§15.1ἐκ δὲ τῆς τοιαύτης παιδαγωγίας πρὸς τὸ θεῖον οὕτως ἡ πόλις ἐγεγόνει χειροήθης καὶ κατατεθαμβημένη τὴν τοῦ Νομᾶ δύναμιν, ὥστε μύθοις ἐοικότας τὴν ἀτοπίαν λόγους παραδέχεσθαι, καὶ νομίζειν μηδὲν ἄπιστον εἶναι μηδὲ ἀμήχανον ἐκείνου. βουληθέντος.
このような神に対する教育によって、都市はこれほどまでに従順になり、ヌマの力を畏怖するようになっていたので、信じがたいほど奇妙な話さえも受け入れ、彼が望むなら不可能なことも信じられないことも何もないと考えるほどであった。
§15.2λέγεται γοῦν ποτε καλέσας ἐπὶ τὴν τράπεζαν οὐκ ὀλίγους τῶν πολιτῶν, σκεύη τε φαῦλα καὶ δεῖπνον εὐτελὲς πάνυ προθέσθαι καὶ δημοτικὸν ἀρξαμένων δὲ δειπνεῖν ἐμβαλὼν λόγον ὡς ἡ θεὸς ᾗ σύνεστιν ἥκοι πρὸς αὐτόν, αἰφνίδιον ἐπιδεῖξαι τόν τε οἶκον ἐκπωμάτων πλήρη πολυτελῶν καὶ τὰς τραπέζας ὄψων τε παντοδαπῶν καὶ παρασκευῆς δαψιλοῦς γεμούσας.
例えば、かつて彼が少なくない市民を食事に招き、粗末な食器と非常に安価で庶民的な夕食を供したと言われている。 そして彼らが食事を始めると、自分が交わっている女神が自分のところに来たという話を投げかけ、突如として、家が高価な盃で満ち、食卓にあらゆる種類の馳走と豊かな準備が溢れているのを示したという。
§15.3πᾶσαν δὲ ὑπερβέβληκεν ἀτοπίαν τὸ ὑπὲρ τῆς τοῦ Διὸς ὁμιλίας ἱστορούμενον.
一方、ゼウスとの対話について語られている物語は、あらゆる奇妙さを超越している。
μυθολογοῦσι γάρ εἰς τὸν Ἀβεντῖνον λόφον οὔπω μέρος ὄντα τῆς πόλεως οὐδὲ συνοικούμενον, ἀλλʼ ἔχοντα πηγάς τε δαψιλεῖς ἐν αὑτῷ καὶ νάπας σκιεράς, φοιτᾶν δύο δαίμονάς, Πῖκον καὶ Φαῦνον οὓς τὰ μὲν ἄλλα Σατύρων ἄν τις ἢ Πανῶν γένει προσεικάσειε, δυνάμει δὲ φαρμάκων καὶ δεινότητι τῆς περὶ τὰ θεῖα γοητείας λέγονται ταὐτὰ τοῖς ὑφʼ Ἑλλήνων προσαγορευθεῖσιν Ἰδαίοις Δακτύλοις σοφιζόμενοι περιϊέναι τὴν Ἰταλίαν.
というのも、アヴェンティヌスの丘(当時はまだ都市の一部ではなく、定住者もいなかったが、豊かな泉と日陰の谷を擁していた)に、二人の精霊、ピクスとファウヌスが頻繁に訪れていたと神話化されているからである。 彼らは、他の点ではサテュロスやパンの類に例えられそうだが、薬の力と神的な魔術の巧みさによって、ギリシア人からイダイオスのダクテュロイと呼ばれる者たちと同じような奇術を弄してイタリアを巡り歩いたと言われている。
§15.4τούτους φασὶ χειρώσασθαι τὸν Νομᾶν, οἴνῳ καὶ μέλιτι κεράσαντα τὴν κρήνην ἀφʼ ἧς ἔπινον συνήθως.
ヌマは彼らがいつも飲んでいた泉にワインと蜂蜜を混ぜて彼らを捕らえたという。
ληφθέντας δὲ πολλὰς μὲν ἰδέας τρέπεσθαι καὶ μετεκδύεσθαι τὴν αὑτῶν φύσιν, ἀλλόκοτα φάσματα καὶ φοβερὰ τῆς ὄψεως προβαλλομένους·
彼らは捕らえられると、多くの姿に変化し、自分たちの本性を脱ぎ捨て、異様で恐ろしい外見の幻影を突きつけてきた。
ἐπεὶ δὲ ἔγνωσαν ἑαλωκότες ἰσχυρὰν καὶ ἄφυκτον ἅλωσιν, ἄλλα τε προθεσπίσαι πολλὰ τῶν μελλόντων καὶ τὸν ἐπὶ τοῖς κεραυνοῖς ἐκδιδάξαι καθαρμόν, ὃς ποιεῖται μέχρι νῦν διὰ κρομμύων καὶ τριχῶν καὶ μαινίδων.
しかし、自分たちが強力で逃れられない捕縛に囚われたことを知ると、未来の多くのことを予言し、また雷に対するお祓いの儀式を教えた。 それは今日でもタマネギと髪の毛とイワシを用いて行われているものである。
§15.5ἔνιοι δὲ οὐ τοὺς δαίμονάς φασὶν ὑποθέσθαι τὸν καθαρμόν, ἀλλʼ ἐκείνους μὲν καταγαγεῖν τὸν Δία μαγεύσαντας, τὸν δὲ θεὸν ὀργιζόμενον τῷ Νομᾷ προστάσσειν ὡς χρὴ γενέσθαι τὸν καθαρμὸν κεφαλαῖς·
しかしある人々は、精霊たちがそのお祓いを提案したのではなく、彼らが魔術によってゼウスを降臨させ、怒った神がヌマに、お祓いは「頭」で行われねばならぬと命じたのだと言う。
ὑπολαβόντος δὲ τοῦ Νομᾶ,
κρομμύων;
するとヌマが口を挟んで「タマネギの(頭ですか)?
εἰπεῖν,
ἀνθρώπων
τὸν δὲ αὖθις ἐκτρέποντα τὸ τοῦ προστάγματος δεινὸν ἐπερέσθαι,
θριξίν;
」と言い、神が「人間の(頭だ)」と言うと、ヌマは再びその命令の恐ろしさをはぐらかすために尋ねて「髪の毛ですか?
ἀποκριναμένου δὲ τοῦ Διός,
ἐμψύχοις,
ἐπαγαγεῖν τὸν Νομᾶν,
μαινίσι;
」と言い、ゼウスが「生きているものの(髪だ)」と答えると、ヌマは「イワシですか? 」と付け加えたという。
ταῦτα λέγειν ὑπὸ τῆς Ἠγερίας δεδιδαγμένον.
彼はエゲリアに教えられてこれらのことを言ったのである。
§15.6καὶ τὸν μὲν θεὸν ἀπελθεῖν ἵλεω γενόμενον, τὸν δὲ τόπον Ἰλίκιον ἀπʼ ἐκείνου προσαγορευθῆναι καὶ τὸν καθαρμὸν οὕτω συντελεῖσθαι.
そして神は機嫌を良くして立ち去り、その場所はそれ以来イリキウスと呼ばれるようになり、お祓いはこのように行われるようになった。
ταῦτα μὲν οὖν τὰ μυθώδη καὶ γελοῖα τὴν τῶν τότε ἀνθρώπων ἐπιδείκνυται διάθεσιν πρὸς τὸ θεῖον, ἣν ὁ ἐθισμὸς αὐτοῖς ἐνεποίησεν.
これらの神話的で滑稽な物語は、当時の人々が習慣によって植え付けられた、神々に対する態度を示している。
αὐτὸν δὲ τὸν Νομᾶν οὕτω φασὶν εἰς τὸ θεῖον ἀνηρτῆσθαι ταῖς ἐλπίσιν, ὥστε καὶ προσαγγελίας αὐτῷ ποτε γενομένης ὡς ἐπέρχονται πολέμιοι, μειδιᾶσαι καὶ εἰπεῖν·
ヌマ自身は、希望において神にこれほど固く結びついていたと言われており、かつて敵が攻めてくるという知らせが届いたとき、微笑んでこう言った。
ἐγὼ δὲ θύω.
「私は今、犠牲を捧げているところだ。 」