Humanitext Reader

テオクリトス · 牧歌 §8.1-8.93

ダフニスとメナルカスの歌合戦とダフニスの勝利

13 / 44 箇所 · ギリシア語

要旨

ダプニスとメナルカスが山の中で出会い、パンパイプを賭けた歌合戦を行い、山羊飼いの審判によってダプニスが勝利する。

§8.1Δάφνιδι τῷ χαρίεντι συνήντετο βουκολέοντι §8.2μᾶλα νέμων, ὡς φαντί, κατʼ ὤρεα μακρὰ Μενάλκας.
ダプニスは、美しい若者であり、牛を追っていたが、出会った、長い山々で、彼が言うには、羊を放牧していたメナルカスと。
§8.3ἄμφω τώγʼ ἤστην πυρροτρίχω, ἄμφω ἀνάβω, §8.4ἄμφω συρίσδεν δεδαημένω, ἄμφω ἀείδεν.
二人とも赤毛で、二人とも若く、二人ともパンパイプを吹くのが巧みで、二人とも歌うのが巧みであった。
§8.5πρᾶτος δʼ ὦν ποτὶ Δάφνιν ἰδὼν ἀγόρευε Μενάλκας·
そこで、最初にメナルカスがダプニスを見て、こう語りかけた。
§8.6μυκητᾶν ἐπίουρε βοῶν Δάφνι, λῇς μοι ἀεῖσαι;
「低く鳴く牛を追う者、ダプニスよ、私と歌を競う気はないか?
§8.7φαμί τυ νικασεῖν, ὅσσον θέλω αὐτὸς ἀείδων. §8.8τὸν δʼ ἄρα χὡ Δάφνις τοιῷδʼ ἀπαμείβετο μύθῳ·
私は自分自身の歌で、君が望む限り勝ってみせると言うぞ」するとダプニスは彼にこのような言葉で答えた。
§8.9ποιμὴν εἰροπόκων ὀίων συριγκτὰ Μενάλκα, §8.10οὔποτε νικασεῖς μʼ, οὐδʼ εἴ τι πάθοις τύγʼ ἀείδων.
「羊毛に覆われた羊を追う者、パンパイプを吹くメナルカスよ、君がどれほど歌おうとも、私に勝つことなど決してない」「では、勝負を確かめたいか?
§8.11χρῄσδεις ὧν ἐσιδεῖν; χρῄσδεις καταθεῖναι ἄεθλον;
賭け物を置きたいか?
§8.12χρῄσδω τοῦτʼ ἐσιδεῖν, χρῄσδω καταθεῖναι ἄεθλον. §8.13καὶ τίνα θησεύμεσθʼ, ὅτις ἁμῖν ἄρκιος εἴη;
」「確かめたいとも、賭け物を置きたいとも」「では、我々にとって十分な(審判)として、誰を据えようか?
§8.14μόσχον ἐγὼ θησῶ·
」「私は子牛を賭けよう。
τὺ δὲ θὲς ἰσομάτορα ἀμνόν. §8.15οὐ θησῶ ποκα ἀμνόν, ἐπεὶ χαλεπὸς ὁ πατήρ μευ
君は母に劣らぬ大きさの子羊を賭けよ」「子羊を賭けることは決してできない。
§8.16χἁ μάτηρ, τὰ δὲ μᾶλα ποθέσπερα πάντʼ ἀριθμεῦντι. §8.17ἀλλὰ τί μὰν θησεῖς;
私の父は厳しく、母もそうで、夕方にはすべての羊を数えるのだから」「では、一体何を賭けるのだ?
τί δὲ τὸ πλέον ἑξεῖ ὁ νικῶν;
勝者は何を得るのだ?
§8.18σύριγγʼ ἃν ἐπόησα καλὰν ἐγὼ ἐννεάφωνον,
」「私は九つの音が出る、美しいパンパイプを作った。
§8.19λευκὸν κηρὸν ἔχοισαν, ἴσον κάτω, ἶσον ἄνωθεν,
白い蝋で固められ、下も上も等しいものだ。
§8.20ταύταν κατθείην, τὰ δὲ τῶ πατρὸς οὐ καταθησῶ.
これを賭けよう。
§8.21ἦ μάν τοι κἠγὼ σύριγγʼ ἔχω ἐννεάφωνον.
しかし父のものは賭けない」「実に私も、九つの音が出るパンパイプを持っている。
§8.22λευκὸν κηρὸν ἔχοισαν, ἴσον κάτω, ἶσον ἄνωθεν.
白い蝋で固められ、下も上も等しいものだ。
§8.23πρώαν νιν συνέπαξʼ·
先日それを組み立てたばかりだ。
ἔτι καὶ τὸν δάκτυλον ἀλγέω §8.24τοῦτον, ἐπεὶ κάλαμός με διασχισθεὶς διέτμαξεν.
まだ私のこの指が痛むのだ、葦が裂けて切り裂かれたから」「しかし、誰が私たちを裁くのか?
§8.25ἀλλὰ τίς ἄμμε κρινεῖ; τίς ἐπάκοος ἔσσεται ἁμέων;
誰が私たちの歌を聴いてくれるのか?
§8.26τῆνον πῶς ἐνταῦθα τὸν αἰπόλον ἢν καλέσωμες; §8.27ᾧ ποτὶ ταῖς ἐρίφοις ὁ κύων ὁ φάλαρος ὑλακτεῖ. §8.28χοἱ μὲν παῖδες ἄυσαν, ὁ δʼ αἰπόλος ἦνθʼ ἐπακοῦσαι.
」「あそこにいるあの山羊飼いを呼んだらどうだろう、その子山羊たちに向かって、白い斑のある犬が吠えている相手を」そこで少年たちは大声で呼び、山羊飼いは聴くためにやって来た。
§8.29χοἱ μὲν παῖδες ἄειδον, ὁ δʼ αἰπόλος ἤθελε κρίνειν.
少年たちは歌い、山羊飼いは審判をすることを承諾した。
§8.30πρᾶτος δʼ ὦν ἄειδε λαχὼν ἰυκτὰ Μενάλκας, §8.31εἶτα δʼ ἀμοιβαίαν ὑπελάμβανε Δάφνις ἀοιδάν.
そこで、くじに当たった大声で歌うメナルカスが最初に歌い、次にダプニスが交互に歌を引き継いだ。
§8.33Ἄγκεα καὶ ποταμοί, θεῖον γένος, αἴ τι Μενάλκας §8.34πήποχʼ ὁ συριγκτὰς προσφιλὲς ᾆσε μέλος, §8.35βόσκοιτʼ ἐκ ψυχᾶς τὰς ἀμνάδας·
「谷間と川よ、神聖なる一族よ、もしメナルカスが、パンパイプを吹く者が、かつて愛すべき調べを歌ったなら、私のこの子羊たちを心ゆくまで育んでください。
ἢν δέ ποκʼ ἔνθῃ §8.36Δάφνις ἔχων δαμάλας, μηδὲν ἔλασσον ἔχοι. §8.37κρᾶναι καὶ βοτάναι, γλυκερὸν φυτόν, αἴπερ ὁμοῖον §8.38μουσίσδει Δάφνις ταῖσιν ἀηδονίσι, §8.39τοῦτο τὸ βουκόλιον πιαίνετε·
そしてもしダプニスが子牛を連れてここに来たなら、彼にも劣らぬ恵みを与えてください」「泉と草地よ、甘き草木よ、もしダプニスがサヨナキドリと同じように美しく歌うなら、この牛の群れを肥え太らせてください。
κἤν τι Μενάλκας §8.40τεῖδʼ ἀγάγῃ, χαίρων ἄφθονα πάντα νέμοι. §8.41ἔνθʼ ὄις, ἔνθʼ αἶγες διδυματόκοι, ἔνθα μέλισσαι §8.42σμήνεα πληροῦσιν, καὶ δρύες ὑψίτεραι, §8.43ἔνθʼ ὁ καλὸς Μίλων βαίνει ποσίν·
そしてもしメナルカスがここへ群れを導いたなら、彼もまた喜び、すべてを豊かに放牧できますように」「そこには羊が、そこには双子を産む山羊がおり、そこにはミツバチが巣を満たし、オークの木が高くそびえる、美しきミロンが歩みを進めるところには。
αἰ δʼ ἂν ἀφέρπῃ, §8.44χὡ ποιμὴν ξηρὸς τηνόθι χαἱ βοτάναι. §8.45παντᾷ ἔαρ, παντᾷ δὲ νομοί, παντᾷ δὲ γάλακτος §8.46οὔθατα πλήθουσιν, καὶ τὰ νέα τρέφεται, §8.47ἐνθʼ ἁ καλὰ παῖς ἐπινίσσεται·
しかし、もし彼が去ってしまえば、牧人も草地も、そこでは枯れてしまう」「至る所に春があり、至る所に牧草地があり、至る所に乳が乳房を満たし、幼きものが育てられる、美しき乙女が訪れるところには。
αἰ δʼ ἂν ἀφέρπῃ, §8.48χὡ τὰς βῶς βόσκὡν χαἱ βόες αὐότεραι. §8.49ὦ τράγε, τᾶν λευκᾶν αἰγῶν ἄνερ, ὧ βάθος ὕλας §8.50μυρίον, (ὦ σιμαὶ δεῦτʼ ἐφʼ ὕδωρ ἔριφοι· ) §8.51ἐν τήνῳ γὰρ τῆνος·
しかし、もし彼女が去ってしまえば、牛を追う者も、牛たちも乾ききってしまう」「おお、白い山羊たちの夫たる雄山羊よ、無限に深い森があるところよ、(鼻の低い子山羊たちよ、水のある方へおいで、)あそこにあの人がいるのだから。
ἴθʼ ὦ κόλε καὶ λέγε·
しっぽの短い山羊よ、行って伝えてくれ。
Μίλων, §8.52ὁ Πρωτεὺς φώκας καὶ θεὸς ὢν ἔνεμε.
『ミロンよ、プロテウスも、神でありながら、アザラシを放牧していたのだ』と」「私にはペロプスの領地も、黄金のタラントンもいらない。
§8.53μή μοι γᾶν Πέλοπος, μή μοι χρύσεια τάλαντα §8.54εἴη ἔχειν, μηδὲ πρόσθε θέειν ἀνέμων·
風よりも速く走ることも。
§8.55ἀλλʼ ὑπὸ τᾷ πέτρᾳ τᾷδʼ ᾁσομαι, ἀγκὰς ἔχων τυ, §8.56σύννομα μᾶλʼ ἐσορῶν, τὰν Σικελὰν ἐς ἅλα.
ただ、この岩の下で私は歌おう、君を胸に抱きながら、共に草を食む群れを見つめ、シチリアの海に向かって」「樹木には冬が恐るべき災いであり、水には干ばつが、鳥には罠が、野生の獣には網が。
§8.57δένδρεσι μὲν χειμὼν φοβερὸν κακόν, ὕδασι δʼ αὐχμός, §8.58ὄρνισιν δʼ ὕσπλαγξ, ἀγροτέροις δὲ λίνα, §8.59ἀνδρὶ δὲ παρθενικᾶς ἁπαλᾶς πόθος.
そして男には、優しい乙女への渇望が。
ὦ πάτερ ὦ Ζεῦ, §8.60οὐ μόνος ἠράσθην· καὶ τὺ γυναικοφίλας. §8.61ταῦτα μὲν ὦν διʼ ἀμοιβαίων οἱ παῖδες ἄεισαν· §8.62τὰν πυμάταν δʼ ᾠδὰν οὑτῶς ἐξᾶρχε Μενάλκας.
おお、父なるゼウスよ、私だけが愛に燃えたのではない、あなたも女性を愛したのだから」このように少年たちは交互に歌い、最後の歌をメナルカスはこうして歌い始めた。
§8.63Φεἰδευ τᾶν ἐρίφων, φείδευ λύκε τᾶν τοκάδων μευ, §8.64μηδʼ ἀδίκει μʼ, ὅτι μικκὸς ἐὼν πολλαῖσιν ὁμαρτέω.
「狼よ、私の子山羊たちを容赦してくれ、子を産む母山羊たちを容赦してくれ、私が幼く、多くの群れを追っているからと、不当に扱わないでくれ。
§8.65ὦ Λάμπουρε κύον, οὕτω βαθὺς ὕπνος ἔχει τυ;
おお、犬のランプーロスよ、そんなにも深い眠りが君を捉えているのか?
§8.66οὐ χρὴ κοιμᾶσθαι βαθέως σὺν παιδὶ νέμοντα.
幼い主人と一緒に群れを追うのに、深く眠るべきではない。
§8.67ταὶ δʼ ὄιες, μηδʼ ὔμμες ὀκνεῖθʼ ἁπαλᾶς κορέσασθαι §8.68ποίας·
羊たちよ、お前たちも柔らかい草を食べるのをためらうな。
οὔτι καμεῖσθʼ, ὅκκʼ αὖ πάλιν ἅδε φύηται.
これがまた生えてきたとき、疲れることはないのだから。
§8.69σίττα νέμεσθε νέμεσθε, τὰ δʼ οὔθατα πλήσατε πᾶσαι,
シッタ、食べよ、食べよ、そして皆、乳房を満たせ。
§8.70ὡς τὸ μὲν ὥρνες ἔχωντι, τὸ δʼ ἐς ταλάρως ἀποθῶμαι. §8.71δεύτερος αὖ Δάφνις λιγυρῶς ἀνεβάλλετʼ ἀείδειν·
一部は子羊たちが取り、一部は私がチーズ籠に蓄えられるように」次にダプニスが澄んだ声で歌い継いだ。
§8.72κἠμὲ γὰρ ἐκ τὤντρω σύνοφρυς κόρα ἐχθὲς ἰδοῖσα §8.73τὰς δαμάλας παρελᾶντα καλὸν καλὸν ἦμεν ἔφασκεν·
「昨日、一本眉の乙女が洞窟から私を見て、牛を追って通り過ぎる私を『美しい、本当に美しい』と言った。
§8.74οὐ μὰν οὐδὲ λόγον ἐκρίθην ἄπο, τὤμπικρον αὐτᾷ, §8.75ἀλλὰ κάτω βλέψας τὰν ἁμετέραν ὁδὸν εἷρπον.
しかし私は、彼女にそっけない一言すら返さず、ただうつむいて、自分の道を進んだ。
§8.76ἁδεῖʼ ἁ φωνὰ τᾶς πόρτιος, ἁδὺ τὸ πνεῦμα·
子牛の声は心地よく、その息吹も心地よい。
§8.78ἁδὺ δὲ τῶ θέρεος παρʼ ὕδωρ ῥέον αἰθριοκοιτεῖν.
そして夏の日に、流れる水の傍らで野宿するのも心地よい。
§8.79τᾷ δρυῒ ταὶ βάλανοι κόσμος, τᾷ μαλίδι μᾶλα, §8.80τᾷ βοῒ δʼ ἁ μόσχος, τῷ βουκόλῳ αἱ βόες αὐταί. §8.81Ὣ οἱ παῖδες ἄεισαν, ὁ δʼ αἰπόλος ὧδʼ ἀγόρευεν·
オークの木にはどんぐりが飾りであり、リンゴの木にはリンゴが、牛には子牛が、そして牧人には、牛たちそのものが飾りである」少年たちがこのように歌うと、山羊飼いはこう語りかけた。
§8.82ἁδύ τι τὸ στόμα τευ καὶ ἐφίμερος ὦ Δάφνι φωνά.
「ダプニスよ、君の口はなんとも甘く、その声は愛らしい。
§8.83κρέσσον μελπομένω τευ ἀκουέμεν ἢ μέλι λείχειν.
君が歌うのを聴くことは、蜜を舐めることよりも勝っている。
§8.84λάζεο τὰς σύριγγας·
パンパイプを受け取りなさい。
ἐνίκασας γὰρ ἀείδων.
君が歌で勝ったのだ。
§8.85αἰ δέ τι λῇς με καὶ αὐτὸν ἅμʼ αἰπολέοντα διδάξαι, §8.86τήναν τὰν μιτύλαν δωσῶ τὰ δίδακτρά τοι αἶγα,
もし君が、この山羊飼いの私にも一緒に教えてくれるなら、あの角のない山羊を、君の教え賃として与えよう。
§8.87ἅτις ὑπὲρ κεφαλᾶς αἰεὶ τὸν ἀμολγέα πληροῖ. §8.88Ὡς μὲν ὁ παῖς ἐχάρη καὶ ἀνάλατο καὶ πλατάγησε §8.89νικάσας, οὑτῶς ἐπὶ ματέρι νεβρὸς ἅλοιτο.
いつも乳桶の縁を越えて満たしてくれる山羊だ」勝った少年がどれほど喜び、跳びはね、手を叩いたことか、まるで母の傍らで跳ねる小鹿のようであった。
§8.90ὡς δὲ κατεσμύχθη καὶ ἀνετράπετο φρένα λύπᾳ §8.91ὥτερος, οὕτω καὶ νύμφα γαμεθεῖσʼ ἀκάχοιτο.
もう一方が、どれほど悲しみに打ちひしがれ、心を痛めたことか、まるで無理やり結婚させられる新婦のようであった。
§8.92κἠκ τούτω πρᾶτος παρὰ ποιμέσι Δάφνις ἔγεντο, §8.93καὶ Νύμφαν ἄκρηβος ἐὼν ἔτι Ναΐδα γᾶμεν.
そしてこの時から、ダプニスは牧人たちの中で第一の者となり、まだ若くして、ナイスという名のニンフを妻に娶った。

語釈・文法注

  1. 8.7ὅσσον θέλω — ὅσσον θέλω は「どれほどでも」「望む限り」を意味する副詞的表現。αὐτὸς ἀείδων(私自身が歌うことで)と結びつき、「私が(勝つことを)望むのと同じくらい十分に(勝つ)」または「私が望むだけ存分に歌って(勝つ)」という確信を意味する。
  2. 8.13ὅτις ἁμῖν ἄρκιος εἴη — ἄρκιος(十分な、ふさわしい)を伴う関係節。希求法 εἴη は主節の未来時制(θησεύμεσθα)に呼応した可能性(potential)または目的を示す。「私たちにとって(審判として)十分な者となるような、誰を(そこに)据えようか」という意味になり、先行詞としての「人」の省略を想定する解釈が一般的である。
  3. 8.26ἢν καλέσωμες — 接続法(ドリス方言形の καλέσωμες)を伴う ἢν(ἐάν)の独立節。これは提案や「~したらどうだろうか」という疑念・勧誘を表す語法であり、主節(例えば「どうなるだろうか」)が省略された条件文の帰結から発展した慣用表現である。
  4. 8.51ὦ κόλε — κόλος(切り取られた、尾の短い)から派生した呼格。放牧されている特定の山羊への親しみを込めた呼びかけであり、ここでは「尾の短い山羊よ」または「角の欠けた山羊よ」と解釈される。
  5. 8.74τὤμπικρον — τὸ ἔμπικρον のクラーシス(縮合)。「苦い言葉」を意味し、ここでは否定の οὐδὲ λόγον(言葉すら)と並置されて「(返事の言葉として)彼を傷つけるような辛口の言葉すら返さなかった」という態度を示している。

この箇所を引用する

テオクリトス, 牧歌 §8.1-8.93. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0005.tlg001.humanitext-grc2:8.1-8.93

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。