§8.1μετὰ δὲ ταῦτα τῶν ἱερέων καλούντων αὑτόν εἰς Ῥώμην ἐπί τινας θυσίας παρέδωκε τῷ Μινουκίῳ τὴν δύναμιν, ὑπὲρ τοῦ μὴ μάχεσθαι μηδὲ συμπλέκεσθαι τοῖς πολεμίοις οὐ μόνον ὡς αὐτοκράτωρ διαγορεύσας, ἀλλὰ καί παραινέσεις καὶ δεήσεις πολλὰς αὐτοῦ ποιησάμενος·
その後、神官たちが何らかの犠牲祭のためにファビウスをローマに召喚したので、彼はミヌキウスに軍勢を引き渡したが、その際、敵と戦ったり交戦したりしないようにと、司令官として命じただけでなく、彼に対して多くの勧めと懇願を行った。
ὧν ἐκεῖνος ἐλάχιστα φροντίσας εὐθὺς ἐνέκειτο τοῖς πολεμίοις.
しかし、ミヌキウスはこれらをほとんど顧みず、すぐに敵を攻撃した。
§8.2καί ποτε παραφυλάξας τὸν Ἀννίβαν τὸ πολὺ τῆς στρατιᾶς ἐπί σιτολογίαν ἀφεικότα, καί προσβαλὼν τῷ ὑπολειπομένῳ, κατήραξεν εἰς τὸν χάρακα καί διέφθειρεν οὐκ ὀλίγους καί φόβον περιέστησε πᾶσιν ὡς πολιορκησομένοις ὑπʼ αὐτοῦ.
そしてあるとき、ハンニバルが食糧調達のために軍の大部分を派遣したのを見計らって、残された敵兵に攻撃を仕掛け、彼らを陣地へと追い崩して少なからぬ者を討ち取り、自分たちによって包囲されるのではないかという恐怖を敵全員に抱かせた。
καί συλλεγομένης αὖθις εἰς τὸ στρατόπεδον τῷ Ἀννίβᾳ, τῆς δυνάμεως ἀσφαλῶς ἀνεχώρησεν, αὑτόν τε μεγαλαυχίας ἀμέτρου καί θράσους τὸ στρατιωτικὸν ἐμπεπληκώς.
そして、ハンニバルのもとに再び軍勢が陣営へと集まってくると、彼は安全に退却したが、自身を極端な傲慢さで、また兵士たちを無謀な大胆さで満たしていた。
§8.3ταχὺ δὲ τοῦ ἔργου λόγος μείζων διεφοίτησεν εἰς Ῥώμην.
やがてその戦功の実際以上の噂が急速にローマに広まった。
καί Φάβιος μὲν ἀκούσας ἔφη μᾶλλον τοῦ Μινουκίου φοβεῖσθαι τήν εὐτυχίαν ἢ τήν ἀτυχίαν, ὁ δὲ δῆμος ἦρτο καί μετὰ χαρᾶς εἰς ἀγορὰν συνέτρεχε, καί Μετίλιος ὁ δήμαρχος ἐπί τοῦ βήματος καταστὰς ἐδημηγόρει μεγαλύνων τὸν Μινούκιον, τοῦ δὲ Φαβίου κατηγορῶν οὐ μαλακίαν οὐδʼ ἀνανδρίαν, ἀλλʼ ἤδη προδοσίαν,
ファビウスはこれを聞いて、ミヌキウスの不運よりもむしろその幸運を恐れると言ったが、民衆は沸き立ち、喜びとともに広場に詰めかけ、護民官メティリウスは演壇に立って、ミヌキウスを称賛しつつ、ファビウスに対してはもはや怠惰や臆病ではなく、裏切りの罪で告発する演説を行った。
§8.4συναιτιώμενος ἅμα καί τῶν ἄλλων ἀνδρῶν τοὺς δυνατωτάτους καί πρώτους ἐπαγαγέσθαι τὸν πόλεμον ἐξ ἀρχῆς ἐπί καταλύσει τοῦ δήμου, τήν τε πόλιν ἐμβαλεῖν εὐθὺς εἰς μοναρχίαν ἀνυπεύθυνον, ἣ διατρίβουσα τὰς πράξεις ἵδρυσιν Ἀννίβᾳ, παρέξει καί χρόνον αὖθις ἐκ Λιβύης ἑτέραν δύναμιν προσγενέσθαι ὡς κρατοῦντι τῆς Ἰταλίας.
彼は同時に、他の最も有力で指導的な者たちも、民衆の権力を打倒するために最初から戦争を引き起こしたのだと非難し、また、国家を直ちに無責任な独裁体制へと投げ込み、その体制が軍事行動を引き延ばしてハンニバルに地盤を与え、イタリアの支配者として、再びリビアから別の軍勢が合流するための時間を与えることになるのだと主張した。