§12.1οἱ δὲ Ποντίφικες καὶ τὰ περὶ τὰς ταφὰς πάτρια τοῖς χρῄζουσιν ἀφηγοῦνται, Νομᾶ διδάξαντος μηδὲν ἡγεῖσθαι μίασμα τῶν τοιούτων, ἀλλὰ καὶ τοὺς ἐκεῖ θεοὺς σέβεσθαι τοῖς νενομισμένοις, ὡς τὰ κυριώτατα τῶν ἡμετέρων ὑποδεχομένους ἐξαιρέτως δὲ τὴν προσαγορευομένην Λιβίτιναν, ἐπίσκοπον τῶν περὶ τοὺς θνήσκοντας ὁσίων θεὸν οὖσαν, εἴτε Περσεφόνην εἴτε μᾶλλον, ὡς οἱ λογιώτατοι Ῥωμαίων ὑπολαμβάνουσιν, Ἀφροδίτην, οὐ κακῶς εἰς μιᾶς δύναμιν θεοῦ τὰ περὶ τὰς γενέσεις καὶ τὰς τελευτὰς ἀνάπτοντες.
ポンティフェクスたちはまた、死者の葬儀に関する先祖伝来の儀礼をも、それを求める人々に指導している。 これは、ヌマがそうした事柄を一切の汚れとみなしてはならず、むしろ、冥界の神々をも慣習的な儀礼によって崇めるべきであると教えたことによる。 それらの神々は私たちの最も主要な部分を受け止める者たちだからである。 彼らは特に、リビティナと呼ばれる、死にゆく人々に関する神聖な義務を監督する女神を崇めた。 彼女はペルセポネであるか、あるいはローマ人の中でも最も教養ある人々が想定するように、むしろアプロディテであり、彼らが誕生に関することと死に関することを一柱の女神の力に結びつけているのは適切なことである。
§12.2αὐτὸς δὲ καὶ τὰ πένθη καθʼ ἡλικίας καὶ χρόνους ἔταξεν οἷον παῖδα μὴ πενθεῖν νεώτερον τριετοῦς, μηδὲ πρεσβύτερον πλείονας μῆνας ὧν ἐβίωσεν ἐνιαυτῶν μέχρι τῶν δέκα, καὶ περαιτέρω μηδεμίαν ἡλικίαν, ἀλλὰ τοῦ μακροτάτου πένθους χρόνον εἶναι δεκαμηνιαῖον, ἐφʼ ὅσον καὶ χηρεύουσιν αἱ τῶν ἀποθανόντων γυναῖκες, ἡ δὲ πρότερον γαμηθεῖσα βοῦν ἐγκύμονα κατέθυεν ἐκείνου νομοθετήσαντος.
ヌマ自身はまた、服喪の規定をも年齢と期間に応じて定めた。 例えば、三歳未満の子供については服喪をしないこと、それ以上の年齢の子供については、十歳まではその生きた年数と同じ月数を超えて喪に服してはならないこと、そしてそれ以上の年齢に対しては、いかなる年齢であってもこれを超えることはなく、最も長い服喪の期間は十ヶ月であると定めた。 これはまた、亡くなった者の妻たちが未亡人として過ごす期間でもある。 もしその期間より前に再婚した女性は、ヌマの立法により、妊娠した雌牛を犠牲に捧げねばならなかった。
§12.3πολλὰς δὲ καὶ ἄλλας Νομᾶ καταδείξαντος ἱερωσύνας ἔτι δυεῖν μνησθήσομαι, τῆς τε Σαλίων καὶ τῆς τῶν Φιτιαλέων, αἱ μάλιστα τὴν εὐσέβειαν τοῦ ἀνδρὸς ἐμφαίνουσιν.
ヌマは他にも多くの神職を設立したが、私はさらに二つのものについて言及しよう。 すなわち、サリイの神職とフィティアレスの神職であり、これらはその人物の敬虔さを最もよく示している。
οἱ μὲν γάρ Φιτιαλεῖς εἰρηνοφύλακές τινες ὄντες, ὡς δ’ ἐμοὶ δοκεῖ, καὶ τοὔνομα λαβόντες ἀπὸ τῆς πράξεως, λόγῳ τὰ νείκη κατέπαυον, οὐκ ἐῶντες στρατεύειν πρότερον ἢ πᾶσαν ἐλπίδα δίκης ἀποκοπῆναι.
というのも、フィティアレスの人々は、一種の平和の番人であり、私に思われるところでは、その職務からその名を得ているのであるが、言論によって紛争を解決し、正義を求めるすべての希望が断たれるまでは、軍事行動を起こすことを許さなかったからである。
§12.4καὶ γὰρ εἰρήνην Γ? Ἕλληνες καλοῦσιν ὅταν λόγῳ, μὴ βίᾳ, πρὸς ἀλλήλους χρώμενοι λύσωσι τὰς διαφοράς, οἱ δὲ Ῥωμαίων Φιτιαλεῖς πολλάκις μὲν ἐβάδιζον ὡς τοὺς ἀδικοῦντας αὐτοὶ πείθοντες εὐγνωμονεῖν·
実際、ギリシア人たちも、力によらず、言葉を用いてお互いの相違を解決したとき、それを平和と呼んでいる。 一方、ローマのフィティアレスは、自ら不正を働く者たちのもとへしばしば赴き、彼らに理性的になるよう説得した。
ἀγνωμονούντων δὲ μαρτυράμενοι θεούς, καὶ κατευξάμενοι πολλὰ καὶ δεινὰ καθʼ αὑτῶν αὐτοὶ καὶ τῆς πατρίδος εἰ μὴ δικαίως ἐπεξίασιν, οὕτω κατήγγελλον αὐτοῖς τὸν πόλεμον.
彼らが聞き入れない場合には、神々を証人に立て、もし自分たちが正当な理由なく追及しているのであれば、自分たち自身と祖国に多くの恐ろしい災いが降りかかるようにと自ら誓いを立てた上で、相手に戦争を宣告したのである。
§12.5κωλυόντων δὲ τούτων ἢ μὴ συναινούντων, οὔτε στρατιώτῃ θεμιτὸν οὔτε βασιλεῖ Ῥωμαίων ὅπλα κινεῖν, ἀλλὰ παρὰ τούτων ἔδει τὴν ἀρχὴν τοῦ πολέμου δεξάμενον ὡς δικαίου τὸν ἄρχοντα, τότε σκοπεῖν περὶ τοῦ συμφέροντος, λέγεται δὲ καὶ τὸ Κελτικὸν ἐκεῖνο πάθος τῇ πόλει γενέσθαι τούτων τῶν ἱερέων παρανομηθέντων.
彼らが差し止めたり、同意しなかったりする場合には、ローマの兵士にとっても王にとっても武器を取ることは許されず、むしろ、指揮官は彼らからその戦争の開始を正当なものとして受け取った上で、初めて利益について考慮しなければならなかった。 そして、あのケルト人による都市の惨劇も、これらの神官たちに対して不法行為がなされたことから生じたと言われている。
§12.6ἔτυχον μὲν γὰρ οἱ βάρβαροι Κλουσίνους πολιορκοῦντες·
というのも、野蛮人たちがクルシウムの人々を包囲していた時のことである。
ἐπέμφθη δὲ πρεσβευτὴς Φάβιος Ἄμβουστος εἰς τὸ στρατόπεδον διαλύσεις πράξων ὑπὲρ τῶν πολιορκουμένων.
ファビウス・アンブストゥスが使節として彼らの陣営に派遣され、包囲されている人々のために和平の交渉をすることになった。
λαβὼν δὲ ἀποκρίσεις οὐκ ἐπιεικεῖς καὶ πέρας σχεῖν αὑτῷ τὴν πρεσβείαν οἰόμενος, ἐνεανιεύσατο πρὸ τῶν Κλουσίνων ὅπλα λαβὼν προκαλέσασθαι τὸν ἀριστεύοντα τῶν βαρβάρων.
しかし、彼は納得のいかない回答を受け取り、自身の使節としての任務が終了したと考えたため、血気にはやってクルシウムの人々のために武器を取り、野蛮人たちの中で最も優れた戦士に一騎打ちを挑んだのである。
§12.7τὰ μὲν οὖν τῆς μάχης εὐτυχεῖτο καὶ καταβαλὼν ἐσκύλευσε τὸν ἄνδρα γνωρίσαντες δὲ οἱ Κελτοὶ πέμπουσιν εἰς Ῥώμην κήρυκα τοῦ Φαβίου κατηγοροῦντες ὡς ἐκσπόνδου καὶ ἀπίστου καὶ ἀκατάγγελτον ἐξενηνοχότος πρὸς αὐτοὺς πόλεμον.
戦闘の行方は幸運であり、彼は相手を打ち倒してその武具を剥ぎ取った。 しかし、ケルト人たちは気づき、ローマに使者を送って、ファビウスが条約を破り不誠実であり、宣戦布告なしに彼らに対して戦争を仕掛けた、と告発した。
ἐνταῦθα τὴν μὲν σύγκλητον οἱ Φιτιαλεῖς ἔπειθον ἐκδιδόναι τὸν ἄνδρα τοῖς Κελτοῖς, καταφυγὼν δὲ ἐκεῖνος εἰς τοὺς πολλοὺς καὶ τῷ δήμῳ σπουδάζοντι χρησάμενος διεκρούσατο τὴν δίκην.
そこで、フィティアレスたちは元老院を説得して、その男をケルト人たちに引き渡そうとした。 しかし、彼は民衆のもとへ逃げ込み、彼を熱心に支持する大衆を利用して、裁判を免れた。
μετʼ ὀλίγον δὲ ἐπελθόντες οἱ Κελτοὶ τὴν Ῥώμην πλὴν τοῦ Καπιτωλίου διεπόρθησαν.
そのすぐ後に、ケルト人たちが襲来し、カピトリウムを除くローマ全体を略奪した。
ἀλλὰ ταῦτα μὲν ἐν τοῖς περὶ Καμίλλου μᾶλλον ἀκριβοῦται.
しかし、これらのことについては、『カミルス伝』においてより詳しく述べられている。