§19.1Ῥωμαῖοι δὲ ὅτι μὲν δέκα μῆνας εἰς τὸν ἐνιαυτὸν ἔταττον, οὐ δώδεκα, τεκμήριον ἡ τοῦ τελευταίου προσηγορία·
ローマ人たちが一年に十二ヶ月ではなく十ヶ月を定めていたことの証拠は、最後の月の名称である。
δέκατον γάρ αὐτὸν ἄχρι νῦν καλοῦσιν ὅτι δὲ τὸν Μάρτιον πρῶτον, ἡ τάξις·
なぜなら彼らは今に至るまでそれを十番目の月と呼んでいるからである。 また、彼らが三月を最初の月としていた証拠は、その順序である。
τὸν γάρ ἀπʼ ἐκείνου πέμπτον ἐκάλουν πέμπτον ἕκτον δὲ τὸν ἕκτον καὶ τῶν ἄλλων ἑξῆς ὁμοίως ἕκαστον, ἐπεὶ τὸν Ἰανουάριον καὶ τὸν Φεβρουάριον πρὸ τοῦ Μαρτίου τιθεμένοις συνέβαινεν αὐτοῖς τὸν εἰρημένον μῆνα πέμπτον μὲν ὀνομάζειν, ἕβδομον δὲ ἀριθμεῖν.
なぜなら、彼らはそこから数えて五番目の月を「五番目」と呼び、六番目の月を「六番目」と呼び、他の各月も同様に順に呼んでいたからであり、もし一月と二月を三月の前に置くとするなら、彼らにとって前述の月を「五番目」と呼びながら、実際には「七番目」と数えることになってしまうからである。
§19.2ἄλλως δὲ καὶ λόγον εἶχε τὸν Μάρτιον Ἄρει καθιερωμένον ὑπὸ τοῦ Ῥωμύλου πρῶτον ὀνομάζεσθαι·
それに加えて、ロムルスによって軍神アレスに捧げられた三月が最初と呼ばれるのには道理があった。
δεύτερον δὲ τὸν Ἀπρίλλιον, ἐπώνυμον ὄντα τῆς Ἀφροδίτης, ἐν ᾧ θύουσί τε τῇ θεῷ καὶ ταῖς καλάνδαις αἱ γυναῖκες ἐστεφανωμέναι μυρσίνῃ λούονται, τινὲς δὲ οὐ διὰ τὴν Ἀφροδίτην τὸν Ἀπρίλλιὸν φασιν, ἀλλʼ ὥσπερ ἔχει τοὔνομα ψιλόν, Ἀπρίλλιον κεκλῆσθαι τὸν μῆνα τῆς ἐαρινῆς ὥρας ἀκμαζούσης ἀνοίγοντα καὶ ἀνακαλύπτοντα τοὺς βλαστοὺς τῶν φυτῶν τοῦτο γὰρ ἡ γλῶττα σημαίνει.
そして二番目はアプロディテにちなんで名付けられた四月であり、この月に人々は女神に犠牲を捧げ、朔日には女たちが天人花の冠をかぶって水浴びをする。 もっとも、ある人々は四月がアプロディテにちなむのではなく、その名前そのものの意味の通り、春の季節が全盛となって植物の芽を開き、解き放つ月であるから「アプリリス」と呼ばれるのだと言っている。 実際、彼らの言葉ではそのことを意味するからである。
§19.3τῶν δ’ ἐφεξῆς τὸν μὲν Μάϊον καλοῦσιν ἀπὸ Μαίας·
それに続く月のうち、五月はマイアにちなんで呼ばれている。
Ἑρμῇ γὰρ ἀνιέρωται τὸν δὲ Ἰούνιον ἀπὸ τῆς Ἥρας.
なぜならこの月はヘルメスに捧げられているからである。 そして六月はヘラにちなんで呼ばれている。
εἰσὶ δέ τινες οἱ τούτους ἡλικίας ἐπωνύμους εἶναι λέγοντες πρεσβυτέρας καὶ νεωτέρας·
しかし、これらの月は年長者と年若者の年齢にちなんで名付けられたと言う人々もいる。
μαϊώρεις γὰρ οἱ πρεσβύτεροι παρʼ αὐτοῖς, ἰουνιώρεις δὲ οἱ νεώτεροι καλοῦνται, τῶν δὲ λοιπῶν ἕκαστον ἀπὸ τῆς τάξεως, ὥσπερ ἀριθμοῦντες, ὠνόμαζον πέμπτον, ἕκτον, ἕβδομον, ὄγδοον, ἔνατον, δέκατον·
なぜなら、彼らの間では年長者は「マイオーレス」、若者は「イウニオーレス」と呼ばれるからである。 そして、残りの月については、それぞれをその順序から、数えるかのように「五番目」、「六番目」、「七番目」、「八番目」、「九番目」、「十番目」と呼んでいた。
§19.4εἶτα ὁ πέμπτος ἀπὸ Καίσαρος τοῦ καταγωνισαμένου Πομπήϊον Ἰούλιος· ὁ δὲ ἕκτος Αὔγουστος ἀπὸ τοῦ δευτέρου μὲν ἄρξαντος, Σεβαστοῦ δὲ ἐπικληθέντος, ὠνομάσθη.
その後、五番目の月はポンペイウスを打ち破ったカエサルにちなんで「ユリウス」と名付けられ、六番目の月は二番目の支配者となり「尊厳者」と称された者にちなんで「アウグストゥス」と名付けられた。
τοὺς δὲ ἐφεξῆςΔομετιανὸς εἰσεποίησε ταῖς αὑτοῦ προσωνυμίαις οὐ πολὺν χρόνον, ἀλλὰ τὰς αὑτῶν ἀναλαβόντες πάλιν ἐκείνου σφαγέντος ὁ μὲν ἕβδομος, ὁ δὲ ὄγδοος καλοῦνται, μόνοι δ’ οἱ τελευταῖοι δύο τὴν ἀπὸ τῆς τάξεως κλῆσιν, ὥσπερ ἔσχον ἐξ ἀρχῆς, διεφύλαξαν.
それに続く月はドミティアヌスが自らの名前を一時的に冠したが、彼が暗殺されると再び本来の名前を取り戻し、一方は「七番目」、他方は「八番目」と呼ばれており、最後の二つの月だけが、最初から持っていた順序による名称をそのまま維持した。
§19.5τῶν δὲ ὑπὸ Νομᾶ προστεθέντων ἢ μετατεθέντων ὁ μὲν Φεβρουάριος οἷον καθάρσιος ἄν τις εἴη·
ヌマによって追加されたか、あるいは位置を変更された月のうち、二月はいわば「浄化の月」と言えよう。
καὶ γάρ ἡ λέξις ἔγγιστα τοῦτο σημαίνει, καὶ τοῖς φθιτοῖς ἐναγίζουσι τότε καὶ τὴν τῶν Λουπερκαλίων ἑορτὴν εἰς τὰ πολλὰ καθαρμῷ προσεοικυῖαν τελοῦσιν ὁ δὲ πρῶτος Ἰανουάριος ἀπὸ τοῦ Ἰανοῦ, δοκεῖ δέ μοι τὸν Μάρτιον ὁ Νομᾶς ἐπώνυμον ὄντα τοῦ Ἄρεως ἐκ τῆς προεδρίας μεταστῆσαι, βουλόμενος ἐν παντὶ τῆς πολεμικῆς δυνάμεως προτιμᾶσθαι τὴν πολιτικήν.
実際、この言葉はほぼそういう意味であり、その時期に人々は死者に供え物を捧げ、またルペルカリアの祭りを執り行うが、これは大部分において浄化の儀式に似ている。 そして最初の月である一月はヤヌスにちなんでいる。 私に思われるのは、ヌマはアレスにちなんで名付けられた三月を最優先の地位から移したのだということであり、それはあらゆることにおいて軍事力よりも市民社会の力(政治的な力)を優先させようと望んだからである。
§19.6ὁ γὰρ Ἰανὸς ἐν τοῖς πάνυ παλαιοῖς εἴτε δαίμων εἴτε βασιλεὺς γενόμενος πολιτικὸς καὶ κοινωνικὸς ἐκ τοῦ θηριώδους καὶ ἀγρίου λέγεται μεταβαλεῖν τὴν δίαιταν.
というのも、ヤヌスは極めて古代において、神霊であったか王であったかはともかく、市民的かつ社会的な人物であり、獣のようで野生的な生活から人々の生活様式を変革したと言われているからである。
καὶ διὰ τοῦτο πλάττουσιν αὐτὸν ἀμφιπρόσωπον, ὡς ἑτέραν ἐξ ἑτέρας τῷ βίῳ περιποιήσαντα τὴν μορφὴν καὶ διάθεσιν.
そしてこのために、人々は彼を双面(二つの顔を持つ姿)に形作るのであり、それは彼が人生において、一つの生活形態と状態から別の形態と状態へと一変させたからである。