Humanitext Reader

普鲁塔克 · 费边·马克西姆斯传 §17.1-17.5

汉尼拔的迟疑与罗马重用法比乌斯

第 17 段,共 27 段 · 希腊语

内容简介

叙述汉尼拔在坎尼大捷后因犹豫而未立即进攻罗马,导致罗马重新将国家存续的希望寄托于法比乌斯的冷静与智慧,并以此稳固局势的过程。

§17.1τὸν δʼ Ἀννίβαν ἐπὶ τηλικούτῳ κατορθώματι τῶν φίλων παρορμώντων ἅμʼ ἕπεσθαι τῇ τύχῃ καὶ συνεπεισπεσεῖν ἅμα τῇ φυγῇ τῶν πολεμίων εἰς τὴν πόλιν, πεμπταῖον γὰρ ἀπὸ τῆς νίκης ἐν Καπιτωλίῳ δειπνήσειν, οὐ ῥᾴδιον εἰπεῖν, ὅστις ἀπέτρεψε λογισμός, ἀλλὰ μᾶλλον δαίμονος ἢ θεοῦ τινος ἐμποδὼν στάντος ἔοικεν ἔργον ἡ πρὸς τοῦτο μέλλησις αὐτοῦ καὶ δειλίασις γενέσθαι.
在取得如此巨大的成功之余,他的朋友们极力督促他乘胜追击,随同败退的敌人一同冲入城内,并称在胜利后的第五天他就能在卡皮托林山上进餐;此时,很难说究竟是什么样的考量劝阻了汉尼拔,而更像是某个神灵或神明阻碍了他,他的犹豫和畏缩似乎成了神意的结果。
διὸ καὶ Βάρκαν τὸν Καρχηδόνιον εἰπεῖν μετʼ ὀργῆς πρὸς αὐτὸν λέγουσι· σὺ νικᾶν οἶδας, νίκῃ δὲ χρῆσθαι οὐκ οἶδας.
因此,据说迦太基人巴卡也愤怒地对他说: “你知道如何赢得胜利,却不知道如何利用胜利。
§17.2καίτοι τοσαύτην μεταβολὴν ἡ νίκη περὶ αὐτὸν ἐποίησεν, ὡς πρὸ τῆς μάχης οὐ πόλιν, οὐκ ἐμπόριον, οὐ λιμένα τῆς Ἰταλίας ἔχοντα, χαλεπῶς δὲ καὶ μόλις τὰ ἐπιτήδεια τῇ στρατιᾷ διʼ ἁρπαγῆς κομιζόμενον, ὁρμώμενον ἀπʼ οὐδενὸς βεβαίου πρὸς τὸν πόλεμον, ἀλλʼ ὥσπερ λῃστηρίῳ μεγάλῳ τῷ στρατοπέδῳ πλανώμενον καὶ περιφερόμενον, τότε πᾶσαν ὀλίγου δεῖν ὑφʼ αὑτῷ ποιήσασθαι τὴν Ἰταλίαν.
” 然而,这场胜利使他发生了如此巨大的变化:在战前,他在意大利不曾拥有一座城市、一个市集或一个港口,而是艰难且勉强地通过掠夺来为军队获取补给,在没有任何可靠根据地的情况下投入战争,而是带着他的军队像一个巨大的强盗团伙一样四处漂泊流浪;而那时,他几乎将整个意大利都置于自己的统治之下。
§17.3τὰ γὰρ πλεῖστα καὶ μέγιστα τῶν ἐθνῶν αὐτῷ προσεχώρησεν ἑκούσια, καὶ Καπύην, ἣ μέγιστον ἔχει μετὰ Ῥώμην ἀξίωμα τῶν πόλεων, προσθεμένην κατέσχεν.
因为大多数最强大的部族都自愿归顺了他,而且他也争取到了在城市中享有仅次于罗马的高贵地位的卡普亚并将其控制。
οὐ μόνον δʼ ἦν ἄρα τὸ φίλων πεῖραν λαβεῖν, ὡς Εὐριπίδης φησίν, οὐ σμικρὸν κακόν, ἀλλὰ καὶ τὸ φρονίμων στρατηγῶν, ἡ γὰρ πρὸ τῆς μάχης Φαβίου δειλία καὶ ψυχρότης λεγομένη μετὰ τὴν μάχην εὐθὺς οὐδʼ ἀνθρώπινος ἐδόκει λογισμός, ἀλλὰ θεῖόν τι χρῆμα διανοίας καὶ δαιμόνιον ἐκ τοσούτου τὰ μέλλοντα προορωμένης, ἃ μόλις ἦν πιστὰ πάσχουσιν.
看来,正如欧里庇得斯所说,“考验朋友”不仅是一件不小的痛苦,考验英明的将领也是如此。 因为在战前被称为法比乌斯的“懦弱”和“冷淡”的态度,在战后立刻被认为不再是人类的思虑,而是一种神圣且超凡的心灵运作,它从如此遥远之前就预见到了未来,而这些未来对于身历其境的人来说都几乎难以置信。
§17.4ὅθεν εὐθὺς εἰς ἐκεῖνον ἡ Ῥώμη συνενεγκοῦσα τὰς λοιπὰς ἐλπίδας, καὶ προσφυγοῦσα τῇ γνώμῃ τοῦ ἀνδρὸς ὥσπερ ἱερῷ καὶ βωμῷ, πρώτην καὶ μεγίστην αἰτίαν ἔσχε τοῦ μεῖναι καὶ μὴ διαλυθῆναι τὴν ἐκεῖνον φρόνησιν, καθάπερ ἐν τοῖς Κελτικοῖς πάθεσιν.
因此,罗马立刻将残存的希望寄托在他身上,像对待神殿和祭坛一样依附于这位贤者的智慧,并将他的审慎视为国家得以存续而不致瓦解的头等且最大的原因,正如在面对高卢人的灾难时那样。
§17.5ὁ γὰρ ἐν οἷς οὐδὲν ἐδόκει δεινὸν εἶναι καιροῖς εὐλαβὴς φαινόμενος καὶ δυσέλπιστος τότε πάντων καταβεβληκότων ἑαυτοὺς εἰς ἀπέραντα πένθη καὶ ταραχὰς ἀπράκτους, μόνος ἐφοίτα διὰ τῆς πόλεως πρᾴῳ βαδίσματι καὶ προσώπῳ καθεστῶτι καὶ φιλανθρώπῳ προσαγορεύσει, κοπετούς τε γυναικείους ἀφαιρῶν καὶ συστάσεις εἴργων τῶν εἰς τὸ δημόσιον ἐπὶ κοινοῖς ὀδυρμοῖς ἐκφερομένων, βουλήν τε συνελθεῖν ἔπεισε καὶ παρεθάρσυνε τὰς ἀρχάς, αὐτὸς ὢν καὶ ῥώμη καὶ δύναμις ἀρχῆς ἁπάσης πρὸς ἐκεῖνον ἀποβλεπούσης.
因为在那些看似没有任何危险的时刻表现得谨慎且不抱希望的法比乌斯,在当时所有人都陷入无尽的悲伤和无所适从的混乱之中时,独自一人以温和的步伐、镇定的神情和亲切的问候巡视全城,制止妇女们捶胸顿足的哀嚎,劝阻人们为了共同的哀悼而聚集到公共场所,并说服元老院集会,勉励官吏们,他自己成了所有仰望他的官职的力量与支柱。

词汇与语法注释

  1. §17.1τὸν δʼ Ἀννίβαν — 句首的宾格 τὸν δʼ Ἀννίβαν 具有提前法(prolepsis)的功能,不仅提示了全句的主题,且在语义上作为后续间接疑问句 ὅστις ἀπέτρεψε λογισμός(什么样的考量劝阻了他)中的实际宾语。
  2. §17.2τοσαύτην μεταβολὴν ... ὡς ... ποιήσασθαι — 借由 τοσαύτην 与 ὡς 的相关关系引导的结果从句。连词 ὡς 后接不定式 ποιήσασθαι,表明汉尼拔(先前由一系列描写其窘迫状态的宾格分词 ἔχοντα, κομιζόμενον 等所修饰)在当时带来了“将几乎整个意大利置于其统治之下”这一惊人结果。
  3. §17.3τὸ φρονίμων στρατηγῶν — 此结构平行承接前句的 τὸ φίλων πεῖραν λαβεῖν(考验朋友),并省略了名词性短语 πεῖραν λαβεῖν,因此应补全理解为“考验英明的将领”。
  4. §17.4τὴν ἐκεῖνου φρόνησιν — 此短语作为名词 αἰτίαν 的同位语,或者作为冠词性不定式 τοῦ μεῖναι καὶ μὴ διαλυθῆναι(国家得以存续而不致瓦解)的语义主语(宾格),构成了“他的审慎成为国家得以存续和不致瓦解的头等且最大的原因”这一逻辑结构。

引用这一段

普鲁塔克, 费边·马克西姆斯传 §17.1-17.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg013.humanitext-grc2:17.1-17.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。