§13.1μετὰ δὲ τὴν μάχην Φάβιος μὲν ὅσους ἔκτεινε τῶν πολεμίων σκυλεύσας ἀνεχώρησεν, οὐδὲν ὑπερήφανον οὐδʼ ἐπαχθὲς εἰπὼν περὶ τοῦ συνάρχοντος·
\n戦闘の後、ファビウスは倒した敵兵の武具を剥ぎ取った後に退却したが、同僚の将軍について傲慢なことも不快なことも一切口にしなかった。
Μινούκιος δὲ τὴν αὑτοῦ στρατιὰν ἀθροίσας,
ἄνδρες,
ἔφη,
συστρατιῶται, τὸ μ?ὲν ἁμαρτεῖν μηδὲν ἐν πράγμασι μεγάλοις μεῖζον ἢ
κατʼ ἄνθρωπόν ἐστι, τὸ δʼ ἁμαρτόντα χρήσασθαι τοῖς πταίσμασι διδάγμασι πρὸς τὸ λοιπὸν ἀνδρὸς ἀγαθοῦ καὶ νοῦν ἔχοντος.
一方、ミヌキウスは自軍を集めて言った。 \n「兵士諸君、我が戦友たちよ、重大な事柄において全く誤りを犯さないということは、人間の限界を超えたことであるが、過ちを犯した後に、その失敗を今後の教訓とすることは、優れた、また理性を備えた男のなすべきことである。
§13.2ἐγὼ μὲν οὖν ὁμολογῶ μικρὰ μεμφόμενος τὴν τύχην περὶ μειζόνων ἐπαινεῖν.
\n\nそれゆえ、私は運命を少しばかり恨めしく思いつつも、より大きな事柄については運命を称賛することを告白する。
ἃ γὰρ οὐκ ᾐσθόμην χρόνον τοσοῦτον, ἡμέρας μέρει μικρῷ πεπαίδευμαι, γνοὺς ἐμαυτὸν οὐκ ἄρχειν ἑτέρων δυνάμενον, ἀλλʼ ἄρχοντος ἑτέρου δεόμενον καὶ φιλοτιμούμενον νικᾶν ὑφʼ ὧν ἡττᾶσθαι κάλλιον.
なぜなら、私がこれほど長い間気づかなかったことを、一日のほんのわずかな時間で教えられたからだ。 私は、自分には他者を支配する能力はなく、むしろ他者の支配を必要としていること、そして、その人たちに敗れる方がより名誉であるような人々に対して、勝ち誇ろうと張り合っていたことに気づいたのである。
ὑμῖν δὲ τῶν μὲν ἄλλων ἐστὶν ἄρχων ὁ δικτάτωρ, τῆς δὲ πρὸς ἐκεῖνον εὐχαριστίας αὐτὸς ἡγεμὼν ἔσομαι, πρῶτον ἐμαυτὸν εὐπειθῆ καὶ ποιοῦντα τὸ κελευόμενον ὑπʼ ἐκείνου παρεχόμενος.
諸君にとって、他のすべての事柄においては独裁官が指導者であるが、彼に対する感謝の念においては、私自身が先頭に立つつもりだ。 まず私自身が彼に服従し、彼の命じることを実行する姿を示すことによって。
§13.3ταῦτʼ εἰπὼν καὶ τοὺς ἀετοὺς ἄρασθαι κελεύσας καὶ πάντας ἀκολουθεῖν, ἦγε πρὸς τὸν χάρακα τοῦ Φαβίου.
」\n\nこう語り、軍鷲旗を掲げるよう命じ、全員に従うよう促すと、彼はファビウスの陣営へと率いていった。
καὶ παρελθὼν ἐντὸς ἐβάδιζεν ἐπὶ τὴν στρατηγικὴν σκηνήν, ὥστε θαυμάζειν καὶ διαπορεῖν πάντας.
そして中に入ると、将軍の天幕へと歩み進んだので、誰もが驚き、訝しんだ。
προελθόντος δὲ τοῦ Φαβίου θέμενος ἔμπροσθεν τὰς σημαίας αὐτὸς μὲν ἐκεῖνον πατέρα μεγάλῃ φωνῇ, οἱ δὲ στρατιῶται τοὺς στρατιώτας πάτρωνας ἠσπάζοντο.
ファビウスが進み出てくると、ミヌキウスは自らその前に軍旗を立て、大声で彼を「父」と呼び、兵士たちは(ファビウスの)兵士たちを「パトローヌス(保護者)」と呼んで挨拶を交わした。
τοῦτο δʼ ἔστι τοῖς ἀπελευθέροις προσφώνημα πρὸς τοὺς ἀπελευθερώσαντας.
これは、解放奴隷が自らを解放してくれた主人に対して用いる呼び名である。
§13.4ἡσυχίας δὲ γενομένης ὁ Μινούκιος εἶπε·
\n\n静まり返ると、ミヌキウスは言った。
δύο νίκας, ὦ δίκτατορ, τῇ σήμερον ἡμέρᾳ νενίκηκας, ἀνδρείᾳ μὲν Ἀννίβαν, εὐβουλίᾳ δὲ καὶ χρηστότητι τὸν συνάρχοντα·
\n「独裁官よ、あなたは今日、二つの勝利を収められました。 勇気においてはハンニバルに勝ち、思慮深さと親切心においては同僚の将軍に勝たれたのです。
καὶ διʼ ἧς μὲν σέσωκας ἡμᾶς, διʼ ἧς δὲ πεπαίδευκας, ἡττωμένους αἰσχρὰν μὲν ἧτταν ὑπʼ ἐκείνου, καλὴν δὲ καὶ σωτήριον ὑπὸ σοῦ.
一方の勝利によってあなたは私たちを救い、他方の勝利によってあなたは私たちを教育されました。 私たちは、前者からは恥ずべき敗北を喫しましたが、あなたからは美しく救いに満ちた敗北を喫したのです。
§13.5πατέρα δή σε χρηστὸν προσαγορεύω, τιμιωτέραν οὐκ ἔχων προσηγορίαν, ἐπεὶ τῆς γε τοῦ τεκόντος χάριτος μείζων ἡ παρὰ σοῦ χάρις αὕτη.
\n\nそれゆえ、私はあなたを良き父と呼びます。 これ以上に尊い呼び名を持ち合わせていないからです。 なぜなら、実の親から受けた恩恵よりも、あなたから受けたこの恩恵の方が大きいからです。
ἐγεννήθην μὲν γὰρ ὑπʼ ἐκείνου μόνος, σῴζομαι δὲ ὑπὸ σοῦ μετὰ τοσούτων
ταῦτʼ εἰπὼν καὶ περιβαλὼν τὸν Φάβιον ἠσπάζετο.
私は実父によってはただ一人として生み出されましたが、あなたによってはこれほど多くの者たちと共に命を救われたのですから。 」\nこう語ると、彼はファビウスを抱きしめて挨拶を交わした。
τὸ δʼ αὐτὸ καὶ τοὺς στρατιώτας ἦν ὁρᾶν πράττοντας·
兵士たちもまた、同じことをしているのを見ることができた。
ἐνεφύοντο γὰρ ἀλλήλοις καὶ κατεφίλουν, ὥστε μεστὸν εἶναι χαρᾶς καὶ δακρύων ἡδίστων τὸ στρατόπεδον.
彼らはお互いに抱きつき、口づけを交わし合っていたので、陣営全体が喜びと最も甘美な涙で満たされた。