§14.1ἐκ τούτου Φάβιος μὲν ἀπέθετο τὴν ἀρχήν, ὕπατοι δʼ αὖθις ἀπεδείκνυντο.
此后,法比乌斯卸下了职务,执政官再次被选出。
καὶ τούτων οἱ μὲν πρῶτοι διεφύλαξαν ἣν ἐκεῖνος ἰδέαν τοῦ πολέμου κατέστησε, μάχεσθαι μὲν ἐκ παρατάξεως φεύγοντες πρὸς Ἀννίβαν, τοῖς δὲ συμμάχοις ἐπιβοηθοῦντες καὶ τὰς ἀποστάσεις κωλύοντες· Τερέντιος δὲ Βάρρων εἰς τὴν ὑπατείαν προαχθεὶς ἀπὸ γένους ἀσήμου, βίου δὲ διὰ δημοκοπίαν καὶ προπέτειαν ἐπισήμου, δῆλος ἦν εὐθὺς ἀπειρίᾳ καὶ θρασύτητι τὸν περὶ τῶν ὅλων ἀναρρίψων κύβον.
在这些人中,最初的人维持了他所确立的战争模式,避免与汉尼拔进行会战,同时援助盟国并阻止叛离;然而,特伦提乌斯·瓦罗虽出身微贱,却因蛊惑群众和鲁莽冒失而在生涯中闻名,他一被擢升为执政官,便立刻显露出将凭其无知与狂妄,为国家的整体命运下注掷骰。
§14.2ἐβόα γὰρ ἐν ταῖς ἐκκλησίαις μενεῖν τὸν πόλεμον ἄχρι οὗ Φαβίοις χρῆται στρατηγοῖς ἡ πόλις, αὐτὸς δὲ τῆς αὐτῆς ἡμέρας ὄψεσθαί τε καὶ νικήσειν τοὺς πολεμίους, ἅμα δὲ τούτοις τοῖς λόγοις συνῆγε καὶ κατέγραφε δύναμιν τηλικαύτην, ἡλίκῃ πρὸς οὐδένα πώποτε τῶν πολεμίων ἐχρήσαντο Ῥωμαῖοι.
因为他在公民大会上叫嚷,只要国家还任用法比乌斯之流的人当将军,战争就会持续下去,而他自己则将在到达战场的同一天看见并击败敌人;在说这些话的同时,他聚集并征召了一支庞大的军队,其规模是罗马人此前对任何敌人都不曾使用过的。
μυριάδες γὰρ ἐννέα δισχιλίων ἀνδρῶν δέουσαι συνετάχθησαν εἰς τὴν μάχην, μέγα δέος Φαβίῳ καὶ τοῖς νοῦν ἔχουσι Ῥωμαίων οὐ γὰρ ἤλπιζον ἕξειν ἀναφορὰν τὴν πόλιν ἐν τοσαύτῃ σφαλεῖσαν ἡλικίᾳ.
因为有九万人少二千人(即八万八千人)被编入战列,这让法比乌斯和理智的罗马人深感恐惧;因为他们不指望国家在损失了如此多青壮年而遭受挫败后,还能有复兴的希望。
§14.3διὸ καὶ τὸν συνάρχοντα τοῦ Τερεντίου Παῦλον Αἰμίλιον, ἄνδρα πολλῶν πολέμων ἔμπειρον, οὐκ ἀρεστὸν δὲ τῷ δήμῳ καὶ καταπλῆγα ἔκ τινος καταδίκης πρὸς τὸ δημόσιον αὐτῷ γεγενημένης, ἀνίστη καὶ παρεθάρρυνεν ἐπιλαμβάνεσθαι τῆς ἐκείνου μανίας, διδάσκων ὡς οὐ πρὸς Ἀννίβαν αὐτῷ μᾶλλον ἢ πρὸς Τερέντιον ὑπὲρ τῆς πατρίδος ὁ ἀγὼν ἔσοιτο σπεύδειν γὰρ μάχην γενέσθαι τὸν μὲν οὐκ αἰσθανόμενον τῆς δυνάμεως, τὸν δʼ αἰσθανόμενον τῆς περὶ αὑτὸν ἀσθενείας.
因此,法比乌斯也勉励并鼓舞特伦提乌斯的同僚保卢斯·埃米利乌斯——一位经历过许多战争的经验丰富之人,但不受民众欢迎,且因先前被公共法庭判处的一项罚金而意气消沉——去制止那个人的疯狂。 法比乌斯指明,为了祖国,他的斗争与其说是针对汉尼拔,倒不如说是针对特伦提乌斯;因为前者(特伦提乌斯)因未察觉敌人的力量而急于会战,而后者(汉尼拔)则因察觉到自身的虚弱而急于交战。
§14.4ἐγὼ δʼ,
εἶπεν,
ὦ Παῦλε, Τερεντίου πιστεύεσθαι δικαιότερός εἰμι περὶ τῶν Ἀννίβου πραγμάτων διαβεβαιούμενος ὡς, εἰ μηδεὶς αὐτῷ μαχεῖται τοῦτον τὸν ἐνιαυτόν, ἀπολεῖται μένων ὁ ἀνὴρ ἢ φεύγων ἄπεισιν, ᾧ γε καὶ νῦν νικᾶν καὶ κρατεῖν δοκοῦντι τῶν μὲν πολεμίων οὐδεὶς προσκεχώρηκε, τῆς δʼ οἴκοθεν δυνάμεως οὐδʼ ἡ τρίτη μοῖρα πάνυ περίεστι.
“而我,”他说,“保卢斯啊,在断言汉尼拔的处境时,比特伦提乌斯更值得信赖:如果今年没有人与他交战,那个人若留下来就会自灭,否则就会逃走。 毕竟,对于这个现在看起来仍在获胜和统治的人,敌人中没有一个人归顺他,而他从本土带来的军队,连三分之一都完全没有剩下来。
§14.5πρὸς ταῦτα λέγεται τὸν Παῦλον εἰπεῖν
ἐμοὶ μὲν, ὦ Φάβιε, τὰ ἐμαυτοῦ σκοποῦντι κρεῖττόν ἐστι τοῖς τῶν πολεμίων ὑποπεσεῖν δόρασιν ἢ πάλιν ταῖς ψήφοις τῶν πολιτῶν εἰ δʼ οὕτως ἔχει τὰ δημόσια πράγματα, πειράσομαι μᾶλλον σοὶ δοκεῖν ἀγαθὸς εἶναι στρατηγὸς ἢ πᾶσι τοῖς ἄλλοις ἐπὶ τἀναντία βιαζομένοις.
” 对此,据说保卢斯回答道: “法比乌斯啊,对我个人而言,考虑我自己的处境,死在敌人的矛下,也比再次面对公民们的投票判决要好;但如果国家大事确实处于这种境地,我宁愿在你看来看来是一个优秀的将军,也不愿迎合那些向相反方向强推的其他人。
ταύτην ἔχων τὴν προαίρεσιν ὁ Παῦλος ἐξῆλθεν ἐπὶ τὸν πόλεμον.
” 怀着这样的决心,保卢斯出征了。