§18.1ταῖς μὲν οὐν πύλαις ἐπέστησε τοὺς τὸν ἐκπίπτοντα καὶ προλείποντα τὴν πόλιν ὄχλον ἀπείρξοντας, πένθους δὲ καὶ τόπον καὶ χρόνον ὥρισε, κατʼ οἰκίαν ἀποθρηνεῖν κελεύσας ἐφʼ ἡμέρας τριάκοντα τὸν βουλόμενον·
そこで、彼は門に、都市から逃げ出したり見捨てたりしようとする群衆を遮るための人々を配置した。 また悲哀の場所と期間を定め、望む者には家の中で三十日間にわたって嘆くよう命じた。
μετὰ δὲ ταύτας ἔδει πᾶν πένθος λύεσθαι καὶ καθαρεύειν τῶν τοιούτων τὴν πόλιν.
そしてこの期間が過ぎた後は、すべての悲哀は解かれ、都市はそのようなものから清められていなければならなかった。
§18.2ἑορτῆς τε Δήμητρος εἰς τάς ἡμέρας ἐκείνας καθηκούσης βέλτιον ἐφάνη παραλιπεῖν ὅλως τάς τε θυσίας καὶ τὴν πομπήν ἢ τὸ μέγεθος τῆς συμφορᾶς ὀλιγότητι καὶ κατηφείᾳ τῶν συνερχομένων ἐλέγχεσθαι·
また、デメテルの祭りがその頃にあたっていたが、集まった人々の数の少なさと落胆によって厄災の大きさが浮き彫りになるよりは、犠牲祭と行列を完全に中止する方がより良いと思われた。
καὶ γὰρ τὸ θεῖον ἥδεσθαι τιμώμενον ὑπὸ τῶν εὐτυχούντων.
なぜなら、神性というものは幸運な人々によって敬われるのを喜ぶからである。
§18.3ὅσα μέντοι πρὸς ἱλασμοὺς θεῶν ἢ τεράτων ἀποτροπὰς συνηγόρευον οἱ μάντεις ἐπράττετο.
しかしながら、神々を宥めることや不吉な前兆を回避することのために予言者たちが勧告したことは、すべて実行された。
καὶ γὰρ εἰς Δελφοὺς ἐπέμφθη θεοπρόπος Πίκτωρ, συγγενὴς Φαβίου, καὶ τῶν Ἑστιάδων παρθένων δύο διεφθαρμένας εὑρόντες, τὴν μὲν, ὥσπερ ἐστὶν ἔθος, ζῶσαν κατώρυξαν, ἡ δʼ ὑφʼ ἑαυτῆς ἀπέθανε.
実際、ファビウスの親族であるピクトルが神託伺いとしてデルポイへ送られた。 また、ウェスタの処女のうち二人が不義を働いたことが発覚し、一方は慣習に従って生きたまま埋められ、他方は自ら命を絶った。
§18.4μάλιστα δʼ ἄν τις ἀγάσαιτο τὸ φρόνημα καὶ τὴν πρᾳότητα τῆς πόλεως, ὅτε τοῦ ὑπάτου Βάρρωνος ἀπὸ τῆς φυγῆς ἐπανιόντος, ὡς ἄν τις αἴσχιστα καὶ δυσποτμότατα πεπραχὼς ἐπανίοι, ταπεινοῦ καὶ κατηφοῦς, ἀπήντησεν αὐτῷ περὶ τάς πύλας ἥ τε βουλὴ καὶ τὸ πλῆθος ἅπαν ἀσπαζόμενοι.
しかし、人が最も驚嘆すべきは、この国家の気高き精神と寛大さであろう。 すなわち、執政官ウァロが敗走から帰還したとき――きわめて恥ずべき、かつきわめて不運な結果をもたらした者として帰還するかのようであり、卑屈で落胆していた彼を――元老院と全市民が門のあたりまで出迎え、歓迎したときのことである。
§18.5οἱ δʼ ἐν τέλει καὶ πρῶτοι τῆς γερουσίας, ὧν καὶ Φάβιος ἦν, ἡσυχίας γενομένης ἐπῄνεσαν, ὅτι τὴν πόλιν οὐκ ἀπέγνω μετὰ δυστυχίαν τηλικαύτην, ἀλλὰ πάρεστιν ἄρξων ἐπὶ τὰ πράγματα καὶ χρησόμενος τοῖς νόμοις καὶ τοῖς πολίταις ὡς σῴζεσθαι δυναμένοις.
そして、政務官たちや元老院の指導者たち(その中にはファビウスもいたが)は、静粛がもたらされた後、これほど破滅的な不幸の後でも彼が国家を見捨てて絶望しなかったこと、それどころか、国政を率い、国法と市民を「救われうるもの」として用いるために戻ってきたことを称賛した。