§17.1τὸν δʼ Ἀννίβαν ἐπὶ τηλικούτῳ κατορθώματι τῶν φίλων παρορμώντων ἅμʼ ἕπεσθαι τῇ τύχῃ καὶ συνεπεισπεσεῖν ἅμα τῇ φυγῇ τῶν πολεμίων εἰς τὴν πόλιν, πεμπταῖον γὰρ ἀπὸ τῆς νίκης ἐν Καπιτωλίῳ δειπνήσειν, οὐ ῥᾴδιον εἰπεῖν, ὅστις ἀπέτρεψε λογισμός, ἀλλὰ μᾶλλον δαίμονος ἢ θεοῦ τινος ἐμποδὼν στάντος ἔοικεν ἔργον ἡ πρὸς τοῦτο μέλλησις αὐτοῦ καὶ δειλίασις γενέσθαι.
これほど大きな成功に際して、友人たちが、この好機に乗り、敵の敗走とともに都市へ突入すべきだと彼を促し、勝利から五日目にはカピトリウムで食事をすることになるだろうと言ったとき、どのような考えがハンニバルを思いとどまらせたのかを語ることは容易ではない。 むしろ、何らかの神霊や神が立ちふさがったことによる業として、彼のこれに対する躊躇と怖気づきが生じたのだと思われる。
διὸ καὶ Βάρκαν τὸν Καρχηδόνιον εἰπεῖν μετʼ ὀργῆς πρὸς αὐτὸν λέγουσι·
それゆえ、カルタゴ人のバルカスが彼に向かって怒りを込めてこう言ったと伝えられている。
σὺ νικᾶν οἶδας, νίκῃ δὲ χρῆσθαι οὐκ οἶδας.
「あなたは勝利することは知っているが、勝利を利用することは知らない。
§17.2καίτοι τοσαύτην μεταβολὴν ἡ νίκη περὶ αὐτὸν ἐποίησεν, ὡς πρὸ τῆς μάχης οὐ πόλιν, οὐκ ἐμπόριον, οὐ λιμένα τῆς Ἰταλίας ἔχοντα, χαλεπῶς δὲ καὶ μόλις τὰ ἐπιτήδεια τῇ στρατιᾷ διʼ ἁρπαγῆς κομιζόμενον, ὁρμώμενον ἀπʼ οὐδενὸς βεβαίου πρὸς τὸν πόλεμον, ἀλλʼ ὥσπερ λῃστηρίῳ μεγάλῳ τῷ στρατοπέδῳ πλανώμενον καὶ περιφερόμενον, τότε πᾶσαν ὀλίγου δεῖν ὑφʼ αὑτῷ ποιήσασθαι τὴν Ἰταλίαν.
」だが、この勝利は彼にこれほど大きな変化をもたらした。 戦いの前には、イタリアの都市も、交易地も、港も持たず、略奪によって軍勢のための糧食をかろうじて、かつやっとのことで調達し、何ら確かな拠点を足がかりとせず戦争に赴き、むしろ自らの軍勢を巨大な盗賊団のように引き連れてあちこちを彷徨い歩き回っていた彼が、そのときにはイタリアのほぼ全土を自らの配下に置いたのである。
§17.3τὰ γὰρ πλεῖστα καὶ μέγιστα τῶν ἐθνῶν αὐτῷ προσεχώρησεν ἑκούσια, καὶ Καπύην, ἣ μέγιστον ἔχει μετὰ Ῥώμην ἀξίωμα τῶν πόλεων, προσθεμένην κατέσχεν.
というのも、諸民族の大部分かつ最大のものが自発的に彼に帰順し、ローマに次いで都市の中で最も高い威信を持つカプアが味方したため、彼はこれを手に入れたからである。
οὐ μόνον δʼ ἦν ἄρα τὸ φίλων πεῖραν λαβεῖν, ὡς Εὐριπίδης φησίν, οὐ σμικρὸν κακόν, ἀλλὰ καὶ τὸ φρονίμων στρατηγῶν, ἡ γὰρ πρὸ τῆς μάχης Φαβίου δειλία καὶ ψυχρότης λεγομένη μετὰ τὴν μάχην εὐθὺς οὐδʼ ἀνθρώπινος ἐδόκει λογισμός, ἀλλὰ θεῖόν τι χρῆμα διανοίας καὶ δαιμόνιον ἐκ τοσούτου τὰ μέλλοντα προορωμένης, ἃ μόλις ἦν πιστὰ πάσχουσιν.
してみると、エウリピデスが言うように「友の真価を試すこと」が小さな不幸ではないだけでなく、「賢明な将軍の真価を試すこと」もまた同様なのである。 戦いの前にはファビウスの「臆病さ」や「冷淡さ」と言われていたものは、戦いの直後にはもはや人間の思考とは思われず、これほど先から未来の出来事を見通していた精神の、神聖にして超自然的な働きであると思われた。 その未来の出来事は、実際にそれを被っている者たちにとってさえ、かろうじて信じられるほどのものであった。
§17.4ὅθεν εὐθὺς εἰς ἐκεῖνον ἡ Ῥώμη συνενεγκοῦσα τὰς λοιπὰς ἐλπίδας, καὶ προσφυγοῦσα τῇ γνώμῃ τοῦ ἀνδρὸς ὥσπερ ἱερῷ καὶ βωμῷ, πρώτην καὶ μεγίστην αἰτίαν ἔσχε τοῦ μεῖναι καὶ μὴ διαλυθῆναι τὴν ἐκεῖνον φρόνησιν, καθάπερ ἐν τοῖς Κελτικοῖς πάθεσιν.
それゆえ直ちに、ローマは残された希望を彼に集中し、神殿や祭壇に対するように、その男の知恵に拠り所を求めた。 そして彼の思慮深さが、かつてケルト人の厄災のときと同じように、国家が維持され瓦解しないための、最初にして最大の原因となったのである。
§17.5ὁ γὰρ ἐν οἷς οὐδὲν ἐδόκει δεινὸν εἶναι καιροῖς εὐλαβὴς φαινόμενος καὶ δυσέλπιστος τότε πάντων καταβεβληκότων ἑαυτοὺς εἰς ἀπέραντα πένθη καὶ ταραχὰς ἀπράκτους, μόνος ἐφοίτα διὰ τῆς πόλεως πρᾴῳ βαδίσματι καὶ προσώπῳ καθεστῶτι καὶ φιλανθρώπῳ προσαγορεύσει, κοπετούς τε γυναικείους ἀφαιρῶν καὶ συστάσεις εἴργων τῶν εἰς τὸ δημόσιον ἐπὶ κοινοῖς ὀδυρμοῖς ἐκφερομένων, βουλήν τε συνελθεῖν ἔπεισε καὶ παρεθάρσυνε τὰς ἀρχάς, αὐτὸς ὢν καὶ ῥώμη καὶ δύναμις ἀρχῆς ἁπάσης πρὸς ἐκεῖνον ἀποβλεπούσης.
というのも、何ら恐ろしいことはないと思われていた時期には慎重で希望を抱かないように見えていた彼が、そのとき誰もが際限のない悲嘆と無益な混乱に自らを投げ出していた中で、ただ一人、穏やかな歩み、落ち着いた表情、温かい挨拶をもって街を歩き回り、女性たちの胸を叩く哀悼の声をやめさせ、共同の嘆きのために公の場へと繰り出す人々の集まりを制止し、元老院に招集に応じるよう説得し、政務官たちを力づけたからである。 彼自身が、彼に目を向けているすべての官職の力となり支えとなっていたのである。