- 底本
- Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0006.tlg020.humanitext-grc1:362-382
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
父から息子への実践的な処世訓に始まり、苦労の価値や慎みについての短い断片が続き、最後には文字を読めない者が「テセウス」の名前の綴りを視覚的に描写する有名な謎かけが提示される。
ὀρθῶς μ’ ἐπήρου· βούλομαι δὲ σοί, τέκνον, φρονεῖς γὰρ ἤδη κἀποσῴσαι’ ἂν πατρὸς γνώμας φράσαντος, ἢν θάνω, παραινέσαι1 κειμήλι’ ἐσθλὰ καὶ νέοισι χρήσιμα. βραχεῖ δὲ μύθῳ πολλὰ συλλαβὼν ἐρῶ. πρῶτον φρένας μὲν ἠπίους ἔχειν χρεών· τῷ πλουσίῳ τε τῷ τε μὴ διδοὺς μέρος ἴσον2 σεαυτὸν εὐσεβεῖν πᾶσιν δίδου. δυοῖν παρόντοιν πραγμάτοιν πρὸς θάτερον γνώμην προσάπτων τὴν ἐναντίαν μέθες.3 ἀδίκως δὲ μὴ κτῶ χρήματ’, ἢν βούλῃ πολὺν χρόνον μελάθροις ἐμμένειν· τὰ γὰρ κακῶς οἴκους ἐσελθόντ’ οὐκ ἔχει σωτηρίαν. ἔχειν δὲ πειρῶ· τοῦτο γὰρ τό τ’ εὐγενὲς καὶ τοὺς γάμους δίδωσι τοὺς πρώτους ἔχειν. ἐν τῷ πένεσθαι δ’ ἐστὶν ἥ τ’ ἀδοξία, κἂν ᾖ σοφός τις, ἥ τ’ ἀτιμία βίου. φίλους δὲ τοὺς μὲν μὴ χαλῶντας ἐν λόγοις κέκτησο· τοὺς δὲ πρὸς χάριν σὺν ἡδονῇ τῇ σῇ πονηροὺς κλῇθρον εἰργέτω στέγης. ὁμιλίας δὲ τὰς γεραιτέρων φίλει, ἀκόλαστα δ’ ἤθη λαμπρὰ συγγελᾶν μόνον μίσει· βραχεῖα τέρψις ἡδονῆς κακῆς. ἐξουσίᾳ δὲ μήποτ’ ἐντρυφῶν, τέκνον, αἰσχροὺς ἔρωτας δημοτῶν διωκαθεῖν. ὃ καὶ σίδηρον ἀγχόνας τ’ ἐφέλκεται, χρηστῶν πενήτων ἤν τις αἰσχύνῃ τέκνα. καὶ τοὺς πονηροὺς μήποτ’ αὔξαν’ ἐν πόλει· κακοὶ γὰρ ἐμπλησθέντες ἢ νομίσματος ἢ πόλεος ἐμπεσόντες εἰς ἀρχήν τινα σκριτῶσιν, ἀδόκητ’ εὐτυχησάντων δόμων. ἀλλ’ ὦ τέκνον μοι δὸς χέρ’, ὡς θίγῃ πατήρ, καὶ χαῖρ’· ὑπ’ αἰδοῦς δ’ οὐ λίαν ἀσπάζομαι· γυναικόφρων γὰρ θυμὸς ἀνδρὸς οὐ σοφοῦ.
お前は私に正しく尋ねた。子よ、お前はすでに分別があり、私が死んだ場合にも、父が語った意見を守り通すことができるだろうから、私はお前に、若者にとっても有益な、優れた家宝を諭したいと思う。簡潔な言葉に多くを込めて語ろう。第一に、穏やかな心を持つべきだ。富める者にもそうでない者にも等しい分け前を与え、自分自身を万人に敬虔に捧げよ。二つの選択肢が目の前にあるとき、一方に心を寄せるなら、それと対立する考えは捨て去れ。不義に富を得てはならない、もしお前が自分の館に長く留まることを望むなら。悪しき方法で家に入り込んだ富は、維持されることがないからだ。しかし、所有することに努めよ。それは高貴な身分をもたらし、第一等の婚姻を結ぶことを可能にする。貧しさの中には不名誉があり、たとえ誰かが賢くとも、その人生は軽蔑される。友については、言葉においてお世辞を言わない者たちを獲得せよ。お前の喜びとお前の好みに合わせておもねる悪しき友には、屋根の閂で門を閉ざせ。年長者との交わりを好め。放縦な品性、ただ共に大笑いするだけの華やかさを憎め。悪しき快楽の喜びは短いものだ。権力にあって、子よ、決して傲慢になり、市民の恥ずべき愛を追い求めてはならない。それは、もし誰かが善良な貧者の子供たちを辱めるなら、剣や首吊りの縄を引き寄せることになる。また、都市において悪しき者たちを繁栄させてはならない。悪しき者たちは、富に満たされ、あるいは都市の何らかの官職に就くと、思いがけず幸運を得た家のように跳ね上がるからだ。さあ、我が子よ、手を私に与えよ、父が触れられるように。そして健やかにあれ。慎みのために私はあまりお前を抱擁しない。思慮のない男の心は、女のようになってしまうからだ。
εἷς μὲν λόγος μοι δεῦρ’ ἀεὶ περαίνεται.
私にとって、一つの言葉が常にここまでで終わる。
ἐκ τῶν πόνων τοι τἀγάθ’ αὔξεται βροτοῖς. [ὁ δ’ ἡδὺς αἰὼν ἡ κακή τ’ ἀνανδρία οὔτ’ οἶκον οὔτε πόλιν ἀνορθώσειεν ἄν.]
苦労からこそ、人間にとって良きものが増すのだ。[快楽に満ちた生活と悪しき臆病さは、家をも都市をも再興し得ないだろう。]
αἰδοῦς δὲ καὐτὸς δυσκρίτως ἔχω πέρι· καὶ δεῖ γὰρ αὐτῆς κἄστιν αὖ κακὸν μέγα.
慎みについては、私自身も判断しがたい。それが必要でもあり、他方でまた大きな災いでもあるからだ。
τοὐνθένδ’ ἀπίχθυς βαρβάρους οἰκεῖν δοκῶ
これより先は、魚を嫌う野蛮人たちが住んでいると私は思う。
ἐν ἀστρώτῳ πέδῳ εὕδουσι, πηγαῖς δ’ οὐχ ὑγραίνουσιν πόδας.
彼らは敷物のない地面で眠り、泉で足を濡らすこともない。
μίασμα δρυός
樫の木の穢れ。
κείσθω δόρυ μοι μίτον ἀμφιπλέκειν ἀράχναις, μετὰ δ’ ἡσυχίας πολιῷ γήρᾳ συνοικοίην· ἀείδοιμι δὲ στεφάνοις κάρα πολιὸν στεφανώσας Θρηίκιον πέλταν πρὸς Ἀθάνας περικίοσιν ἀγκρεμάσας θαλάμοις δέλτων τ’ ἀναπτύσσοιμι γῆρυν ἂν σοφοὶ κλέονται.
私の槍はクモが糸を紡ぎ巡らすままにしておかれよ。そして私は穏やかに白髪の老後を共に過ごそう。白髪の頭に冠を戴いて、アテナの円柱に囲まれた部屋にトラキアの盾を吊るし、賢者たちが称える書物の声を紐解き歌おう。
πέμπεις δ’ ἐς Ἅιδου ζῶντα κοὐ τεθνηκότα, καί μοι τὸ τέρθρον δῆλον εἰσπορεύομαι.
あなたは私を生きたまま、死者としてではなく冥府へと送る。そして私はその終わりが明らかであるところへ入っていく。
οὐκ ἔστιν, ὦ γεραιέ, μὴ δείσῃς τάδε· τὰ Δαιδάλεια πάντα κινεῖσθαι δοκεῖ λέγειν τ’ ἀγάλμαθ’· ὧδ’ ἀνὴρ κεῖνος σοφός.
そんなことはない、老人よ、これを恐れるな。ダイダロスの作品はすべて動き、語るかのように見える。あの男はそれほどに知恵があったのだ。
πᾶς δ’ ἐξεθέρισεν ὥστε πύρινον 〈στάχυν〉 σπάθῃ κολούων φασγάνου μελανδέτου.
誰もが、黒い柄の剣の刃で刈り取るように、小麦の穂を刈り取るがごとくことごとく刈り取った。
ἢ κύαθον ἢ χαλκήλατον ἡθμὸν προσίσχων τοῖσδε τοῖς ὑπωπίοις
あるいは柄杓を、あるいは青銅で鍛えた濾し器を、これらの目の下のあざに当てがいながら。
πιστὸν μὲν οὖν εἶναι χρὴ τὸν διάκονον τοιοῦτον εἶναι καὶ στέγειν τὰ δεσποτῶν.
それゆえ、召使いは信頼でき、主人の秘密を守るような者でなければならない。
οὐκ οἶδ’ ὅτῳ χρὴ κανόνι τὰς βροτῶν τύχας ὀρθῶς σταθμήσαντ’ εἰδέναι τὸ δραστέον.
いかなる基準によって人間の運命を正しく推し量り、なすべきことを知るべきなのか、私は知らない。
μάτην δὲ θνητοὶ τοὺς νόθους φεύγουσ’ ἄρα παῖδας φυτεύειν· ὃς γὰρ ἂν χρηστὸς φύῃ, οὐ τοὔνομ’ αὐτοῦ τὴν φύσιν διαφθερεῖ.
それゆえ、凡人が庶子をもうけるのを無駄に避けるのは間違いなのだ。なぜなら、生まれながらに優れた者であれば、その名がその本性を損なうことはないからだ。
νῦν δ’ ἤν τις οἴκων πλουσίαν ἔχῃ φάτνην, πρῶτος γέγραπται τῶν τ’ ἀμεινόνων κρατεῖ· τὰ δ’ ἔργ’ ἐλάσσω χρημάτων νομίζομεν.
だが今や、もし誰かが家の富んだ飼い葉桶を持っているなら、その者が第一等に記録され、優れた者たちを支配する。私たちは内実を財産よりも軽いものとみなしているのだ。
σκύφος τε μακρός
そして深いカップ。
Ταρτάρειος
タルタロスの。
σχεδὸν παρ’ αὐτοῖς κρασπέδοις Εὐρωπίας
ヨーロッパのまさにその端の近くに。
ἐγὼ πέφυκα γραμμάτων μὲν οὐκ ἴδρις, μορφὰς δὲ λέξω καὶ σαφῆ τεκμήρια. κύκλος τις ὡς τόρνοισιν ἐκμετρούμενος,4 οὗτος δ’ ἔχει σημεῖον ἐν μέσῳ σαφές· τὸ δεύτερον δὲ πρῶτα μὲν γραμμαὶ δύο,5 ταύτας διείργει δ’ ἐν μέσαις ἄλλη μία· τρίτον δὲ βόστρυχός τις ὥς εἱλιγμένος· τὸ δ’ αὖ τέταρτον ἢ μὲν εἰς ὀρθὸν μία, λοξαὶ δ’ ἐπ’ αὐτῆς τρεῖς κατεστηριγμέναι εἰσίν· τὸ πέμπτον δ’ οὐκ ἐν εὐμαρεῖ φράσαι· γραμμαὶ γάρ εἰσιν ἐκ διεστώτων δύο, αὗται δὲ συντρέχουσιν εἰς μίαν βάσιν· τὸ λοίσθιον δὲ τῷ τρίτῳ προσεμφερές.
私は文字を知らない者であるが、その形と明確な特徴を語ろう。まず、コンパスで測られたような円があり、その中央に明確な印がある。二番目は、まず二つの線があり、それらの中間をもう一つの線が隔てている。三番目は、ねじれた巻き毛のようである。四番目は、一本の垂直な線があり、その上に三本の傾いた線が支えられている。五番目は、言葉で言うのが容易ではない。なぜなら、離れた二つの線があり、それらが一つの底に向かって合流しているからだ。最後は、三番目のものに似ている。
- 362βούλομαι δὲ σοί, τέκνον, ... παραινέσαι
動詞 βούλομαι(望む)が与格 σοί を伴い、さらに不定詞 παραινέσαι(勧告する)へと繋がる。σοί は παραινέσαι の間接目的語として機能している。
- 362τῷ πλουσίῳ τε τῷ τε μὴ διδοὺς μέρος ἴσον
διδοὺς は分詞で、「等しい分け前(μέρος ἴσον)を与え」の意。τῷ τε μὴ は τῷ μὴ πλουσίῳ(富んでいない者)の省略形で、二つの与格句が διδοὺς にかかっている。
- 362τὴν ἐναντίαν μέθες
μέθες は μεθίημι の命令法。τὴν ἐναντίαν(反対のもの)は、二つの選択肢(δυοῖν πραγμάτοιν)のうち、自分が心に決めた一方とは「逆の選択肢」を指し、それを「手放せ」と命じている。
- 382κύκλος τις ὡς τόρνοισιν ἐκμετρούμενος
この段落(§382)全体は、文字の読めない羊飼いが「テセウス(ΘΗΣΕΥΣ)」の文字の形を視覚的に説明する謎かけである。最初の文字であるシータ(Θ)を、コンパス(τόρνος)で描いた円と中心の印として描写している。
- 382τὸ δεύτερον δὲ πρῶτα μὲν γραμμαὶ δύο
二番目の文字エータ(Η)を、二本の縦線(γραμμαὶ δύο)とそれを中央で繋ぐ一本の横線として説明している。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-09-21)
- 2026-09-21 AI校閲 — 注 1 件
- 2026-09-21 AI校閲 — 訳文 1 件
