§362ὀρθῶς μ’ ἐπήρου·
お前は私に正しく尋ねた。
βούλομαι δὲ σοί, τέκνον,
φρονεῖς γὰρ ἤδη κἀποσῴσαι’ ἂν πατρὸς
γνώμας φράσαντος, ἢν θάνω, παραινέσαι
κειμήλι’ ἐσθλὰ καὶ νέοισι χρήσιμα.
子よ、お前はすでに分別があり、私が死んだ場合にも、父が語った意見を守り通すことができるだろうから、私はお前に、若者にとっても有益な、優れた家宝を諭したいと思う。
βραχεῖ δὲ μύθῳ πολλὰ συλλαβὼν ἐρῶ.
簡潔な言葉に多くを込めて語ろう。
πρῶτον φρένας μὲν ἠπίους ἔχειν χρεών·
第一に、穏やかな心を持つべきだ。
τῷ πλουσίῳ τε τῷ τε μὴ διδοὺς μέρος
ἴσον σεαυτὸν εὐσεβεῖν πᾶσιν δίδου.
富める者にもそうでない者にも等しい分け前を与えず、自分自身を万人に敬虔に捧げよ。
δυοῖν παρόντοιν πραγμάτοιν πρὸς θάτερον
γνώμην προσάπτων τὴν ἐναντίαν μέθες.
二つの選択肢が目の前にあるとき、一方に心を寄せるなら、それと対立する考えは捨て去れ。
ἀδίκως δὲ μὴ κτῶ χρήματ’, ἢν βούλῃ πολὺν
χρόνον μελάθροις ἐμμένειν·
不義に富を得てはならない、もしお前が自分の館に長く留まることを望むなら。
τὰ γὰρ κακῶς
οἴκους ἐσελθόντ’ οὐκ ἔχει σωτηρίαν.
悪しき方法で家に入り込んだ富は、維持されることがないからだ。
ἔχειν δὲ πειρῶ·
しかし、所有することに努めよ。
τοῦτο γὰρ τό τ’ εὐγενὲς
καὶ τοὺς γάμους δίδωσι τοὺς πρώτους ἔχειν.
それは高貴な身分をもたらし、第一等の婚姻を結ぶことを可能にする。
ἐν τῷ πένεσθαι δ’ ἐστὶν ἥ τ’ ἀδοξία,
κἂν ᾖ σοφός τις, ἥ τ’ ἀτιμία βίου.
貧しさの中には不名誉があり、たとえ誰かが賢くとも、その人生は軽蔑される。
φίλους δὲ τοὺς μὲν μὴ χαλῶντας ἐν λόγοις
κέκτησο·
友については、言葉においてお世辞を言わない者たちを獲得せよ。
τοὺς δὲ πρὸς χάριν σὺν ἡδονῇ
τῇ σῇ πονηροὺς κλῇθρον εἰργέτω στέγης.
お前の喜びとお前の好みに合わせておもねる悪しき友には、屋根の閂で門を閉ざせ。
ὁμιλίας δὲ τὰς γεραιτέρων φίλει,
ἀκόλαστα δ’ ἤθη λαμπρὰ συγγελᾶν μόνον
μίσει·
年長者との交わりを好め。 放縦な品性、ただ共に大笑いするだけの華やかさを憎め。
βραχεῖα τέρψις ἡδονῆς κακῆς.
悪しき快楽の喜びは短いものだ。
ἐξουσίᾳ δὲ μήποτ’ ἐντρυφῶν, τέκνον,
αἰσχροὺς ἔρωτας δημοτῶν διωκαθεῖν.
権力にあって、子よ、決して傲慢になり、市民の恥ずべき愛を追い求めてはならない。
ὃ καὶ σίδηρον ἀγχόνας τ’ ἐφέλκεται,
χρηστῶν πενήτων ἤν τις αἰσχύνῃ τέκνα.
それは、もし誰かが善良な貧者の子供たちを辱めるなら、剣や首吊りの縄を引き寄せることになる。
καὶ τοὺς πονηροὺς μήποτ’ αὔξαν’ ἐν πόλει·
また、都市において悪しき者たちを繁栄させてはならない。
κακοὶ γὰρ ἐμπλησθέντες ἢ νομίσματος
ἢ πόλεος ἐμπεσόντες εἰς ἀρχήν τινα
σκριτῶσιν, ἀδόκητ’ εὐτυχησάντων δόμων.
悪しき者たちは、富に満たされ、あるいは都市の何らかの官職に就くと、思いがけず幸運を得た家のように跳ね上がるからだ。
ἀλλ’ ὦ τέκνον μοι δὸς χέρ’, ὡς θίγῃ πατήρ,
καὶ χαῖρ’·
さあ、我が子よ、手を私に与えよ、父が触れられるように。 そして健やかにあれ。
ὑπ’ αἰδοῦς δ’ οὐ λίαν ἀσπάζομαι·
慎みのために私はあまりお前を抱擁しない。
γυναικόφρων γὰρ θυμὸς ἀνδρὸς οὐ σοφοῦ.
思慮のない男の心は、女のようになってしまうからだ。
§363εἷς μὲν λόγος μοι δεῦρ’ ἀεὶ περαίνεται.
私にとって、一つの言葉が常にここまでで終わる。
§364ἐκ τῶν πόνων τοι τἀγάθ’ αὔξεται βροτοῖς.
苦労からこそ、人間にとって良きものが増すのだ。
[ὁ δ’ ἡδὺς αἰὼν ἡ κακή τ’ ἀνανδρία
οὔτ’ οἶκον οὔτε πόλιν ἀνορθώσειεν ἄν.
[快楽に満ちた生活と悪しき臆病さは、家をも都市をも再興し得ないだろう。
] §365αἰδοῦς δὲ καὐτὸς δυσκρίτως ἔχω πέρι·
]慎みについては、私自身も判断しがたい。
καὶ δεῖ γὰρ αὐτῆς κἄστιν αὖ κακὸν μέγα.
それが必要でもあり、他方でまた大きな災いでもあるからだ。
§366τοὐνθένδ’ ἀπίχθυς βαρβάρους οἰκεῖν δοκῶ
これより先は、魚を嫌う野蛮人たちが住んでいると私は思う。
§367ἐν ἀστρώτῳ πέδῳ
εὕδουσι, πηγαῖς δ’ οὐχ ὑγραίνουσιν πόδας.
彼らは敷物のない地面で眠り、泉で足を濡らすこともない。
§368μίασμα δρυός
樫の木の穢れ。
§369κείσθω δόρυ μοι μίτον ἀμφιπλέκειν ἀράχναις,
μετὰ δ’ ἡσυχίας πολιῷ γήρᾳ συνοικοίην·
私の槍はクモが糸を紡ぎ巡らすままにしておかれよ。 そして私は穏やかに白髪の老後を共に過ごそう。
ἀείδοιμι δὲ στεφάνοις κάρα πολιὸν στεφανώσας
Θρηίκιον πέλταν πρὸς Ἀθάνας
περικίοσιν ἀγκρεμάσας θαλάμοις
δέλτων τ’ ἀναπτύσσοιμι γῆρυν
ἂν σοφοὶ κλέονται.
白髪の頭に冠を戴いて、アテナの円柱に囲まれた部屋にトラキアの盾を吊るし、賢者たちが称える書物の声を紐解き歌おう。
§371πέμπεις δ’ ἐς Ἅιδου ζῶντα κοὐ τεθνηκότα,
καί μοι τὸ τέρθρον δῆλον εἰσπορεύομαι.
あなたは私を生きたまま、死者としてではなく冥府へと送る。 そして私はその終わりが明らかであるところへ入っていく。
§372οὐκ ἔστιν, ὦ γεραιέ, μὴ δείσῃς τάδε·
そんなことはない、老人よ、これを恐れるな。
τὰ Δαιδάλεια πάντα κινεῖσθαι δοκεῖ
λέγειν τ’ ἀγάλμαθ’·
ダイダロスの作品はすべて動き、語るかのように見える。
ὧδ’ ἀνὴρ κεῖνος σοφός.
あの男はそれほどに知恵があったのだ。
§373πᾶς δ’ ἐξεθέρισεν ὥστε πύρινον 〈στάχυν〉
σπάθῃ κολούων φασγάνου μελανδέτου.
誰もが、黒い柄の剣の刃で刈り取るように、小麦の穂を刈り取るがごとくことごとく刈り取った。
§374ἢ κύαθον ἢ χαλκήλατον
ἡθμὸν προσίσχων τοῖσδε τοῖς ὑπωπίοις
あるいは柄杓を、あるいは青銅で鍛えた濾し器を、これらの目の下のあざに当てがいながら。
§375πιστὸν μὲν οὖν εἶναι χρὴ τὸν διάκονον
τοιοῦτον εἶναι καὶ στέγειν τὰ δεσποτῶν.
それゆえ、召使いは信頼でき、主人の秘密を守るような者でなければならない。
§376οὐκ οἶδ’ ὅτῳ χρὴ κανόνι τὰς βροτῶν τύχας
ὀρθῶς σταθμήσαντ’ εἰδέναι τὸ δραστέον.
いかなる基準によって人間の運命を正しく推し量り、なすべきことを知るべきなのか、私は知らない。
§377μάτην δὲ θνητοὶ τοὺς νόθους φεύγουσ’ ἄρα
παῖδας φυτεύειν·
それゆえ、凡人が庶子をもうけるのを無駄に避けるのは間違いなのだ。
ὃς γὰρ ἂν χρηστὸς φύῃ,
οὐ τοὔνομ’ αὐτοῦ τὴν φύσιν διαφθερεῖ.
なぜなら、生まれながらに優れた者であれば、その名がその本性を損なうことはないからだ。
§378νῦν δ’ ἤν τις οἴκων πλουσίαν ἔχῃ φάτνην,
πρῶτος γέγραπται τῶν τ’ ἀμεινόνων κρατεῖ·
だが今や、もし誰かが家の富んだ飼い葉桶を持っているなら、その者が第一等に記録され、優れた者たちを支配する。
τὰ δ’ ἔργ’ ἐλάσσω χρημάτων νομίζομεν.
私たちは内実を財産よりも軽いものとみなしているのだ。
§379σκύφος τε μακρός
そして深いカップ。
§380Ταρτάρειος
タルタロスの。
§381σχεδὸν παρ’ αὐτοῖς κρασπέδοις Εὐρωπίας
ヨーロッパのまさにその端の近くに。
§382ἐγὼ πέφυκα γραμμάτων μὲν οὐκ ἴδρις,
μορφὰς δὲ λέξω καὶ σαφῆ τεκμήρια.
私は文字を知らない者であるが、その形と明確な特徴を語ろう。
κύκλος τις ὡς τόρνοισιν ἐκμετρούμενος,
οὗτος δ’ ἔχει σημεῖον ἐν μέσῳ σαφές·
まず、コンパスで測られたような円があり、その中央に明確な印がある。
τὸ δεύτερον δὲ πρῶτα μὲν γραμμαὶ δύο,
ταύτας διείργει δ’ ἐν μέσαις ἄλλη μία·
二番目は、まず二つの線があり、それらの中間をもう一つの線が隔てている。
τρίτον δὲ βόστρυχός τις ὥς εἱλιγμένος·
三番目は、ねじれた巻き毛のようである。
τὸ δ’ αὖ τέταρτον ἢ μὲν εἰς ὀρθὸν μία,
λοξαὶ δ’ ἐπ’ αὐτῆς τρεῖς κατεστηριγμέναι
εἰσίν·
四番目は、一本の垂直な線があり、その上に三本の傾いた線が支えられている。
τὸ πέμπτον δ’ οὐκ ἐν εὐμαρεῖ φράσαι·
五番目は、言葉で言うのが容易ではない。
γραμμαὶ γάρ εἰσιν ἐκ διεστώτων δύο,
αὗται δὲ συντρέχουσιν εἰς μίαν βάσιν·
なぜなら、離れた二つの線があり、それらが一つの底に向かって合流しているからだ。
τὸ λοίσθιον δὲ τῷ τρίτῳ προσεμφερές.
最後は、三番目のものに似ている。