Humanitext Reader

プルタルコス · ファビウス・マクシムス伝 §6.1-6.7

火牛の計によるハンニバルの包囲網脱出

6 / 27 箇所 · ギリシア語

要旨

案内人の道間違いで窮地に陥ったハンニバルは、二千頭の牛の角に火のついた薪を縛り付けて夜間に放つという奇策を用い、峠を塞ぐローマ軍の守備隊を驚かせて敗走させ、包囲網から脱出する。

§6.1μετὰ ταῦτα γίνεται διαμαρτία τὸν Ἀννίβου.
この後、ハンニバルの[案内人たち]に誤りが生じる。
βουλόμενος γὰρ ἀποσπάσαι τὸν Φαβίου πορρωτέρω τὸ στράτευμα καὶ πεδίων ἐπιλαβέσθαι προνομὰς ἐχόντων, ἐκέλευσε τοὺς ὁδηγοὺς μετὰ δεῖπνον εὐθὺς ἡγεῖσθαι πρὸς τὸ Κασινάτον.
というのも、彼はファビウスの軍をより遠くへ引き離し、牧草地のある平野を押さえたいと望み、夕食後すぐに、カシヌムへと先導するよう案内人たちに命じたのである。
οἱ δὲ τῆς φωνῆς διὰ βαρβαρισμὸν οὐκ ἐξακούσαντες ἀκριβῶς, ἐμβάλλουσιν αὐτοῦ τὴν δύναμιν φέροντες εἰς τὰ καταλήγοντα τῆς Καμπανίας εἰς πόλιν Κασιλῖνον, ἣν τέμνει ῥέων διὰ μέσης ποταμὸς, ὃν Οὐουλτοῦρνον οἱ Ῥωμαῖοι καλοῦσιν.
しかし彼らは、その発音の訛りのために言葉を正確に聞き取ることができず、彼の軍勢をカンパニアの端にあるカシリヌムという町へと導いて侵入させてしまった。 そこは、ローマ人がウゥルトゥルヌスと呼ぶ川が中央を流れて横切っている場所であった。
§6.2ἔστι δʼ ἡ χώρα τὰ μὲν ἄλλα περιστεφὴς ὄρεσιν αὐλὼν δʼ ἀναπέπταται πρὸς τὴν θάλατταν, ἔνθα τὰ ἕλη καταδίδωσι τοῦ ποταμοῦ περιχεομένου, καὶ θῖνας ἄμμου βαθείας ἔχει, καὶ τελευτᾷ πρὸς αἰγιαλὸν κυματώδη καὶ δύσορμον.
この地方は、他はすべて山々に囲まれているが、谷間が海に向かって開けており、そこでは川が溢れて湿地を形成し、深い砂丘があり、波が荒く港のない海岸に突き当たって終わっている。
ἐνταῦθα καταβαίνοντος τοῦ Ἀννίβου περιελθὼν ἐμπειρίᾳ τῶν ὁδῶν ὁ Φάβιος τὴν μὲν διέξοδον ὁπλίτας τετρακισχιλίους ἐπιστήσας ἐνέφραξε, τὸν δʼ ἄλλον στρατὸν ὑπὲρ τῶν ἄλλων ἄκρων ἐν καλῷ καθίσας διὰ τῶν ἐλαφροτάτων καὶ προχειροτάτων ἐνέβαλε τοῖς ἐσχάτοις τῶν πολεμίων, καὶ συνετάραξεν ἅπαν τὸ στράτευμα, διέφθειρε δὲ περὶ ὀκτακοσίους.
ハンニバルがここへ下っていくと、ファビウスは道路の地形に通じていたため、回り込んで、出口に四千人の重装歩兵を配置してこれを封鎖し、残りの軍勢を他の山頂の有利な位置に布陣させ、最も身軽で機敏な部隊によって敵の殿軍を攻撃し、敵の全軍を大混乱に陥れ、約八百人を討ち取った。
§6.3ἐκ τούτου βουλόμενος Ἀννίβας ἀπαγαγεῖν τὸ στράτευμα, καὶ τὴν διαμαρτίαν τοῦ τόπου νοήσας καὶ τὸν κίνδυνον, ἀνεσταύρωσε μὲν τοὺς ὁδηγούς, ἐκβιάζεσθαι δὲ τοὺς πολεμίους καὶ προσμάχεσθαι τῶν ὑπερβολῶν ἐγκρατεῖς ὄντας ἀπεγίνωσκε.
これを受けて、ハンニバルは軍を引き揚げさせたいと望み、また場所の誤りと危険を悟ったので、案内人たちを十字架につけたが、峠を押さえている敵に対して力ずくで突破し、戦いを挑むことはあきらめた。
δυσθύμως δὲ καὶ περιφόβως διακειμένων ἁπάντων, καὶ περιεστάναι σφᾶς πανταχθεν ἀφύκτους ἡγουμένων ἀπορίας, ἔγνω δολοῦν ἀπάτῃ τοὺς πολεμίους, ἦν δὲ τοιόνδε.
全員が意気消沈し、恐れおののき、自分たちがあらゆる方向から逃れようのない困難に囲まれていると考える中で、彼は策略によって敵を欺くことを決意した。 その策略とは、次のようなものであった。
§6.4βοῦς ὅσον δισχιλίας ἐκ τῶν αἰχμαλώτων ἐκέλευσε συλλαβόντας ἀναδῆσαι δᾷδα πρὸς ἕκαστον κέρας ἢ λύγων ἢ φρυγάνων αὔων φάκελον·
彼は、捕獲した牛の中から約二千頭を集めて、それぞれの角に松明、あるいは乾燥した柳や粗朶の束を縛り付けるよう命じた。
εἶτα νυκτὸς, ὅταν ἀρθῇ σημεῖον, ἀνάψαντας ἐλαύνειν ἐπὶ τὰς ὑπερβολὰς παρὰ τὰ στενὰ καὶ τὰς φυλακὰς τῶν πολεμίων, ἅμα δὲ ταῦτα παρεσκεύαζον οἷς προσετέτακτο, καὶ τὸν ἄλλον αὐτὸς ἀναστήσας στρατὸν ἤδη σκότους ὄντος ἦγε σχολαίως.
そして夜、合図が上がったら、それらに火をつけて、敵の隘路や警戒拠点の傍らの峠へと追い立てるようにした。 命じられた者たちがこれらの準備をするのと同時に、彼自身も、すでに暗くなった中で残りの軍勢を移動させ、静かに進軍した。
§6.5αἱ δὲ βόες, ἄχρι μὲν τὸ πῦρ ὀλίγον ἦν καὶ περιέκαιε τὴν ὕλην, ἀτρέμα προσεχώρουν ἐλαυνόμεναι πρὸς τὴν ὑπώρειαν, καὶ θαῦμα τοῖς καθορῶσι νομεῦσιν ἀπὸ τῶν ἄκρων καὶ βουκόλοις ἦσαν αἱ φλόγες ἄκροις ἐπιλάμπουσαι τοῖς κέρασιν, ὡς στρατοπέδου καθʼ ἕνα κόσμον ὑπὸ λαμπάδων πολλῶν βαδίζοντος.
牛たちは、火がまだ小さく、周りの薪を燃やしている間は、山裾に向かって追われながら静かに進んでいった。 山頂から見下ろす羊飼いや牛飼いたちにとって、角の先で燃え輝く炎は、まるで多くの松明を掲げた軍勢が一つの秩序を保って行進しているかのような驚くべき光景であった。
§6.6ἐπεὶ δὲ πυρούμενον τὸ κέρας ἄχρι ῥίζης διέδωκε τῇ σαρκὶ τὴν αἴσθησιν, καὶ πρὸς τὸν πόνον διαφέρουσαι καὶ τινάσσουσαι τὰς κεφαλὰς ἀνεπίμπλαντο πολλῆς ἀπʼ ἀλλήλων φλογός, οὐκ ἐνέμειναν τῇ τάξει τῆς πορείας, ἀλλʼ ἔκφοβοι καὶ περιαλγεῖς οὖσαι δρόμῳ κατὰ τῶν ὀρῶν ἐφέροντο, λαμπόμεναι μὲν οὐρὰς ἄκρας καὶ μέτωπα, πολλὴν δὲ τῆς ὕλης, διʼ ἧς ἔφευγον, ἀνάπτουσαι.
しかし、燃える角がその根元まで達して肉に痛みの感覚を伝えると、彼らはその苦痛に耐えかねて頭を振り回し、激しく揺さぶることで、互いに多くの火を燃え移らせた。 もはや行進の隊列を維持することなく、恐怖と激痛に駆られて山々を駆け下り、尾の先や額を燃やし、逃げ惑う森のいたるところに火を放った。
§6.7δεινὸν οὖν ἧς θέαμα τοῖς παραφυλάττουσι τὰς ὑπερβολὰς Ῥωμαίοις·
それゆえ、峠を守っていたローマ人たちにとって、それは恐ろしい光景であった。
καὶ γὰρ αἱ φλόγες ἐῴκεσαν ὑπʼ ἀνθρώπων θεόντων διαφερομέναις λαμπάσι, καὶ θόρυβος ἧς ἐν αὐτοῖς πολὺς καὶ φόβος, ἀλλαχόθεν ἄλλους ἐπιφέρεσθαι τῶν πολεμίων σφίσι καὶ κυκλοῦσθαι πανταχόθεν ἡγουμένων, διὸ μένειν οὐκ ἐτόλμων, ἀλλὰ πρὸς τὸ μεῖζον ἀνεχώρουν στρατόπεδον προέμενοι τὰ στενά.
というのも、その炎は走る人々によって持ち運ばれる松明のように見え、彼らの間には大きな混乱と恐怖が生じ、敵が別々の場所から自分たちに襲いかかり、四方から包囲していると考えたからである。 そのため、彼らはそこに留まる勇気がなく、狭い峠を放棄して、より大きな本営へと退却した。
καὶ κατὰ τοῦτο δὲ καιροῦ προσμίξαντες οἱ ψιλοὶ τοῦ Ἀννίβου τὰς ὑπερβολὰς κατέσχον, ἡ δʼ ἄλλη δύναμις ἤδη προσέβαινεν ἀδεῶς πολλὴν καὶ βαρεῖαν ἐφελκομένη λείαν.
そしてこの好機に、ハンニバルの軽装兵たちが駆けつけて峠を占拠し、残りの軍勢も今や恐れることなく、多くの重い戦利品を引き連れて進んでいった。

語釈・文法注

  1. §6.1τὸν Ἀννίβου — 写本に「τὸν Ἀννίβου」とある箇所は、文脈上「ハンニバルの[案内人]の誤り」を意味する。「τῶν Ἀννίβου [ὁδηγῶν]」の脱落、あるいは「περὶ τὸν Ἀννίβαν」の誤記として解釈され、翻訳では文脈に合わせて「案内人の誤り」あるいは「ハンニバルの誤り」として補う。
  2. §6.2διὰ τῶν ἐλαφροτάτων καὶ προχειροτάτων — 中性複数名詞として「最も軽い武器や手段」とも取れるが、文脈上、兵員の属性を表す男性複数名詞の形容詞(省略)であり、「最も身軽で(軽装で)機動性のある兵士たちを用いて」と解釈するのが自然。
  3. §6.3ἐκβιάζεσθαι δὲ τοὺς πολεμίους καὶ προσμάχεσθαι τῶν ὑπερβολῶν ἐγκρατεῖς ὄντας ἀπεγίνωσκε — 動詞「ἀπεγίνωσκε」(諦める、断念する)は、不定詞「ἐκβιάζεσθαι」(力ずくで突破する)および「προσμάχεσθαι」(戦いを挑む)を補足語として取る。「τῶν ὑπερβολῶν ἐγκρατεῖς ὄντας」は「敵(τοὺς πολεμίους)」を修飾する分詞句(対格)であり、属格「τῶν ὑπερβολῶν」は「ἐγκρατεῖς」(支配している、掌握している)にかかる。
  4. §6.7ἀλλαχόθεν ἄλλους ἐπιφέρεσθαι τῶν πολεμίων σφίσι καὶ κυκλοῦσθαι πανταχόθεν ἡγουμένων — 分詞「ἡγουμένων」(〜と考えている)は、主節の「αὐτοῖς」(ローマ人たち)を意味上の主語とする属格独立構文(あるいは、直前の「φόβος」にかかる形容詞的用法)。不定詞「ἐπιφέρεσθαι」(襲いかかる)と「κυκλοῦσθαι」(包囲する)の主語は「ἄλλους τῶν πολεμίων」(敵の他の者たちが)であり、「ἀλλαχόθεν ἄλλους」(別の場所から別の者たちが)という対比的な表現になっている。

この箇所を引用する

プルタルコス, ファビウス・マクシムス伝 §6.1-6.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg013.humanitext-grc2:6.1-6.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。