Humanitext Reader

プルタルコス · ヌマ伝 §14.1-14.6

レギアの建設と祭儀の掟およびピュタゴラス派との類似

14 / 22 箇所 · ギリシア語

要旨

ヌマはウェスタ神殿の近くにレギアを建設して神事に没頭し、市民が敬神の念に集中できるよう儀式中の労働休止制度を定めた。また、彼の掟におけるいくつかの象徴的行為(拝礼時の回転や着席)が、ピュタゴラス派の教えとも類似する深い意味を持つことが論じられる。

§14.1ἐπεὶ δὲ διεκόσμησε τὰς ἱερωσύνας, ἐδείματο πλησίον τοῦ τῆς Ἑστίας ἱεροῦ τὴν καλουμένην Ῥηγίαν, οἷόν τι βασίλειον οἴκημα·
ヌマは神官たちの職務を整えた後、ウェスタの神殿の近くに「レギア」と呼ばれるある種の王宮を建設した。
καὶ τὸ πλεῖστον αὐτόθι τοῦ χρόνου διέτριβεν ἱερουργῶν ἢ διδάσκων τοὺς ἱερεῖς ἢ πρὸς ἐννοίᾳ τινὶ τῶν θείων πρὸς αὑτὸν σχολάζων.
そして、一日の大半をそこで神事を執り行うか、あるいは神官たちを教えるか、あるいは神的なものについての瞑想に耽りつつ自分自身で沈思黙考して過ごした。
οἰκίαν δ’ εἶχεν ἑτέραν περὶ τὸν Κυρίνου λόφον, ἧς ἔτι νῦν τὸν τόπον ἐπιδεικνύουσιν.
彼はキリヌスの丘のあたりにも別の家を持っており、その場所は今日でも人々によって指し示されている。
ἐν δὲ ταῖς προπομπαῖς καὶ ὅλως τῶν ἱερέων ταῖς πομπαῖς προηγοῦντο κήρυκες ἀνὰ τὴν πόλιν ἐλινύειν κελεύοντες καὶ τὰ ἔργα καταπαύοντες.
そして、前行(先導する行列)において、また一般に神官たちの行列においては、布告官たちが町を先導し、働くのをやめて仕事を中断するように命じた。
§14.2ὡς γάρ φασι τοὺς Πυθαγορικοὺς οὐκ ἐᾶν ἐκ παρόδου προσκυνεῖν καὶ προσεύχεσθαι τοῖς θεοῖς, ἀλλʼ οἴκοθεν εὐθὺς ἐπὶ τοῦτο γνώμῃ παρεσκευασμένους βαδίζειν, οὕτως ᾤετο Νομᾶς χρῆναι τοὺς πολίτας μήτε ἀκούειν τι τῶν θείων μήτε ὁρᾶν ἐν παρέργῳ καὶ ἀμελῶς, ἀλλὰ σχολὴν ἄγοντας ἀπὸ τῶν ἄλλωὶ καὶ προσέχοντας τὴν διάνοιαν ὡς πράξει μεγίστῃ τῇ περὶ τὴν εὐσέβειαν, ψόφων τε καὶ πατάγων καὶ στεναγμῶν, καὶ ὅσα τοιαῦτα τοῖς ἀναγκαίοις καὶ βαναύσοις πόνοις ἕπεται, καθαρὰς τὰς ὁδοὺς ταῖς ἱερουργίαις παρέχοντας, ὧν ἴχνος τι μέχρι νῦν διασώζοντες, ὅταν ἄρχων πρὸς ὄρνισιν ἢ θυσίαις διατρίβῃ, βοῶσιν Ὃκ ἄγε·
ピュタゴラス派の人々が、ついでに神々を拝み祈ることを許さず、むしろ家を出る時からそのために決意を固めて赴くように求めたと言われているのと同様に、ヌマも、市民たちが神聖な事柄を片手間に、また不注意に聞いたり見たりすべきではなく、むしろ他の仕事から解放されて、敬神を最大の活動として精神を集中させ、騒音や打撃音、うめき声、その他生活必需や手仕事に伴うすべてのものから街路を清め、神事に備えるようにすべきだと考えていた。 その痕跡を今日まで保存して、役人が鳥占いや犠牲祭儀に従事しているときには、「ホク・アゲ(これをなせ)」と叫ぶのである。
σημαίνει δὲ ἡ φωνὴ τοῦτο πρᾶσσε, συνεπιστρέφουσα καὶ κατακοσμοῦσα τοὺς προστυγχάνοντας.
この声は「これを行え」を意味し、通りがかった人々を自らに引き戻し、粛正する効果がある。
§14.3ἦν δὲ καὶ τῶν ἄλλων παραγγελμάτων αὐτοῦ πολλὰ τοῖς Πυθαγορικοῖς ἐοικότα.
彼の他の掟の多くもピュタゴラス派のものに似ていた。
ὡς γὰρ ἐκεῖνοι παρῄνουν ἐπὶ χοίνικος μὴ καθῆσθαι, καὶ μαχαίρᾳ πῦρ μὴ σκαλεύειν, καὶ βαδίζοντας εἰς ἀποδημίας μὴ μεταστρέφεσθαι, καὶ τοῖς μὲν οὐρανίοις περισσά, θύειν, ἄρτια δὲ τοῖς χθονίοις, ὧν ἑκάστου τὴν διάνοιαν ἀπεκρύπτοντο πρὸς τοὺς πολλούς, οὕτως ἔνια τῶν Νομᾶ πατρίων ἀπόρρητον ἔχει τὸν λόγον οἷον τὸ μὴ σπένδειν θεοῖς ἐξ ἀμπέλων ἀτμήτων μηδὲ θύειν ἄτερ ἀλφίτων καὶ τὸ προσκυνεῖν περιστρεφομένους καὶ τὸ καθῆσθαι προσκυνήσαντας.
ピュタゴラス派の人々が、升の上に座るな、小刀で火をかき回すな、旅に出る時には引き返すな、天上の神々には奇数の犠牲を、地下の神々には偶数の犠牲を捧げよと勧め(その各々の意味は大衆に対して隠されていたが)、そのように、ヌマの先祖伝来の掟のいくつかも、秘密の理由を持っていた。 例えば、剪定されていないブドウの木から神々に奉献してはならないこと、麦粉なしで犠牲を捧げてはならないこと、振り返りながら拝むこと、そして拝んだ後に座ることである。
§14.4τὰ μὲν οὖν πρῶτα δύο τὴν γῆς ἐξημέρωσιν ἔοικε διδάσκειν, ὡς μόριον εὐσεβείας οὖσαν ἡ δὲ περιστροφὴ τῶν προσκυνούντων λέγεται μὲν ἀπομίμησις εἶναι τῆς τοῦ κόσμου περιφορᾶς, δόξειε δ’ ἂν μᾶλλον ὁ προσκυνῶν, ἐπεὶ πρὸς ἕω τῶν ἱερῶν βλεπόντων ἀπέστραπται τὰς ἀνατολάς, μεταβάλλειν ἑαυτὸν ἐνταῦθα καὶ περιστρέφειν ἐπὶ τὸν θεόν, κύκλον ποιῶν καὶ συνάπτων τὴν ἐπιτελείωσιν τῆς εὐχῆς διʼ ἀμφοῖν·
最初の二つの掟は、地の開墾を教えるものであるようで、それが敬神の一部であるとされている。 一方、拝む人々の回転は、宇宙の運行の模倣であると言われているが、むしろ拝む者は、神殿が東を向いているため東に背を向けているので、そこで身を翻し、神の方を向いて円を描き、その両方によって祈りの成就を完成させるためとも考えられる。
§14.5εἰ μὴ νὴ Δία τοῖς Αἰγυπτίοις τροχοῖς αἰνίττεταί τι καὶ διδάσκει παραπλήσιον ἡ μεταβολὴ τοῦ σχήματος, ὡς οὐδενὸς ἑστῶτος τῶν ἀνθρωπίνων, ἀλλʼ ὅπως ἂν στρέφῃ καὶ ἀνελίττῃ τὸν βίον ἡμῶν ὁ θεός, ἀγαπᾶν καὶ δέχεσθαι προσῆκον, τὸ δὲ καθέζεσθαι προσκυνήσαντας οἰωνισμὸν εἶναι λέγουσι τοῦ βεβαιότητα ταῖς εὐχαῖς καὶ διαμονὴν τοῖς ἀγαθοῖς ἐπιγίνεσθαι.
あるいは、神にかけて、この姿勢の変化は、エジプトの車輪に何かを暗示し、それに似た教えを与えているのかもしれない。 すなわち、人間の事柄には永続するものは何もなく、神が我々の生をどのように回転させ、展開させようとも、それを受け入れ、甘んじるのが適切であるということである。 また、拝んだ後に座ることは、祈りの確実性と、良いことが持続することの予兆であると言われている。
λέγουσι δὲ καὶ πράξεων διορισμὸν εἶναι τὴν ἀνάπαυσιν·
また、休息は行動の区切りであるとも言われている。
§14.6ὡς οὖν τῇ προτέρᾳ, πράξει πέρας ἐπιτιθέντας καθέζεσθαι παρὰ τοῖς θεοῖς, ἵνα ἑτέρας πάλιν ἀρχὴν παρʼ ἐκείνων λάβωσι.
したがって、前の行動に終止符を打って神々のそばに座ることで、神々から再び別の行動の始まりを受け取るためである。
δύναται δὲ καὶ τοῦτο τοῖς εἰρημένοις ὁμολογεῖν, ἐθίζοντος ἡμᾶς τοῦ νομοθέτου μὴ ποιεῖσθαι τὰς πρὸς τὸ θεῖον ἐντεύξεις ἐν ἀσχολίᾳ, καὶ παρέργως οἷον σπεύδοντας, ἀλλʼ ὅταν χρόνον ἔχωμεν καὶ σχολὴν ἄγω μεν.
あるいは、このことも、先ほどの説明と一致しうる。 すなわち、立法者が、私たちが神聖な交わりを多忙の中で、また他のことのついでに、急ぐように行うのではなく、時間があり、暇があるときに行うよう習慣づけているのである。

語釈・文法注

  1. 14.2ὧν ἴχνος τι μέχρι νῦν διασώζοντες — 関係代名詞 ὧν は、ヌマが定めた「人々を労働から解放し、神事を純粋な形で行わせる」という一連の措置全体を先行詞としている。分詞 διασώζοντες は主節の動詞 βοῶσιν の主語(ローマの人々)に一致し、彼らがどのように古代の痕跡を現代に伝えているかを説明する。
  2. 14.4τῶν ἱερῶν βλεπόντων — 属格独立構文(genitive absolute)であり、「神殿が(東を)向いているので」の意味を表す。自動詞的に用いられている βλεπόντων が「向いている」の意味を担う。
  3. 14.5ὡς οὐδενὸς ἑστῶτος τῶν ἀνθρωπίνων — 接続詞 ὡς が属格独立構文 οὐδενὸς ἑστῶτος(何も静止していない)を伴い、比喩や暗示された教えの主観的な内容(「人間の事柄には何一つ永続するものはないというかのごとく」)を示している。

この箇所を引用する

プルタルコス, ヌマ伝 §14.1-14.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg005.humanitext-grc2:14.1-14.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。