§12.1οἱ δὲ Ποντίφικες καὶ τὰ περὶ τὰς ταφὰς πάτρια τοῖς χρῄζουσιν ἀφηγοῦνται, Νομᾶ διδάξαντος μηδὲν ἡγεῖσθαι μίασμα τῶν τοιούτων, ἀλλὰ καὶ τοὺς ἐκεῖ θεοὺς σέβεσθαι τοῖς νενομισμένοις, ὡς τὰ κυριώτατα τῶν ἡμετέρων ὑποδεχομένους ἐξαιρέτως δὲ τὴν προσαγορευομένην Λιβίτιναν, ἐπίσκοπον τῶν περὶ τοὺς θνήσκοντας ὁσίων θεὸν οὖσαν, εἴτε Περσεφόνην εἴτε μᾶλλον, ὡς οἱ λογιώτατοι Ῥωμαίων ὑπολαμβάνουσιν, Ἀφροδίτην, οὐ κακῶς εἰς μιᾶς δύναμιν θεοῦ τὰ περὶ τὰς γενέσεις καὶ τὰς τελευτὰς ἀνάπτοντες.
祭司们还向有需要的人传授关于丧葬的祖传礼仪,因为努马曾教导他们,不要将此类事情视为任何污秽,而应以惯常的仪式崇敬那里的神灵,因为他们接纳我们最主要的部分;特别是被称为利比蒂娜的女神,她是掌管临终者神圣仪式的监督者,无论她是珀耳塞福涅,还是如最博学的罗马人所认为的那样,更应当是阿佛洛狄忒——他们将关乎生育与死亡的事物同归于一尊女神的力量之下,这并非没有道理。
§12.2αὐτὸς δὲ καὶ τὰ πένθη καθʼ ἡλικίας καὶ χρόνους ἔταξεν οἷον παῖδα μὴ πενθεῖν νεώτερον τριετοῦς, μηδὲ πρεσβύτερον πλείονας μῆνας ὧν ἐβίωσεν ἐνιαυτῶν μέχρι τῶν δέκα, καὶ περαιτέρω μηδεμίαν ἡλικίαν, ἀλλὰ τοῦ μακροτάτου πένθους χρόνον εἶναι δεκαμηνιαῖον, ἐφʼ ὅσον καὶ χηρεύουσιν αἱ τῶν ἀποθανόντων γυναῖκες, ἡ δὲ πρότερον γαμηθεῖσα βοῦν ἐγκύμονα κατέθυεν ἐκείνου νομοθετήσαντος.
努马本人还根据年龄和时间规定了哀悼的期限:例如,不为不满三岁的孩子服丧;对于更大的孩子,服丧的月数不得超过其存活的岁数,直至十岁为止;对于任何年龄,都不得超过此限,而最长的服丧时间为十个月。 这也是死者遗孀守寡的期限,若在此期限前改嫁,按照努马的立法,她必须献祭一头怀孕的母牛。
§12.3πολλὰς δὲ καὶ ἄλλας Νομᾶ καταδείξαντος ἱερωσύνας ἔτι δυεῖν μνησθήσομαι, τῆς τε Σαλίων καὶ τῆς τῶν Φιτιαλέων, αἱ μάλιστα τὴν εὐσέβειαν τοῦ ἀνδρὸς ἐμφαίνουσιν.
虽然努马还设立了许多其他祭司职位,但我在此仅提及另外两个,即萨里伊祭司和菲蒂亚莱斯祭司,它们最能体现这位君主的虔敬。
οἱ μὲν γάρ Φιτιαλεῖς εἰρηνοφύλακές τινες ὄντες, ὡς δ’ ἐμοὶ δοκεῖ, καὶ τοὔνομα λαβόντες ἀπὸ τῆς πράξεως, λόγῳ τὰ νείκη κατέπαυον, οὐκ ἐῶντες στρατεύειν πρότερον ἢ πᾶσαν ἐλπίδα δίκης ἀποκοπῆναι.
因为菲蒂亚莱斯祭司是一群和平的守护者,依我看,他们的名字也源于他们的职责,他们用言语化解争端,在正义的希望完全断绝之前,绝不允许发动军事行动。
§12.4καὶ γὰρ εἰρήνην Γ? Ἕλληνες καλοῦσιν ὅταν λόγῳ, μὴ βίᾳ, πρὸς ἀλλήλους χρώμενοι λύσωσι τὰς διαφοράς, οἱ δὲ Ῥωμαίων Φιτιαλεῖς πολλάκις μὲν ἐβάδιζον ὡς τοὺς ἀδικοῦντας αὐτοὶ πείθοντες εὐγνωμονεῖν· ἀγνωμονούντων δὲ μαρτυράμενοι θεούς, καὶ κατευξάμενοι πολλὰ καὶ δεινὰ καθʼ αὑτῶν αὐτοὶ καὶ τῆς πατρίδος εἰ μὴ δικαίως ἐπεξίασιν, οὕτω κατήγγελλον αὐτοῖς τὸν πόλεμον.
事实上,当希腊人用言语而非暴力解决彼此的分歧时,他们也称之为和平。 而罗马的菲蒂亚莱斯祭司则经常亲自前往那些行不义之举的人那里,劝说他们讲理;若对方执迷不悟,他们便祈请神灵作证,并对自己和祖国降下许多可怕的诅咒——如果他们的诉求不合乎正义的话——然后才向对方宣战。
§12.5κωλυόντων δὲ τούτων ἢ μὴ συναινούντων, οὔτε στρατιώτῃ θεμιτὸν οὔτε βασιλεῖ Ῥωμαίων ὅπλα κινεῖν, ἀλλὰ παρὰ τούτων ἔδει τὴν ἀρχὴν τοῦ πολέμου δεξάμενον ὡς δικαίου τὸν ἄρχοντα, τότε σκοπεῖν περὶ τοῦ συμφέροντος, λέγεται δὲ καὶ τὸ Κελτικὸν ἐκεῖνο πάθος τῇ πόλει γενέσθαι τούτων τῶν ἱερέων παρανομηθέντων.
如果这些祭司阻拦或不同意,那么无论是罗马的士兵还是国王,动用武力都是不合神法的,相反,指挥官必须从他们那里接受这场战争是正义的许可,然后才能考虑利益;据说,罗马城遭受凯尔特人的那场浩劫,也是因为这些祭司的特权受到了侵犯。
§12.6ἔτυχον μὲν γὰρ οἱ βάρβαροι Κλουσίνους πολιορκοῦντες· ἐπέμφθη δὲ πρεσβευτὴς Φάβιος Ἄμβουστος εἰς τὸ στρατόπεδον διαλύσεις πράξων ὑπὲρ τῶν πολιορκουμένων.
因为当时这些蛮族正在围攻克鲁西乌姆人;法比乌斯·安布斯图斯作为使者被派往蛮族的军营,为被围困的人进行调解。
λαβὼν δὲ ἀποκρίσεις οὐκ ἐπιεικεῖς καὶ πέρας σχεῖν αὑτῷ τὴν πρεσβείαν οἰόμενος, ἐνεανιεύσατο πρὸ τῶν Κλουσίνων ὅπλα λαβὼν προκαλέσασθαι τὸν ἀριστεύοντα τῶν βαρβάρων.
然而,他得到的答复并不温和,他认为自己的使团使命已经结束,于是便在克鲁西乌姆人面前表现出年轻人的血气,拿起武器向蛮族中最勇敢的武士发起单挑。
§12.7τὰ μὲν οὖν τῆς μάχης εὐτυχεῖτο καὶ καταβαλὼν ἐσκύλευσε τὸν ἄνδρα γνωρίσαντες δὲ οἱ Κελτοὶ πέμπουσιν εἰς Ῥώμην κήρυκα τοῦ Φαβίου κατηγοροῦντες ὡς ἐκσπόνδου καὶ ἀπίστου καὶ ἀκατάγγελτον ἐξενηνοχότος πρὸς αὐτοὺς πόλεμον.
他在战斗中取得了胜利,击倒了对手并剥去了其盔甲;但凯尔特人认出了他,便派使者前往罗马指控法比乌斯违反盟约、背信弃义,并在未宣战的情况下对他们发起战争。
ἐνταῦθα τὴν μὲν σύγκλητον οἱ Φιτιαλεῖς ἔπειθον ἐκδιδόναι τὸν ἄνδρα τοῖς Κελτοῖς, καταφυγὼν δὲ ἐκεῖνος εἰς τοὺς πολλοὺς καὶ τῷ δήμῳ σπουδάζοντι χρησάμενος διεκρούσατο τὴν δίκην.
此时,菲蒂亚莱斯祭司劝说元老院将该人交还给凯尔特人,但他逃向了平民,并利用民众的狂热支持而逃避了审判。
μετʼ ὀλίγον δὲ ἐπελθόντες οἱ Κελτοὶ τὴν Ῥώμην πλὴν τοῦ Καπιτωλίου διεπόρθησαν.
不久之后,凯尔特人攻入罗马,除了卡皮托林之外,将整座城市洗劫一空。
ἀλλὰ ταῦτα μὲν ἐν τοῖς περὶ Καμίλλου μᾶλλον ἀκριβοῦται.
不过,这些细节在《卡米路斯传》中有更详尽的叙述。