§14.1ἐκ τούτου Φάβιος μὲν ἀπέθετο τὴν ἀρχήν, ὕπατοι δʼ αὖθις ἀπεδείκνυντο.
その後、ファビウスは職を辞し、再び執政官たちが任命された。
καὶ τούτων οἱ μὲν πρῶτοι διεφύλαξαν ἣν ἐκεῖνος ἰδέαν τοῦ πολέμου κατέστησε, μάχεσθαι μὲν ἐκ παρατάξεως φεύγοντες πρὸς Ἀννίβαν, τοῖς δὲ συμμάχοις ἐπιβοηθοῦντες καὶ τὰς ἀποστάσεις κωλύοντες·
そして、これらの執政官のうち最初の者たちは、彼が確立した戦争の形態を維持し、ハンニバルとの正面からの会戦を避けつつ、同盟国を救援し、離反を防いだ。
Τερέντιος δὲ Βάρρων εἰς τὴν ὑπατείαν προαχθεὶς ἀπὸ γένους ἀσήμου, βίου δὲ διὰ δημοκοπίαν καὶ προπέτειαν ἐπισήμου, δῆλος ἦν εὐθὺς ἀπειρίᾳ καὶ θρασύτητι τὸν περὶ τῶν ὅλων ἀναρρίψων κύβον.
しかし、テレンティウス・ウァロは、卑賎な家柄の出身でありながら、民衆への甘言と無鉄砲さによって名を馳せた生涯を送っていたが、執政官に抜擢されると、すぐにその無経験と無謀さによって、国家の命運を賭けた賽を投げようとしていることが明らかとなった。
§14.2ἐβόα γὰρ ἐν ταῖς ἐκκλησίαις μενεῖν τὸν πόλεμον ἄχρι οὗ Φαβίοις χρῆται στρατηγοῖς ἡ πόλις, αὐτὸς δὲ τῆς αὐτῆς ἡμέρας ὄψεσθαί τε καὶ νικήσειν τοὺς πολεμίους, ἅμα δὲ τούτοις τοῖς λόγοις συνῆγε καὶ κατέγραφε δύναμιν τηλικαύτην, ἡλίκῃ πρὸς οὐδένα πώποτε τῶν πολεμίων ἐχρήσαντο Ῥωμαῖοι.
というのも、彼は民会において、国家がファビウスのような者たちを将軍として用いている限り、戦争は長引くだろうと大声で叫び、自分なら、戦場に着いたその同じ日に敵を目にし、かつ勝利するだろうと豪語していたからである。 そして、これらの言葉と同時に、ローマ人がかつていかなる敵に対しても用いたことがないほど大規模な軍勢を集め、徴募した。
μυριάδες γὰρ ἐννέα δισχιλίων ἀνδρῶν δέουσαι συνετάχθησαν εἰς τὴν μάχην, μέγα δέος Φαβίῳ καὶ τοῖς νοῦν ἔχουσι Ῥωμαίων οὐ γὰρ ἤλπιζον ἕξειν ἀναφορὰν τὴν πόλιν ἐν τοσαύτῃ σφαλεῖσαν ἡλικίᾳ.
実に、九万から二千人を引いた数(八万八千)の兵が戦闘のために編成されたが、これはファビウスと分別の直なるローマ人たちにとって大きな恐怖であった。 というのも、これほど多くの壮丁を失って躓いた場合、国家が立ち直る道はないと考えていたからである。
§14.3διὸ καὶ τὸν συνάρχοντα τοῦ Τερεντίου Παῦλον Αἰμίλιον, ἄνδρα πολλῶν πολέμων ἔμπειρον, οὐκ ἀρεστὸν δὲ τῷ δήμῳ καὶ καταπλῆγα ἔκ τινος καταδίκης πρὸς τὸ δημόσιον αὐτῷ γεγενημένης, ἀνίστη καὶ παρεθάρρυνεν ἐπιλαμβάνεσθαι τῆς ἐκείνου μανίας, διδάσκων ὡς οὐ πρὸς Ἀννίβαν αὐτῷ μᾶλλον ἢ πρὸς Τερέντιον ὑπὲρ τῆς πατρίδος ὁ ἀγὼν ἔσοιτο σπεύδειν γὰρ μάχην γενέσθαι τὸν μὲν οὐκ αἰσθανόμενον τῆς δυνάμεως, τὸν δʼ αἰσθανόμενον τῆς περὶ αὑτὸν ἀσθενείας.
それゆえにまた、ファビウスはテレンティウスの同僚であるパウルス・アイミリウス――多くの戦争を経験した人物でありながら、民衆には好まれず、かつて国家に対して彼に下されたある有罪判決のせいで気力を失っていた人物――を奮い立たせ、あの男の狂気を制止するよう励ました。 その際、彼にとって祖国をめぐる戦いは、ハンニバルに対するものというよりは、むしろテレンティウスに対するものになるだろうと説き諭した。 なぜなら、一方は(敵の)力を悟らずに戦闘を急ぎ、他方は自分自身の弱さを感じ取って戦闘を急いでいるからである、と。
§14.4ἐγὼ δʼ,
εἶπεν,
ὦ Παῦλε, Τερεντίου πιστεύεσθαι δικαιότερός εἰμι περὶ τῶν Ἀννίβου πραγμάτων διαβεβαιούμενος ὡς, εἰ μηδεὶς αὐτῷ μαχεῖται τοῦτον τὸν ἐνιαυτόν, ἀπολεῖται μένων ὁ ἀνὴρ ἢ φεύγων ἄπεισιν, ᾧ γε καὶ νῦν νικᾶν καὶ κρατεῖν δοκοῦντι τῶν μὲν πολεμίων οὐδεὶς προσκεχώρηκε, τῆς δʼ οἴκοθεν δυνάμεως οὐδʼ ἡ τρίτη μοῖρα πάνυ περίεστι.
「パウルスよ」と彼は言った。 「私は、ハンニバルの状況について確言するにあたり、テレンティウスよりも信頼されるにふさわしい。 もし今年、誰も彼と戦わなければ、あの男は留まり続けて自滅するか、さもなければ逃げ去るだろう。 何しろ、今や勝利して支配しているように見える彼に対して、敵の誰も帰順しておらず、本国からの軍勢はもはや三分の一すら残っていないのだから。
§14.5πρὸς ταῦτα λέγεται τὸν Παῦλον εἰπεῖν
ἐμοὶ μὲν, ὦ Φάβιε, τὰ ἐμαυτοῦ σκοποῦντι κρεῖττόν ἐστι τοῖς τῶν πολεμίων ὑποπεσεῖν δόρασιν ἢ πάλιν ταῖς ψήφοις τῶν πολιτῶν εἰ δʼ οὕτως ἔχει τὰ δημόσια πράγματα, πειράσομαι μᾶλλον σοὶ δοκεῖν ἀγαθὸς εἶναι στρατηγὸς ἢ πᾶσι τοῖς ἄλλοις ἐπὶ τἀναντία βιαζομένοις.
」これに対し、パウルスは次のように言ったと伝えられている。 「ファビウスよ、私個人のことを考えるなら、私にとっては、再び市民たちの投票(裁判)にかけられるよりも、敵の槍に倒れる方がましである。 しかし、国家の情勢がこのようであるならば、私は反対の方向へと無理に押し通そうとする他のすべての人々に対してよりも、むしろあなたに対して優れた将軍であると思われるよう努めよう。
ταύτην ἔχων τὴν προαίρεσιν ὁ Παῦλος ἐξῆλθεν ἐπὶ τὸν πόλεμον.
」パウルスはこの覚悟を抱いて、戦争へと出征した。