸ δειλίας πολεμίων ἄγραν γενομένους ἀνακομιζόμενον.
そこで、個人ごとの交換が行われた結果、ローマ側の捕虜二百四十人がハンニバルのもとに残されていることが判明したが、元老院は彼らのための身代金を送らないことを決定し、さらにファビウスに対して、敵の卑劣さによって獲物となった者たちを、不適切かつ不利益なやり方で連れ戻そうとしているとして非難した。
§7.5ταῦτʼ ἀκούσας ὁ Φάβιος τὴν μὲν ὀργὴν ἔφερε πρᾴως τῶν πολιτῶν, χρήματα δʼ οὐκ ἔχων, διαψεύσασθαι δὲ τὸν Ἀννίβαν καὶ προέσθαι τοὺς πολίτας οὐχ ὑπομένων, ἔπεμψε τὸν υἱὸν εἰς Ῥώμην κελεύσας ἀποδόσθαι τοὺς ἀγροὺς καὶ τὸ ἀργύριον εὐθὺς ὡς αὐτὸν ἐπὶ τὸ στρατόπεδον κομίζειν.
これを聞いたファビウスは、市民たちの怒りを穏やかに耐え忍んだが、金銭を持ち合わせておらず、かといってハンニバルを欺くことも市民たちを見捨てることも耐えられなかったので、息子をローマに送り、農地を売却して、その金をすぐに陣営の自分のもとへ運んでくるよう命じた。
ἀποδομένου δὲ τοῦ νεανίσκου τὰ χωρία καὶ ταχέως ἐπανελθόντος ἀπέπεμψε τὰ λύτρα τῷ Ἀννίβᾳ καὶ τοὺς αἰχμαλώτους ἀπέλαβε·
若者が土地を売却して迅速に戻ってくると、彼はハンニバルに身代金を送り、捕虜たちを取り戻した。
καὶ πολλῶν ἀποδιδόντων ὕστερον παρʼ οὐδενὸς ἔλαβεν, ἀλλʼ ἀφῆκε πᾶσι.
後に多くの者が返金を申し出たが、彼は誰からも受け取らず、すべての人にそれを免除した。

語釈・文法注

  1. 7.1συνέβη μὲν ἔτι νυκτὸς αἰσθέσθαι — 非人称動詞 `συνέβη`(〜が起きた)に不定詞 `αἰσθέσθαι` が続く構文。主語は `Φαβίῳ`(与格)であり、「ファビウスが気づくということが起きた」すなわち「ファビウスは気づいた」という意味になる。
  2. 7.2κακῶς ἀκοῦσαι — `κακῶς ἀκούω` は「悪く言われる、悪評を立てられる」という受動的な意味を持つ慣用表現。ここでは `συνέβη` の主語となる不定詞として使われており、`τὸν Φάβιον`(対格)がその意味上の主語となっている。
  3. 7.4ὡς οὐ πρεπόντως οὐδὲ λυσιτελῶς ἄνδρας ὑπὸ δειλίας πολεμίων ἄγραν γενομένους ἀνακομιζόμενον — 主節の動詞 `προσῃτιᾶτο`(非難した)の目的語である `τὸν Φάβιον` に係り、非難の理由を表す `ὡς` +分詞(対格 `ἀνακομιζόμενον`)の構文。「〜を連れ戻している(としてファビウスを非難した)」という意味になる。

この箇所を引用する

プルタルコス, ファビウス・マクシムス伝 §7.1-7.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg013.humanitext-grc2:7.1-7.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。