Humanitext Reader

普鲁塔克 · 费边·马克西姆斯传 §7.1-7.5

法比乌斯蒙受非议与变卖私产赎回俘虏

第 7 段,共 27 段 · 希腊语

内容简介

法比乌斯虽识破了汉尼拔的诡计而避免中伏,却因放走敌人及通敌嫌疑在罗马饱受非议;随后他通过变卖私产来赎回罗马俘虏,以此展现了自己的高尚品格。

§7.1τῷ δὲ Φαβίῳ συνέβη μὲν ἔτι νυκτὸς αἰσθέσθαι τὸν δόλον φεύγουσαι γὰρ ἔνιαι τῶν βοῶν σποράδες ἧκον αὐτῶν εἰς χεῖρας, ἐνέδρας δὲ δεδιὼς σκοταίους ἀτρέμα τὴν δύναμιν ἐν τοῖς ὅπλοις εἶχεν.
法比乌斯在夜间就察觉到了这一诡计;因为一些逃跑的母牛零星地来到了他们的手中。 但由于害怕黑暗中的埋伏,他让军队全副武装、静静地待命。
ὡς δʼ ἦν ἡμέρα, διώκων ἐξήπτετο τῶν ἐσχάτων, καὶ συμπλοκαὶ περὶ τὰς δυσχωρίας ἐγίνοντο καὶ θόρυβος ἦν πολύς, ἕως παρʼ Ἀννίβου τῶν ὀρειβατεῖν δεινῶν Ἰβήρων ἄνδρες ἐλαφροὶ καὶ ποδώκεις πεμφθέντες ἀπὸ τοῦ στόματος εἰς βαρεῖς ὁπλίτας τοὺς Ῥωμαίους ἐνέβαλον, καὶ διαφθείραντες οὐκ ὀλίγους ἀπέστρεψαν τὸν Φάβιον.
天亮后,他展开追击,逼近了敌人的后卫,在险要地形周围发生了交火,并引起了极大的混乱,直到汉尼拔从前锋派来了一批擅长登山、轻便且快捷的伊比利亚士兵,袭击了罗马的重装步兵,在消灭了不少人之后,迫使法比乌斯退却。
§7.2τότε δὴ μάλιστα κακῶς ἀκοῦσαι καὶ καταφρονηθῆναι συνέβη τὸν Φάβιον.
正是在这时,法比乌斯最遭受恶评并被轻视。
τῆς γὰρ ἐν τοῖς ὅπλοις τόλμης ὑφιέμενος, ὡς γνώμῃ καὶ προνοίᾳ καταπολεμήσων τὸν Ἀννίβαν, αὐτὸς ἡττημένος τούτοις καὶ κατεστρατηγημένος ἐφαίνετο.
因为他避免使用武力的冒险,企图凭判断力和远见战胜汉尼拔,却反而显得在这些方面落败并被其用计战胜。
βουλόμενος δὲ μᾶλλον ἐκκαῦσαι τὴν πρὸς αὐτὸν ὀργὴν τῶν Ῥωμαίων ὁ Ἀννίβας, ὡς ἦλθεν ἐπὶ τοὺς ἀγροὺς αὐτοῦ, τὰ μὲν ἄλλα πάντα καίειν καὶ διαφθείρειν ἐκέλευσεν, ἐκείνων δʼ ἀπεῖπεν ἅπτεσθαι μόνων, καὶ παρακατέστησε φυλακὴν οὐδὲν ἐῶσαν ἀδικεῖν οὐδὲ λαμβάνειν ἐκεῖθεν.
汉尼拔为了进一步煽动罗马人对法比乌斯的愤怒,当他来到法比乌斯的农田时,下令烧毁和破坏其他所有地方,却唯独禁止触碰那些土地,并在近旁部署了守卫,不允许从那里损坏或拿走任何东西。
§7.3ταῦτα προσδιέβαλε τὸν Φάβιον εἰς Ῥώμην ἀγγελθέντα· καὶ πολλὰ μὲν αὐτοῦ πρὸς τὸν ὄχλον οἱ δήμαρχοι κατεβόων, ἐπάγοντος μάλιστα Μετιλίου καὶ παροξύνοντος, οὐ κατὰ τὴν πρὸς Φάβιον ἔχθραν, ἀλλʼ οἰκεῖος ὢν Μινουκίου τοῦ ἱππάρχου τιμὴν ᾤετο καὶ δόξαν ἐκείνῳ φέρειν τὰς τούτου διαβολάς·
这些事情传到罗马后,给法比乌斯招致了进一步的诽谤;平民保民官们在民众面前极力控诉他,尤其是梅蒂利乌斯在其中带头并煽动,这并非出于对法比乌斯的个人敌意,而是因为他是骑兵长官米努基乌斯的亲戚,认为对法比乌斯的诽谤能给米努基乌斯带来荣誉和声望。
ἐγεγόνει δὲ καὶ τῇ βουλῇ διʼ ὀργῆς οὐχ ἥκιστα μεμφομένῃ τὰς περὶ τῶν αἰχμαλώτων πρὸς Ἀννίβαν ὁμολογίας.
元老院也极为愤怒,尤其对法比乌斯与汉尼拔关于俘虏的协议深表不满。
§7.4ὡμολογήκεισαν γὰρ αὑτοῖς ἄνδρα μὲν ἀνδρὶ λύεσθαι τῶν ἁλισκομένων, εἰ δὲ πλείους οἱ ἕτεροι γένοιντο, διδόναι δραχμὰς ὑπὲρ ἑκάστου τὸν κομιζόμενον πεντήκοντα καὶ διακοσίας.
因为他们曾相互约定,被俘者以一人换一人释放,如果某一方多出人数,则领回者要为每人支付二百五十德拉克马。
ὡς οὖν γενομένης τῆς κατʼ ἄνδρα διαμείψεως εὑρέθησαν ὑπόλοιποι Ῥωμαίων παρʼ Ἀννίβᾳ τεσσαράκοντα καὶ διακόσιοι, τούτων ἡ σύγκλητος ἔγνω τὰ λύτρα μὴ πέμπειν, καὶ προσῃτιᾶτο τὸν Φάβιον ὡς οὐ πρεπόντως οὐδὲ λυσιτελῶς ἄνδρας ὑπὸ δειλίας πολεμίων ἄγραν γενομένους ἀνακομιζόμενον.
因此,在按人头进行交换后,发现还有二百四十名罗马人留在汉尼拔那里,元老院决定不发送赎金,并指责法比乌斯不体面且不划算地领回那些因怯懦而成为敌人猎物的人。
§7.5ταῦτʼ ἀκούσας ὁ Φάβιος τὴν μὲν ὀργὴν ἔφερε πρᾴως τῶν πολιτῶν, χρήματα δʼ οὐκ ἔχων, διαψεύσασθαι δὲ τὸν Ἀννίβαν καὶ προέσθαι τοὺς πολίτας οὐχ ὑπομένων, ἔπεμψε τὸν υἱὸν εἰς Ῥώμην κελεύσας ἀποδόσθαι τοὺς ἀγροὺς καὶ τὸ ἀργύριον εὐθὺς ὡς αὐτὸν ἐπὶ τὸ στρατόπεδον κομίζειν.
听到这些,法比乌斯温和地承受了公民们的愤怒;但他没有资金,又无法容忍欺骗汉尼拔或抛弃公民,于是派儿子去罗马,命其卖掉田产,并立即将钱送到军营里的自己身边。
ἀποδομένου δὲ τοῦ νεανίσκου τὰ χωρία καὶ ταχέως ἐπανελθόντος ἀπέπεμψε τὰ λύτρα τῷ Ἀννίβᾳ καὶ τοὺς αἰχμαλώτους ἀπέλαβε· καὶ πολλῶν ἀποδιδόντων ὕστερον παρʼ οὐδενὸς ἔλαβεν, ἀλλʼ ἀφῆκε πᾶσι.
年轻人在卖掉土地并迅速返回后,他将赎金送给汉尼拔并领回了囚犯;尽管后来有许多人提出偿还,但他没有收任何人的钱,而是全部免除了。

词汇与语法注释

  1. 7.1συνέβη μὲν ἔτι νυκτὸς αἰσθέσθαι — 无人称动词 `συνέβη`(发生)后接不定式 `αἰσθέσθαι` 的句型。与格 `Φαβίῳ` 作逻辑主语,意为“法比乌斯发生了察觉的事”,即“法比乌斯察觉到了”。
  2. 7.2κακῶς ἀκοῦσαι — 习惯用语 `κακῶς ἀκούω`(字面意为“听得不好”)具有被动意义,意为“被说坏话”或“遭受恶评”。此处用作 `συνέβη` 的主语不定式,以 `τὸν Φάβιον`(宾格)为其逻辑主语。
  3. 7.4ὡς οὐ πρεπόντως οὐδὲ λυσιτελῶς ἄνδρας ὑπὸ δειλίας πολεμίων ἄγραν γενομένους ἀνακομιζόμενον — 连词 `ὡς` 连同宾格分词 `ἀνακομιζόμενον`(修饰主句动词 `προσῃτιᾶτο` 的宾语 `τὸν Φάβιον`)表示指责的理由,意为“指责法比乌斯,认为他领回了……”。

引用这一段

普鲁塔克, 费边·马克西姆斯传 §7.1-7.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg013.humanitext-grc2:7.1-7.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。