Humanitext Reader

普鲁塔克 · 费边·马克西姆斯传 §6.1-6.7

汉尼拔利用火牛之计突破重围

第 6 段,共 27 段 · 希腊语

内容简介

汉尼拔因向导引错道路而身陷山谷重围,但他通过在两千头母牛角上绑缚火把并在夜间释放的奇计,惊退了把守隘口的罗马守军,从而顺利率军突围。

§6.1μετὰ ταῦτα γίνεται διαμαρτία τὸν Ἀννίβου.
在此之后,汉尼拔的[向导们]犯了一个错误。
βουλόμενος γὰρ ἀποσπάσαι τὸν Φαβίου πορρωτέρω τὸ στράτευμα καὶ πεδίων ἐπιλαβέσθαι προνομὰς ἐχόντων, ἐκέλευσε τοὺς ὁδηγοὺς μετὰ δεῖπνον εὐθὺς ἡγεῖσθαι πρὸς τὸ Κασινάτον.
因为他想把法比乌斯的军队吸引到更远的地方,并占领拥有牧草的平原,便下令让向导们在晚饭后立即带路前往卡西努姆。
οἱ δὲ τῆς φωνῆς διὰ βαρβαρισμὸν οὐκ ἐξακούσαντες ἀκριβῶς, ἐμβάλλουσιν αὐτοῦ τὴν δύναμιν φέροντες εἰς τὰ καταλήγοντα τῆς Καμπανίας εἰς πόλιν Κασιλῖνον, ἣν τέμνει ῥέων διὰ μέσης ποταμὸς, ὃν Οὐουλτοῦρνον οἱ Ῥωμαῖοι καλοῦσιν.
然而,由于他发音含糊,向导们没能准确听清,便把他的军队带入并投到了坎帕尼亚边境的一座名叫卡西利努姆的城市,那座城市被一条流经其中的河流切为两半,罗马人称这条河为沃尔图努斯河。
§6.2ἔστι δʼ ἡ χώρα τὰ μὲν ἄλλα περιστεφὴς ὄρεσιν αὐλὼν δʼ ἀναπέπταται πρὸς τὴν θάλατταν, ἔνθα τὰ ἕλη καταδίδωσι τοῦ ποταμοῦ περιχεομένου, καὶ θῖνας ἄμμου βαθείας ἔχει, καὶ τελευτᾷ πρὸς αἰγιαλὸν κυματώδη καὶ δύσορμον.
该地区其余部分均被群山环绕,但有一处山谷向着大海开敞,在那里,河水泛滥形成沼泽,并有深厚的沙丘,最后终止于一个波涛汹涌、难以泊船的海岸。
ἐνταῦθα καταβαίνοντος τοῦ Ἀννίβου περιελθὼν ἐμπειρίᾳ τῶν ὁδῶν ὁ Φάβιος τὴν μὲν διέξοδον ὁπλίτας τετρακισχιλίους ἐπιστήσας ἐνέφραξε, τὸν δʼ ἄλλον στρατὸν ὑπὲρ τῶν ἄλλων ἄκρων ἐν καλῷ καθίσας διὰ τῶν ἐλαφροτάτων καὶ προχειροτάτων ἐνέβαλε τοῖς ἐσχάτοις τῶν πολεμίων, καὶ συνετάραξεν ἅπαν τὸ στράτευμα, διέφθειρε δὲ περὶ ὀκτακοσίους.
当汉尼拔向下走到这里时,法比乌斯凭借对道路的熟悉绕了过去,在出口处部署了四千名重装步兵将其堵死,并将其他军队安置在其余山顶的有利位置上,通过最轻便和最敏捷的部队袭击了敌人的后卫,使敌人的整支军队陷入混乱,并消灭了大约八百人。
§6.3ἐκ τούτου βουλόμενος Ἀννίβας ἀπαγαγεῖν τὸ στράτευμα, καὶ τὴν διαμαρτίαν τοῦ τόπου νοήσας καὶ τὸν κίνδυνον, ἀνεσταύρωσε μὲν τοὺς ὁδηγούς, ἐκβιάζεσθαι δὲ τοὺς πολεμίους καὶ προσμάχεσθαι τῶν ὑπερβολῶν ἐγκρατεῖς ὄντας ἀπεγίνωσκε.
由此,汉尼拔想要撤走军队,在意识到地点的错误和危险后,他将向导们处以十字架刑,但由于敌人占领了隘口,他放弃了强行突破并与敌人交战的想法。
δυσθύμως δὲ καὶ περιφόβως διακειμένων ἁπάντων, καὶ περιεστάναι σφᾶς πανταχθεν ἀφύκτους ἡγουμένων ἀπορίας, ἔγνω δολοῦν ἀπάτῃ τοὺς πολεμίους, ἦν δὲ τοιόνδε.
在众人皆心灰意冷、极度恐惧,并认为自己被来自四面八方、无法摆脱的困境包围的情况下,他决定用诡计欺骗敌人,其计如下。
§6.4βοῦς ὅσον δισχιλίας ἐκ τῶν αἰχμαλώτων ἐκέλευσε συλλαβόντας ἀναδῆσαι δᾷδα πρὸς ἕκαστον κέρας ἢ λύγων ἢ φρυγάνων αὔων φάκελον· εἶτα νυκτὸς, ὅταν ἀρθῇ σημεῖον, ἀνάψαντας ἐλαύνειν ἐπὶ τὰς ὑπερβολὰς παρὰ τὰ στενὰ καὶ τὰς φυλακὰς τῶν πολεμίων, ἅμα δὲ ταῦτα παρεσκεύαζον οἷς προσετέτακτο, καὶ τὸν ἄλλον αὐτὸς ἀναστήσας στρατὸν ἤδη σκότους ὄντος ἦγε σχολαίως.
他下令从俘获的牲畜中聚集大约两千头母牛,并在每只角上绑上一支火把,或者是干柳条或干柴捆;然后在夜里,一旦信号升起,就点燃它们,并朝着隘口、沿着敌人的狭道和哨所驱赶;在受命者准备这些东西的同时,他自己也动员了其余的军队,在天色已黑时,缓缓向前行军。
§6.5αἱ δὲ βόες, ἄχρι μὲν τὸ πῦρ ὀλίγον ἦν καὶ περιέκαιε τὴν ὕλην, ἀτρέμα προσεχώρουν ἐλαυνόμεναι πρὸς τὴν ὑπώρειαν, καὶ θαῦμα τοῖς καθορῶσι νομεῦσιν ἀπὸ τῶν ἄκρων καὶ βουκόλοις ἦσαν αἱ φλόγες ἄκροις ἐπιλάμπουσαι τοῖς κέρασιν, ὡς στρατοπέδου καθʼ ἕνα κόσμον ὑπὸ λαμπάδων πολλῶν βαδίζοντος.
母牛们在火势还小、只烧着周围木柴的时候,被驱赶着,静静地向山麓前进;而在从山顶向下望去的牧羊人和牧牛人看来,在角尖闪烁的火焰十分奇特,就像是一支军队在许多火把的照耀下整齐地行进。
§6.6ἐπεὶ δὲ πυρούμενον τὸ κέρας ἄχρι ῥίζης διέδωκε τῇ σαρκὶ τὴν αἴσθησιν, καὶ πρὸς τὸν πόνον διαφέρουσαι καὶ τινάσσουσαι τὰς κεφαλὰς ἀνεπίμπλαντο πολλῆς ἀπʼ ἀλλήλων φλογός, οὐκ ἐνέμειναν τῇ τάξει τῆς πορείας, ἀλλʼ ἔκφοβοι καὶ περιαλγεῖς οὖσαι δρόμῳ κατὰ τῶν ὀρῶν ἐφέροντο, λαμπόμεναι μὲν οὐρὰς ἄκρας καὶ μέτωπα, πολλὴν δὲ τῆς ὕλης, διʼ ἧς ἔφευγον, ἀνάπτουσαι.
但当燃烧着的角直烧至根部、将痛觉传到肉体时,它们因痛苦而四处乱窜并摇晃脑袋,互相引燃了极大的火焰。 它们不再保持行军的队伍,而是处于惊恐和剧剧痛之中,在山上狂奔,尾巴尖和额头燃烧着,点燃了它们逃跑时穿过的许多树林。
§6.7δεινὸν οὖν ἧς θέαμα τοῖς παραφυλάττουσι τὰς ὑπερβολὰς Ῥωμαίοις· καὶ γὰρ αἱ φλόγες ἐῴκεσαν ὑπʼ ἀνθρώπων θεόντων διαφερομέναις λαμπάσι, καὶ θόρυβος ἧς ἐν αὐτοῖς πολὺς καὶ φόβος, ἀλλαχόθεν ἄλλους ἐπιφέρεσθαι τῶν πολεμίων σφίσι καὶ κυκλοῦσθαι πανταχόθεν ἡγουμένων, διὸ μένειν οὐκ ἐτόλμων, ἀλλὰ πρὸς τὸ μεῖζον ἀνεχώρουν στρατόπεδον προέμενοι τὰ στενά.
因此,这对于看守隘口的罗马人来说是一个可怕的景象;因为那些火焰看起来就像是奔跑的人所携带的火把,他们中间产生了极大的混乱和恐惧,以为敌人在从不同的地方向他们袭来,并从四面八方将他们包围。 因此他们不敢留守,而是放弃了狭窄的隘口,退回到更大的营地。
καὶ κατὰ τοῦτο δὲ καιροῦ προσμίξαντες οἱ ψιλοὶ τοῦ Ἀννίβου τὰς ὑπερβολὰς κατέσχον, ἡ δʼ ἄλλη δύναμις ἤδη προσέβαινεν ἀδεῶς πολλὴν καὶ βαρεῖαν ἐφελκομένη λείαν.
就在此时,汉尼拔的轻装步兵赶来占领了隘口,而其余的军队现在也毫无畏惧地前行,拖曳着大量沉重的战利品。

词汇与语法注释

  1. §6.1τὸν Ἀννίβου — 抄本中的“τὸν Ἀννίβου”在语法上较为困难,可能代表了“τῶν Ἀννίβου [ὁδηγῶν]”(汉尼拔的[向导]的错误)的讹误,或者意指“περὶ τὸν Ἀννίβαν”(关于汉尼拔的事情)。翻译中补充了“[向导们]”或将其理解为汉尼拔一方的失误,以符合上下文。
  2. §6.2διὰ τῶν ἐλαφροτάτων καὶ προχειροτάτων — 虽然该短语在理论上可以被视为中性复数(“通过最轻便和最简易的手段”),但在军事语境中,它最好被理解为省略了表示“士兵”(στρατιωτῶν)的阳性复数形容词,意为“通过最轻装和最敏捷的[部队]”。
  3. §6.3ἐκβιάζεσθαι δὲ τοὺς πολεμίους καὶ προσμάχεσθαι τῶν ὑπερβολῶν ἐγκρατεῖς ὄντας ἀπεγίνωσκε — 动词“ἀπεγίνωσκε”(放弃、绝望)以不定式“ἐκβιάζεσθαι”(强行突破)和“προσμάχεσθαι”(交战)作为宾语补足语。“τῶν ὑπερβολῶν ἐγκρατεῖς ὄντας”是修饰宾语“τοὺς πολεμίους”(敌人)的宾格分词短语,其中属格“τῶν ὑπερβολῶν”受形容词“ἐγκρατεῖς”(占领、掌握)支配。
  4. §6.7ἀλλαχόθεν ἄλλους ἐπιφέρεσθαι τῶν πολεμίων σφίσι καὶ κυκλοῦσθαι πανταχόθεν ἡγουμένων — 分词“ἡγουμένων”(认为、以为)作为属格独立结构,修饰罗马守军(指代前面的“αὐτοῖς”)。不定式“ἐπιφέρεσθαι”(袭来)和“κυκλοῦσθαι”(包围)的主语是“ἄλλους τῶν πολεμίων”(敌人的其他部分),并采用了分配性表达“ἀλλαχόθεν ἄλλους”(不同的部分来自不同的地方)。

引用这一段

普鲁塔克, 费边·马克西姆斯传 §6.1-6.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg013.humanitext-grc2:6.1-6.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。