§14.1ἐπεὶ δὲ διεκόσμησε τὰς ἱερωσύνας, ἐδείματο πλησίον τοῦ τῆς Ἑστίας ἱεροῦ τὴν καλουμένην Ῥηγίαν, οἷόν τι βασίλειον οἴκημα· καὶ τὸ πλεῖστον αὐτόθι τοῦ χρόνου διέτριβεν ἱερουργῶν ἢ διδάσκων τοὺς ἱερεῖς ἢ πρὸς ἐννοίᾳ τινὶ τῶν θείων πρὸς αὑτὸν σχολάζων.
在整理好祭司系统之后,他在维斯塔神殿附近建造了被称为“雷吉亚”的居所,这是一种王宫;他大部分时间都在那里度过,或是举行神事,或是教导祭司,或是独自沉思神圣之事。
οἰκίαν δ’ εἶχεν ἑτέραν περὶ τὸν Κυρίνου λόφον, ἧς ἔτι νῦν τὸν τόπον ἐπιδεικνύουσιν.
他在奎里纳尔山附近还有另一处住所,其遗址至今仍有人指点。
ἐν δὲ ταῖς προπομπαῖς καὶ ὅλως τῶν ἱερέων ταῖς πομπαῖς προηγοῦντο κήρυκες ἀνὰ τὴν πόλιν ἐλινύειν κελεύοντες καὶ τὰ ἔργα καταπαύοντες.
而在祭司的前行和一般的游行中,传令官在城市里走在前面,命令人们停工并放下手头的工作。
§14.2ὡς γάρ φασι τοὺς Πυθαγορικοὺς οὐκ ἐᾶν ἐκ παρόδου προσκυνεῖν καὶ προσεύχεσθαι τοῖς θεοῖς, ἀλλʼ οἴκοθεν εὐθὺς ἐπὶ τοῦτο γνώμῃ παρεσκευασμένους βαδίζειν, οὕτως ᾤετο Νομᾶς χρῆναι τοὺς πολίτας μήτε ἀκούειν τι τῶν θείων μήτε ὁρᾶν ἐν παρέργῳ καὶ ἀμελῶς, ἀλλὰ σχολὴν ἄγοντας ἀπὸ τῶν ἄλλωὶ καὶ προσέχοντας τὴν διάνοιαν ὡς πράξει μεγίστῃ τῇ περὶ τὴν εὐσέβειαν, ψόφων τε καὶ πατάγων καὶ στεναγμῶν, καὶ ὅσα τοιαῦτα τοῖς ἀναγκαίοις καὶ βαναύσοις πόνοις ἕπεται, καθαρὰς τὰς ὁδοὺς ταῖς ἱερουργίαις παρέχοντας, ὧν ἴχνος τι μέχρι νῦν διασώζοντες, ὅταν ἄρχων πρὸς ὄρνισιν ἢ θυσίαις διατρίβῃ, βοῶσιν
Ὃκ ἄγε·
因为正如人们所说,毕达哥拉斯学派不允许人们在路过时顺便向神灵顶礼膜拜和祈祷,而要求他们直接从家里出发,带着为此做好了准备的心思前往;同样地,努马认为公民们不应该漫不经心且马虎地听或看任何神圣的事情,而应该摆脱其他事务的纷扰,将心思集中在敬神这件最大的活动上,清除街道上的喧闹、撞击、叹息,以及所有伴随着必要和粗鄙劳作而来的声音,使街道保持洁净,以便举行神事。 他们至今仍保留了这一做法的痕迹:当执政官忙于鸟兆占卜或祭祀时,人们会高喊“霍克·阿格”(Hoc age)。
σημαίνει δὲ ἡ φωνὴ
τοῦτο πρᾶσσε,
συνεπιστρέφουσα καὶ κατακοσμοῦσα τοὺς προστυγχάνοντας.
这声音的意思是:“做这件事。 ”它能促使碰巧在场的人集中注意力并保持肃静。
§14.3ἦν δὲ καὶ τῶν ἄλλων παραγγελμάτων αὐτοῦ πολλὰ τοῖς Πυθαγορικοῖς ἐοικότα.
他的许多其他诫命也与毕达哥拉斯学派相似。
ὡς γὰρ ἐκεῖνοι παρῄνουν ἐπὶ χοίνικος μὴ καθῆσθαι, καὶ μαχαίρᾳ πῦρ μὴ σκαλεύειν, καὶ βαδίζοντας εἰς ἀποδημίας μὴ μεταστρέφεσθαι, καὶ τοῖς μὲν οὐρανίοις περισσά, θύειν, ἄρτια δὲ τοῖς χθονίοις, ὧν ἑκάστου τὴν διάνοιαν ἀπεκρύπτοντο πρὸς τοὺς πολλούς, οὕτως ἔνια τῶν Νομᾶ πατρίων ἀπόρρητον ἔχει τὸν λόγον οἷον τὸ μὴ σπένδειν θεοῖς ἐξ ἀμπέλων ἀτμήτων μηδὲ θύειν ἄτερ ἀλφίτων καὶ τὸ προσκυνεῖν περιστρεφομένους καὶ τὸ καθῆσθαι προσκυνήσαντας.
正如那些人劝告不要坐在升斗上,不要用剑拨火,出行时不要回头,给天神献单数祭品,给地神献双数祭品(他们向大众隐瞒了其中每项的含义);同样地,努马的一些祖传规矩也包含着秘密的道理,例如不准用未经修剪的葡萄树向神奠酒,不准在没有大麦粉的情况下进行祭祀,在顶礼膜拜时要转身,以及在膜拜后要坐下。
§14.4τὰ μὲν οὖν πρῶτα δύο τὴν γῆς ἐξημέρωσιν ἔοικε διδάσκειν, ὡς μόριον εὐσεβείας οὖσαν ἡ δὲ περιστροφὴ τῶν προσκυνούντων λέγεται μὲν ἀπομίμησις εἶναι τῆς τοῦ κόσμου περιφορᾶς, δόξειε δ’ ἂν μᾶλλον ὁ προσκυνῶν, ἐπεὶ πρὸς ἕω τῶν ἱερῶν βλεπόντων ἀπέστραπται τὰς ἀνατολάς, μεταβάλλειν ἑαυτὸν ἐνταῦθα καὶ περιστρέφειν ἐπὶ τὸν θεόν, κύκλον ποιῶν καὶ συνάπτων τὴν ἐπιτελείωσιν τῆς εὐχῆς διʼ ἀμφοῖν·
前两条规矩似乎是在教导土地的开垦,视其为虔敬的一部分。 而膜拜者的转身,据说是在模仿宇宙的旋转;但更可能是因为神殿面向东方,膜拜者背对日出,因此他在这里转身,旋转朝向神,画一个圆圈,并通过这两个动作来圆满地完成祈祷。
§14.5εἰ μὴ νὴ Δία τοῖς Αἰγυπτίοις τροχοῖς αἰνίττεταί τι καὶ διδάσκει παραπλήσιον ἡ μεταβολὴ τοῦ σχήματος, ὡς οὐδενὸς ἑστῶτος τῶν ἀνθρωπίνων, ἀλλʼ ὅπως ἂν στρέφῃ καὶ ἀνελίττῃ τὸν βίον ἡμῶν ὁ θεός, ἀγαπᾶν καὶ δέχεσθαι προσῆκον, τὸ δὲ καθέζεσθαι προσκυνήσαντας οἰωνισμὸν εἶναι λέγουσι τοῦ βεβαιότητα ταῖς εὐχαῖς καὶ διαμονὴν τοῖς ἀγαθοῖς ἐπιγίνεσθαι.
除非,誓以宙斯之名,这种姿势的改变是暗示了某种类似于埃及车轮的道理,即人间世事无一恒常,而无论神如何旋转和展开我们的一生,我们都应当满足并顺从。 而他们说膜拜后坐下是祈祷获得稳固以及好事得以长存的吉兆。
λέγουσι δὲ καὶ πράξεων διορισμὸν εἶναι τὴν ἀνάπαυσιν· §14.6ὡς οὖν τῇ προτέρᾳ, πράξει πέρας ἐπιτιθέντας καθέζεσθαι παρὰ τοῖς θεοῖς, ἵνα ἑτέρας πάλιν ἀρχὴν παρʼ ἐκείνων λάβωσι.
他们也说,这种休息是行动之间的界限;因此,他们在结束前一个行动后,坐在神灵面前,以便再次从他们那里获得另一个行动的开始。
δύναται δὲ καὶ τοῦτο τοῖς εἰρημένοις ὁμολογεῖν, ἐθίζοντος ἡμᾶς τοῦ νομοθέτου μὴ ποιεῖσθαι τὰς πρὸς τὸ θεῖον ἐντεύξεις ἐν ἀσχολίᾳ, καὶ παρέργως οἷον σπεύδοντας, ἀλλʼ ὅταν χρόνον ἔχωμεν καὶ σχολὴν ἄγω μεν.
这也可以与前面所说的相一致,即立法者使我们习惯于不要在忙碌和漫不经心(如匆忙中)向神灵祈求,而是在我们有时间和闲暇的时候。