Humanitext Reader

プルタルコス · ヌマ伝 §20.1-20.8

ヤヌス神殿の閉鎖とヌマの治世による全土の平和

20 / 22 箇所 · ギリシア語

要旨

ヌマの治世において、戦争の時に開き平和な時に閉じるヤヌスの神殿が完全に閉じられ続けたこと、およびヌマの徳と知恵がイタリア全土に平和をもたらし、プラトンの哲人王思想を具現化したことを描写する。

§20.1ἔστι δὲ αὐτοῦ καὶ νεὼς ἐν Ῥώμῃ δίθυρος, ὃν πολέμου πύλην καλοῦσι.
ローマには彼の二つの扉を持つ神殿もあり、人々はそれを「戦争の門」と呼んでいる。
νομίζεται γάρ ἀνεῷχθαι μὲν αὐτὸν ὅταν ᾖ πόλεμος, κεκλεῖσθαι δὲ εἰρήνης γενομένης, ὃ δὴ χαλεπὸν ἦν καὶ σπανίως γινόμενον, ἀεί τινι συνηρτημένης πολέμῳ τῆς ἡγεμονίας, διὰ μέγεθος τοῖς κύκλῳ περικεχυμένοις γένεσι βαρβάροις ἀντερειδούσης.
というのも、戦争がある時にはそれが開かれ、平和が訪れた時には閉じられることになっているからであるが、それは実に困難で、滅多にないことであった。 なぜなら、彼らの支配権は、その大きさのゆえに周囲を取り囲む野蛮な諸部族に対抗していたため、常に何らかの戦争と結びついていたからである。
§20.2πλὴν ἐπί γε τοῦ Σεβαστοῦ Καίσαρος ἐκλείσθη καθελόντος Ἀντώνιον καὶ πρότερον ὑπατευόντων Μάρκου Ἀτιλίου καὶ Τίτου Μαλλίου χρόνον οὐ πολὺν εἶτα εὐθὺς ἀνεῴχθη πολέμου συρραγέντος.
ただし、アウグストゥス・カエサルの時には、彼がアントニウスを打ち破った後に閉じられ、またそれ以前には、マルクス・アティリウスとティトゥス・マッリウスが執政官であった時に、短い期間だけ閉じられたが、その後すぐに戦争が勃発して開かれた。
ἀλλʼ ἐπί γε τῆς Νομᾶ βασιλείας οὐδεμίαν ἡμέραν ἀνεῳγμένος ὤφθη, τρία δὲ καὶ τετταράκοντα ἔτη συνεχῶς ἔμεινε κεκλεισμένος·
しかし、ヌマの治世においては、それが開いているところは一日として見られず、四十三年間のあいだ連続して閉じられたままであった。
οὕτως ἐξῄρητο παντελῶς τὰ τοῦ πολέμου καὶ πανταχόθεν.
このように、戦争に関することは、全面的に、かつあらゆる方向から、完全に取り除かれていたのである。
§20.3οὐ γάρ μόνον ὁ Ῥωμαίων ἡμέρωτο καὶ κατεκεκήλητο τῇ δικαιοσύνῃ καὶ πρᾳότητι τοῦ βασιλέως δῆμος, ἀλλὰ καὶ τὰς κύκλῳ πόλεις, ὥσπερ αὔρας τινὸς ἐκεῖθεν ἢ πνεύματος ὑγιεινοῦ φέροντος, ἀρχὴ μεταβολῆς ἔλαβε καὶ πόθος εἰσερρύη πάντας εὐνομίας καὶ εἰρήνης καὶ γῆν φυτεύειν καὶ τέκνα τρέφειν ἐν ἡσυχίᾳ καὶ σέβεσθαι θεούς.
なぜなら、ローマの民が王の正義と温和さによって穏やかになり、魅了されていただけでなく、周囲の諸都市をも、そこから吹いてくる一種のそよ風や健康に良い息吹のよう(なもの)がもたらされることで、変革の兆しがとらえ、すべての人々に、よき秩序と平和への、また大地を耕し、静けさのなかで子供を育て、神々を敬うことへの強い望みが流れ込んだからである。
§20.4ἑορταὶ δὲ καὶ θαλίαι καὶ παρʼ ἀλλήλους ἀδεῶς ἰόντων καὶ ἀναμιγνυμένων ὑποδοχαὶ καὶ φιλοφροσύναι τὴν Ἰταλίαν κατεῖχον, οἷον ἐκ πηγῆς τῆς Νομᾶ σοφίας τῶν καλῶν καὶ δικαίων ἐπεισρεόντων εἰς ἅπαντας καὶ διαχεομένης τῆς περὶ ἐκεῖνον γαλήνης·
祝祭や宴、そして人々が恐れることなく互いのもとを訪れ交じり合うもてなしや友愛の情がイタリアを包み込んでいた。 いわばヌマの知恵という泉から、美しいものや正しいものがすべての人へと流れ込み、彼の周囲の静けさが広がっていくかのようであった。
ὥστε καὶ τὰς ποιητικὰς ὑπερβολὰς ἐνδεῖν πρὸς τὴν τότε κατάστασιν λέγουσιν·
そのため、詩的な誇張表現でさえ、当時の状態に比べれば及ばない(不足している)と人々が言うほどであった。
§20.5ἐν δὲ σιδαροδέτοις πόρπαξιν αἰθᾶν ἀραχνᾶν ἔργα·
「鉄で縛られた盾の取っ手には、黒ずんだクモたちの巣がある。
καί, εὐρὼς δάμναται ἔγχεά τε λογχωτὰ ξίφεὰ τʼ ἀμφήκεα, χαλκεᾶν δὲ οὐκέτι σαλπίγγων κτύπος, οὐδὲ συλᾶται μελίφρων ὕπνος ἀπὸ βλεφάρων.
」また、「錆が、穂先のある槍や、両刃の剣を滅ぼし、青銅のラッパの響きはもはやなく、甘い眠りがまぶたから奪われることもない。
οὔτε γάρ πόλεμος οὔτε στάσις οὔτε νεωτερισμὸς περὶ πολιτείαν ἱστόρηται Νομᾶ βασιλεύοντος·
」実際、ヌマの統治期には、戦争も内乱も国政に関する変革も記録されていない。
οὐ μὴν οὐδʼ ἐπʼ αὐτὸν ἐκεῖνον ἔχθρα τις ἢ φθόνος ἢ διʼ ἔρωτα βασιλείας ἐπιβουλὴ καὶ σύστασις ἀνδρῶν,
さらに、彼自身に対しても、いかなる敵意や嫉妬も、あるいは支配への執着による陰謀や人々の徒党も(記録されていない)。
§20.6ἀλλʼ εἴτε φόβος θεῶν προκήδεσθαι δοκούντων τοῦ ἀνδρὸς εἴτε τῆς ἀρετῆς αἰδὼς εἴτε δαιμόνιος τύχη, πάσης κακίας ἄθικτον ἐπʼ ἐκείνου καὶ καθαρὸν διαφυλάττουσα τὸν βίον, ἐναργὲς ἐξήνεγκε παράδειγμα καὶ τεκμήριον τῆς Πλατωνικῆς φωνῆς, ἣν ὕστερον ἐκεῖνος οὐκ ὀλίγοις χρόνοις γενόμενος ἐτόλμησεν ἀφεῖναι περὶ πολιτείας,
むしろ、その人を気遣っていると思われる神々への畏怖、あるいは彼の徳への敬意、あるいは神的な運命が、彼の時代における人々の生をあらゆる悪から無傷で清らかな状態に保ち、プラトンのあの言葉の、明白な実例と証拠を世に示したのである。 その言葉とは、後に少なからぬ時を経て生まれたプラトンが、国政に関して大胆にも発したものである。
§20.7ὡς μία κακῶν παῦλα καὶ λύσις ἀνθρώποις ἐστίν, ἔκ τινος τύχης θείας εἰς ταὐτὸ διανοίᾳ φιλοσόφῳ βασιλικὴν συμπεσοῦσαν δύναμιν ἐγκρατῆ καὶ ὑπερδέξιον τῆς κακίας τὴν ἀρετὴν καταστῆσαι.
すなわち、人間にとって悪の唯一の終息と解決は、神的な運命によって、哲学的な精神に王たる権力が同じところへと重なり合い、徳を悪に対して支配的で優位なものとすることである、と。
μακάριος μὲν γὰρ αὐτός ὁ σώφρων ὡς ἀληθῶς, μακάριοι δὲ οἱ συνήκοοι τῶν ἔκ τοῦ σωφρονοῦντος στόματος ἰόντων λόγων.
「なぜなら、真に思慮深い人自身が幸いであり、また、その思慮深い人の口から出る言葉を共に聴く人々も幸いである(からだ)。
§20.8τάχα γὰρ οὐδὲ ἀνάγκης τινὸς δεῖ πρὸς τοὺς πολλοὺς οὐδὲ ἀπειλῆς, αὐτοὶ δὲ τὴν ἀρετὴν ἐν εὐδήλῳ παραδείγματι καὶ λαμπρῷ τῷ βίῳ τοῦ ἄρχοντος ὁρῶντες, ἑκουσίως σωφρονοῦσι καὶ συμμετασχηματίζονται πρὸς τὸν ἐν φιλίᾳ καὶ ὁμονοίᾳ τῇ πρὸς αὐτοὺς μετὰ δικαιοσύνης καὶ μετριότητος ἀμύμονα καὶ μακάριον βίον, ἐν ᾧ τὸ κάλλιστον ἁπάσης πολιτείας τέλος ἐστί, καὶ βασιλικώτατος ἁπάντων ὁ τοῦτον τὸν βίον καὶ ταύτην τὴν διάθεσιν τοῖς ὑπηκόοις ἐνεργάσασθαι δυνάμενος.
」おそらく、大衆に対してはいかなる強制も脅しも必要なく、支配者の極めて明瞭で輝かしい生き方のうちに徳を自ら見て取ることで、人々は自発的に思慮深く行動し、正義と節度を伴って互いに結ぶ、非の打ち所のない幸福な生活へと共に自らを形成していくのである。 その生活の中にこそ、あらゆる国政の最も美しい目的があり、支配者のうちで最も王たる者は、この生活とこの心の状態を臣民の心に働きかけ植え付けることのできる者である。
ταῦτα μὲν οὖν Νομᾶς παντὸς μᾶλλον φαίνεται συνεωρακώς.
このようなことを、ヌマは誰よりもよく見抜いていたと思われる。

語釈・文法注

  1. 20.1ἀεί τινι συνηρτημένης πολέμῳ τῆς ἡγεμονίας — 属格独立構文。名詞句 `τῆς ἡγεμονίας`(主格 `ἡ ἡγεμονία`「支配権」)が意味上の主語であり、完了受動分詞 `συνηρτημένης` と、後ろの現在能動分詞 `ἀντερειδούσης` の二つがこれに係る。全体の節は、前の `ὃ δὴ χαλεπὸν ἦν...` に対する理由(「〜であったので」)を説明している。
  2. 20.3τὰς κύκλῳ πόλεις... ἀρχὴ μεταβολῆς ἔλαβε — 統語論的倒置(hyperbaton)および先取り(prolepsis)の一種。対格の `τὰς κύκλῳ πόλεις` が文頭に提示されて強調されているが、文法的な主語は後続の `ἀρχὴ μεταβολῆς` であり、動詞 `ἔλαβε` がこれを受ける。この対格は「周囲の諸都市に関して言えば、変革の兆しがそれら(諸都市)をとらえた」という解釈、あるいは動詞の直接目的語としての性質を持つ。
  3. 20.7συμπεσοῦσαν — 対格分詞(アオリスト能動・女性・単数)。`ὡς` 節(「〜ということ」を導く名詞節)における不定詞 `καταστῆσαι` の意味上の主語である対格 `βασιλικὴν δύναμιν`(王たる権力)を修飾する。`εἰς ταὐτὸ συμπεσοῦσαν` で「同じところに重なり合って」の意をなし、構文的には対格不定詞(accusative with infinitive)構文を形成している。

この箇所を引用する

プルタルコス, ヌマ伝 §20.1-20.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg005.humanitext-grc2:20.1-20.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。