Humanitext Reader

欧里庇得斯 · 残篇 §362-382

父亲的处世箴言与帖修斯之名的字谜

第 12 段,共 35 段 · 希腊语

内容简介

本节首先是父亲给儿子的实用处世家训,接着是关于劳苦与羞耻的简短残篇,最后以一个著名的谜语结束,不识字的人在此视觉化地描述了“帖修斯”之名的拼写方式。

§362ὀρθῶς μ’ ἐπήρου· βούλομαι δὲ σοί, τέκνον, φρονεῖς γὰρ ἤδη κἀποσῴσαι’ ἂν πατρὸς γνώμας φράσαντος, ἢν θάνω, παραινέσαι κειμήλι’ ἐσθλὰ καὶ νέοισι χρήσιμα.
你问得很好;孩子,既然你已经有了理解力,并且在我死后能够保存你父亲所说的意见,我便想劝告你一些对年轻人也有用的宝贵家宝。
βραχεῖ δὲ μύθῳ πολλὰ συλλαβὼν ἐρῶ.
我将用简短的话语凝聚许多道理来对你诉说。
πρῶτον φρένας μὲν ἠπίους ἔχειν χρεών· τῷ πλουσίῳ τε τῷ τε μὴ διδοὺς μέρος ἴσον σεαυτὸν εὐσεβεῖν πᾶσιν δίδου.
首先,应当保持温和的心性;不要给富人和穷人同等的份额,而是要把自己的虔敬平等地献给所有人。
δυοῖν παρόντοιν πραγμάτοιν πρὸς θάτερον γνώμην προσάπτων τὴν ἐναντίαν μέθες.
当两个选择摆在面前时,如果你把心倾注于其中之一,就请放弃与之相反的另一个。
ἀδίκως δὲ μὴ κτῶ χρήματ’, ἢν βούλῃ πολὺν χρόνον μελάθροις ἐμμένειν· τὰ γὰρ κακῶς οἴκους ἐσελθόντ’ οὐκ ἔχει σωτηρίαν.
不要不义地获取财产,如果你希望在你的殿堂里长久留存;因为以恶劣方式进入家门的财富是无法长久保有安全的。
ἔχειν δὲ πειρῶ· τοῦτο γὰρ τό τ’ εὐγενὲς καὶ τοὺς γάμους δίδωσι τοὺς πρώτους ἔχειν.
但要努力去拥有;因为这能带来高贵的出身,并使人得以结下第一等的姻缘。
ἐν τῷ πένεσθαι δ’ ἐστὶν ἥ τ’ ἀδοξία, κἂν ᾖ σοφός τις, ἥ τ’ ἀτιμία βίου.
因为在贫困中既有污名(即便某人很聪明),也有生活的屈辱。
φίλους δὲ τοὺς μὲν μὴ χαλῶντας ἐν λόγοις κέκτησο· τοὺς δὲ πρὸς χάριν σὺν ἡδονῇ τῇ σῇ πονηροὺς κλῇθρον εἰργέτω στέγης.
要结交那些在言语上不谄媚的朋友;而至于那些为了迎合你的喜好而作恶的朋友,就用屋顶的门闩将他们拒之门外。
ὁμιλίας δὲ τὰς γεραιτέρων φίλει, ἀκόλαστα δ’ ἤθη λαμπρὰ συγγελᾶν μόνον μίσει· βραχεῖα τέρψις ἡδονῆς κακῆς.
要喜爱与年长者的交往,憎恨那些只顾一同大笑的放荡且虚华的性格;邪恶享乐的欢愉是短暂的。
ἐξουσίᾳ δὲ μήποτ’ ἐντρυφῶν, τέκνον, αἰσχροὺς ἔρωτας δημοτῶν διωκαθεῖν. ὃ καὶ σίδηρον ἀγχόνας τ’ ἐφέλκεται, χρηστῶν πενήτων ἤν τις αἰσχύνῃ τέκνα.
孩子啊,绝不要在掌权时放纵,去追求对同城公民的耻辱情欲,这会招致刀剑与绞刑,如果有人侮辱了高尚的穷人的孩子。
καὶ τοὺς πονηροὺς μήποτ’ αὔξαν’ ἐν πόλει· κακοὶ γὰρ ἐμπλησθέντες ἢ νομίσματος ἢ πόλεος ἐμπεσόντες εἰς ἀρχήν τινα σκριτῶσιν, ἀδόκητ’ εὐτυχησάντων δόμων.
也绝不要在城市里使恶人兴旺;因为坏人一旦塞满了钱财,或者落入了城市的某种官职,就会像那些意外发迹的家庭一样骄横跳梁。
ἀλλ’ ὦ τέκνον μοι δὸς χέρ’, ὡς θίγῃ πατήρ, καὶ χαῖρ’· ὑπ’ αἰδοῦς δ’ οὐ λίαν ἀσπάζομαι· γυναικόφρων γὰρ θυμὸς ἀνδρὸς οὐ σοφοῦ.
来,我的孩子,把手伸给我,让父亲触摸你,愿你安好;由于克制,我不过分拥抱你;因为不够明智的男人才会拥有女人般的柔弱心肠。
§363εἷς μὲν λόγος μοι δεῦρ’ ἀεὶ περαίνεται.
对我而言,一个道理始终在此处完结。
§364ἐκ τῶν πόνων τοι τἀγάθ’ αὔξεται βροτοῖς.
人间的幸福确是从劳苦中增长出来的。
[ὁ δ’ ἡδὺς αἰὼν ἡ κακή τ’ ἀνανδρία οὔτ’ οἶκον οὔτε πόλιν ἀνορθώσειεν ἄν. ]
[而安逸的一生与恶劣的懦弱,既无法重振家园,也无法复兴城市。
§365αἰδοῦς δὲ καὐτὸς δυσκρίτως ἔχω πέρι· καὶ δεῖ γὰρ αὐτῆς κἄστιν αὖ κακὸν μέγα.
]对于羞耻,我自己也难以抉择;因为人们需要它,但它在另一方面也是个巨大的祸害。
§366τοὐνθένδ’ ἀπίχθυς βαρβάρους οἰκεῖν δοκῶ
从这里开始,我想居住着不吃鱼的蛮族。
§367ἐν ἀστρώτῳ πέδῳ εὕδουσι, πηγαῖς δ’ οὐχ ὑγραίνουσιν πόδας.
他们睡在未铺垫的地上,也不用泉水湿润双脚。
§368μίασμα δρυός
橡树的黏液。
§369κείσθω δόρυ μοι μίτον ἀμφιπλέκειν ἀράχναις, μετὰ δ’ ἡσυχίας πολιῷ γήρᾳ συνοικοίην·
让我的长枪横卧,任由蜘蛛在其上织网。
ἀείδοιμι δὲ στεφάνοις κάρα πολιὸν στεφανώσας Θρηίκιον πέλταν πρὸς Ἀθάνας περικίοσιν ἀγκρεμάσας θαλάμοις δέλτων τ’ ἀναπτύσσοιμι γῆρυν ἂν σοφοὶ κλέονται.
愿我与宁静相伴,共度白发苍苍的晚年;愿我头戴花冠,唱起歌来,将色雷斯人的皮盾高悬在雅典娜神庙的列柱殿堂中,并展开智者们所颂扬的书卷之声。
§371πέμπεις δ’ ἐς Ἅιδου ζῶντα κοὐ τεθνηκότα, καί μοι τὸ τέρθρον δῆλον εἰσπορεύομαι.
你把我活着而不是死去送往冥府,我正步入那对我而言终点已然明了的地方。
§372οὐκ ἔστιν, ὦ γεραιέ, μὴ δείσῃς τάδε· τὰ Δαιδάλεια πάντα κινεῖσθαι δοκεῖ λέγειν τ’ ἀγάλμαθ’· ὧδ’ ἀνὴρ κεῖνος σοφός.
并非如此,老人,切莫害怕这些;代达罗斯的所有作品仿佛都在移动和说话;那个人就是如此睿智。
§373πᾶς δ’ ἐξεθέρισεν ὥστε πύρινον 〈στάχυν〉 σπάθῃ κολούων φασγάνου μελανδέτου.
每个人都像收割麦穗一样,用黑柄宝剑的利刃将其斩断削平。
§374ἢ κύαθον ἢ χαλκήλατον ἡθμὸν προσίσχων τοῖσδε τοῖς ὑπωπίοις
将杯子或青铜铸造的滤器敷在这些被打青的眼眶上。
§375πιστὸν μὲν οὖν εἶναι χρὴ τὸν διάκονον τοιοῦτον εἶναι καὶ στέγειν τὰ δεσποτῶν.
因此,仆人应当忠诚,并能保守主人们的秘密。
§376οὐκ οἶδ’ ὅτῳ χρὴ κανόνι τὰς βροτῶν τύχας ὀρθῶς σταθμήσαντ’ εἰδέναι τὸ δραστέον.
我不知该用何种准绳才能正确衡量凡人的命运,并知晓应当做些什么。
§377μάτην δὲ θνητοὶ τοὺς νόθους φεύγουσ’ ἄρα παῖδας φυτεύειν· ὃς γὰρ ἂν χρηστὸς φύῃ, οὐ τοὔνομ’ αὐτοῦ τὴν φύσιν διαφθερεῖ.
看来凡人徒劳地避免生育庶子;因为凡是天生优秀的人,名分并不会败坏他的天性。
§378νῦν δ’ ἤν τις οἴκων πλουσίαν ἔχῃ φάτνην, πρῶτος γέγραπται τῶν τ’ ἀμεινόνων κρατεῖ· τὰ δ’ ἔργ’ ἐλάσσω χρημάτων νομίζομεν.
而如今,若有人家中拥有富足的马槽,他便被列为首位,并统治着比他更好的人;我们竟认为行事不如财富重要。
§379σκύφος τε μακρός
以及一只长杯。
§380Ταρτάρειος
塔尔塔罗斯的。
§381σχεδὸν παρ’ αὐτοῖς κρασπέδοις Εὐρωπίας
就在欧洲的最边缘。
§382ἐγὼ πέφυκα γραμμάτων μὲν οὐκ ἴδρις, μορφὰς δὲ λέξω καὶ σαφῆ τεκμήρια.
我虽不识字,但我要描述其形状与清晰的特征。
κύκλος τις ὡς τόρνοισιν ἐκμετρούμενος, οὗτος δ’ ἔχει σημεῖον ἐν μέσῳ σαφές·
首先是一个仿佛用圆规画出的圆,它的中间有一个清晰的标记。
τὸ δεύτερον δὲ πρῶτα μὲν γραμμαὶ δύο, ταύτας διείργει δ’ ἐν μέσαις ἄλλη μία·
第二个首先是两条线,中间有另一条线将它们隔开。
τρίτον δὲ βόστρυχός τις ὥς εἱλιγμένος·
第三个像是一缕卷曲的头发。
τὸ δ’ αὖ τέταρτον ἢ μὲν εἰς ὀρθὸν μία, λοξαὶ δ’ ἐπ’ αὐτῆς τρεῖς κατεστηριγμέναι εἰσίν·
第四个则是一条垂直的线,其上有三条倾斜的线支撑着。
τὸ πέμπτον δ’ οὐκ ἐν εὐμαρεῖ φράσαι· γραμμαὶ γάρ εἰσιν ἐκ διεστώτων δύο, αὗται δὲ συντρέχουσιν εἰς μίαν βάσιν·
第五个不易描述;因为那是两条分立的线,它们汇聚向同一个底座。
τὸ λοίσθιον δὲ τῷ τρίτῳ προσεμφερές.
最后一个与第三个非常相似。

词汇与语法注释

  1. 362βούλομαι δὲ σοί, τέκνον, ... παραινέσαι — 动词 βούλομαι(希望)带与格 σοί,并与不定式 παραινέσαι(劝告)相连。σοί 在句中同时充当 παραινέσαι 的间接宾语。
  2. 362τῷ πλουσίῳ τε τῷ τε μὴ διδοὺς μέρος ἴσον — 分词 διδοὺς(给予)以 μέρος ἴσον(同等的份额)为宾语。τῷ τε μὴ 是 τῷ μὴ πλουσίῳ(不富裕的人)的省略形式,这两个与格短语都受该分词动作的支配。
  3. 362τὴν ἐναντίαν μέθες — 动词 μέθες 是 μεθίημι(放开、放弃)的不定过去时命令式。τὴν ἐναντίαν 指的是与自己决定的一方(θάτερον)“相反的”选择或想法,在此被命令“予以放弃”。
  4. 382κύκλος τις ὡς τόρνοισιν ἐκμετρούμενος — 这整个段落(§382)是一个谜语,一个不识字的牧羊人形象地描述了拼写“帖修斯”(ΘΗΣΕΥΣ)的字母形状。第一个字母 Theta(Θ)被描述为一个用圆规(τόρνος)画出的圆,中间带有一个标记。
  5. 382τὸ δεύτερον δὲ πρῶτα μὲν γραμμαὶ δύο — 第二个字母 Eta(Η)被描述为两条垂直的线(γραμμαὶ δύο),两线中间由另一条单线隔开或连接。

引用这一段

欧里庇得斯, 残篇 §362-382. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg020.humanitext-grc1:362-382

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。