§20.1ἔστι δὲ αὐτοῦ καὶ νεὼς ἐν Ῥώμῃ δίθυρος, ὃν πολέμου πύλην καλοῦσι.
罗马还有一座他的双门神殿,人们称之为“战争之门”。
νομίζεται γάρ ἀνεῷχθαι μὲν αὐτὸν ὅταν ᾖ πόλεμος, κεκλεῖσθαι δὲ εἰρήνης γενομένης, ὃ δὴ χαλεπὸν ἦν καὶ σπανίως γινόμενον, ἀεί τινι συνηρτημένης πολέμῳ τῆς ἡγεμονίας, διὰ μέγεθος τοῖς κύκλῳ περικεχυμένοις γένεσι βαρβάροις ἀντερειδούσης.
因为按照习俗,战争时期它会被打开,而和平降临时则会被关闭,这确实是一件困难且罕见的事情,因为他们的统治权由于其庞大,在对抗周围环绕的蛮族部落时,总是与某种战争联系在一起。
§20.2πλὴν ἐπί γε τοῦ Σεβαστοῦ Καίσαρος ἐκλείσθη καθελόντος Ἀντώνιον καὶ πρότερον ὑπατευόντων Μάρκου Ἀτιλίου καὶ Τίτου Μαλλίου χρόνον οὐ πολὺν εἶτα εὐθὺς ἀνεῴχθη πολέμου συρραγέντος.
然而,在奥古斯都·恺撒统治时期,他在击败安东尼后将其关闭;在此之前,在马尔库斯·阿蒂利乌斯和提图斯·马利乌斯担任执政官期间,它曾关闭了很短的一段时间,然后随着战争爆发又立即被打开。
ἀλλʼ ἐπί γε τῆς Νομᾶ βασιλείας οὐδεμίαν ἡμέραν ἀνεῳγμένος ὤφθη, τρία δὲ καὶ τετταράκοντα ἔτη συνεχῶς ἔμεινε κεκλεισμένος· οὕτως ἐξῄρητο παντελῶς τὰ τοῦ πολέμου καὶ πανταχόθεν.
但在努马统治时期,人们没有看到它打开过哪怕一天,而是连续四十三年保持关闭;战争之事竟如此彻底地、从各个方面被完全消除了。
§20.3οὐ γάρ μόνον ὁ Ῥωμαίων ἡμέρωτο καὶ κατεκεκήλητο τῇ δικαιοσύνῃ καὶ πρᾳότητι τοῦ βασιλέως δῆμος, ἀλλὰ καὶ τὰς κύκλῳ πόλεις, ὥσπερ αὔρας τινὸς ἐκεῖθεν ἢ πνεύματος ὑγιεινοῦ φέροντος, ἀρχὴ μεταβολῆς ἔλαβε καὶ πόθος εἰσερρύη πάντας εὐνομίας καὶ εἰρήνης καὶ γῆν φυτεύειν καὶ τέκνα τρέφειν ἐν ἡσυχίᾳ καὶ σέβεσθαι θεούς.
因为不仅罗马人民因国王的正义与温和而变得温顺并深受感化,甚至连周围的城市,也仿佛从那里吹来某种微风或健康的气息一般,开始了转变,所有人心中都涌现出对优良法治与和平的渴望,渴望在宁静中耕作土地、抚养子女并敬畏神明。
§20.4ἑορταὶ δὲ καὶ θαλίαι καὶ παρʼ ἀλλήλους ἀδεῶς ἰόντων καὶ ἀναμιγνυμένων ὑποδοχαὶ καὶ φιλοφροσύναι τὴν Ἰταλίαν κατεῖχον, οἷον ἐκ πηγῆς τῆς Νομᾶ σοφίας τῶν καλῶν καὶ δικαίων ἐπεισρεόντων εἰς ἅπαντας καὶ διαχεομένης τῆς περὶ ἐκεῖνον γαλήνης· ὥστε καὶ τὰς ποιητικὰς ὑπερβολὰς ἐνδεῖν πρὸς τὴν τότε κατάστασιν λέγουσιν· §20.5ἐν δὲ σιδαροδέτοις πόρπαξιν αἰθᾶν ἀραχνᾶν ἔργα· καί,
εὐρὼς δάμναται ἔγχεά τε λογχωτὰ ξίφεὰ τʼ ἀμφήκεα, χαλκεᾶν δὲ οὐκέτι σαλπίγγων κτύπος, οὐδὲ συλᾶται μελίφρων ὕπνος ἀπὸ βλεφάρων.
节日、宴会,以及人们毫无畏惧地互相走动和交往的款待与友谊,充溢着整个意大利,仿佛从努马智慧的源泉中,美好和正义的事物正流入所有人之中,环绕着他的宁静也在四处弥漫;以至于人们说,即使是诗歌中的夸张之辞,也无法企及当时的情景: “在铁箍的盾牌把手上,有黑蜘蛛的网作;” 以及, “铁锈侵蚀了带矛尖的枪和双刃的剑,青铜喇叭的轰鸣声不再,甘甜的睡眠也不再从眼睑中被夺走。
οὔτε γάρ πόλεμος οὔτε στάσις οὔτε νεωτερισμὸς περὶ πολιτείαν ἱστόρηται Νομᾶ βασιλεύοντος· οὐ μὴν οὐδʼ ἐπʼ αὐτὸν ἐκεῖνον ἔχθρα τις ἢ φθόνος ἢ διʼ ἔρωτα βασιλείας ἐπιβουλὴ καὶ σύστασις ἀνδρῶν, §20.6ἀλλʼ εἴτε φόβος θεῶν προκήδεσθαι δοκούντων τοῦ ἀνδρὸς εἴτε τῆς ἀρετῆς αἰδὼς εἴτε δαιμόνιος τύχη, πάσης κακίας ἄθικτον ἐπʼ ἐκείνου καὶ καθαρὸν διαφυλάττουσα τὸν βίον, ἐναργὲς ἐξήνεγκε παράδειγμα καὶ τεκμήριον τῆς Πλατωνικῆς φωνῆς, ἣν ὕστερον ἐκεῖνος οὐκ ὀλίγοις χρόνοις γενόμενος ἐτόλμησεν ἀφεῖναι περὶ πολιτείας, §20.7ὡς μία κακῶν παῦλα καὶ λύσις ἀνθρώποις ἐστίν, ἔκ τινος τύχης θείας εἰς ταὐτὸ διανοίᾳ φιλοσόφῳ βασιλικὴν συμπεσοῦσαν δύναμιν ἐγκρατῆ καὶ ὑπερδέξιον τῆς κακίας τὴν ἀρετὴν καταστῆσαι.
” 确实,在努马统治期间,没有任何战争、内讧或关于政体的变革被记载;不仅如此,甚至连针对他个人的敌意、嫉妒,或是因觊觎王位而发起的阴谋与朋党结伙,也从未有过;相反,无论是出于对似乎在庇护此人的神明的敬畏,还是对他的德行的崇敬,抑或是神圣的运气,都在他的时代使人们的生活免受一切邪恶的侵害并保持纯洁,从而为柏拉图的那句名言提供了一个显明的例证和证据——那句话是后来在不少时间之后出生的柏拉图,在谈到政体时大胆说出的:即对于人类而言,邪恶的唯一停止和解脱,在于因某种神圣的运气,王权与哲学智慧合二为一,使美德确立为支配并战胜邪恶的力量。
μακάριος μὲν γὰρ αὐτός
ὁ σώφρων ὡς ἀληθῶς,
μακάριοι δὲ οἱ συνήκοοι τῶν ἔκ τοῦ σωφρονοῦντος στόματος ἰόντων λόγων.
因为真正节制的人本身是幸福的,而共同倾听从这节制之口说出的话语的人也是幸福的。
§20.8τάχα γὰρ οὐδὲ ἀνάγκης τινὸς δεῖ πρὸς τοὺς πολλοὺς οὐδὲ ἀπειλῆς, αὐτοὶ δὲ τὴν ἀρετὴν ἐν εὐδήλῳ παραδείγματι καὶ λαμπρῷ τῷ βίῳ τοῦ ἄρχοντος ὁρῶντες, ἑκουσίως σωφρονοῦσι καὶ συμμετασχηματίζονται πρὸς τὸν ἐν φιλίᾳ καὶ ὁμονοίᾳ τῇ πρὸς αὐτοὺς μετὰ δικαιοσύνης καὶ μετριότητος ἀμύμονα καὶ μακάριον βίον, ἐν ᾧ τὸ κάλλιστον ἁπάσης πολιτείας τέλος ἐστί, καὶ βασιλικώτατος ἁπάντων ὁ τοῦτον τὸν βίον καὶ ταύτην τὴν διάθεσιν τοῖς ὑπηκόοις ἐνεργάσασθαι δυνάμενος.
因为或许对于大众来说,根本不需要任何强迫或威胁,而他们自己在统治者清晰的典范和光辉的生活中看到美德,便会自愿变得节制,并在与统治者的友谊和一致中,共同塑造出伴随着正义与温和的、无可指责且幸福的生活,其中蕴含着一切政体最美好的终极目标;而在所有人中,最具有王者之风的,便是能够将这种生活和这种心境灌输给臣民的人。
ταῦτα μὲν οὖν Νομᾶς παντὸς μᾶλλον φαίνεται συνεωρακώς.
因此,努马似乎比任何人都更清楚地看透了这一点。