§8.75.1οἱ δὲ ἀκούοντες ἐπὶ τοὺς τὴν ὀλιγαρχίαν μάλιστα ποιήσαντας καὶ ἔτι τῶν ἄλλων τοὺς μετασχόντας τὸ μὲν πρῶτον ὥρμησαν βάλλειν, ἔπειτα μέντοι ὑπὸ τῶν διὰ μέσου κωλυθέντες καὶ διδαχθέντες μὴ τῶν πολεμίων ἀντιπρῴρων ἐγγὺς ἐφορμούντων ἀπολέσωσι τὰ πράγματα, ἐπαύσαντο.
これを聞いた兵士たちは、まず何よりも寡頭制を樹立した張本人たちや、その他の加担者たちに石を投げつけようと殺到したが、中道派の人々から引き留められ、敵が目と鼻の先に船首を向けて停泊しているこの時に、自分たちの体制を台無しにしてはならないと諭されて、踏みとどまった。
§8.75.2μετὰ δὲ τοῦτο λαμπρῶς ἤδη ἐς δημοκρατίαν βουλόμενοι μεταστῆσαι τὰ ἐν τῇ Σάμῳ ὅ τε Θρασύβουλος ὁ τοῦ Λύκου καὶ Θράσυλος (οὗτοι γὰρ μάλιστα προειστήκεσαν τῆς μεταβολῆς) ὥρκωσαν πάντας τοὺς στρατιώτας τοὺς μεγίστους ὅρκους, καὶ αὐτοὺς τοὺς ἐκ τῆς ὀλιγαρχίας μάλιστα, ἦ μὴν δημοκρατήσεσθαί τε καὶ ὁμονοήσειν καὶ τὸν πρὸς Πελοποννησίους πόλεμον προθύμως διοίσειν καὶ τοῖς τετρακοσίοις πολέμιοί τε ἔσεσθαι καὶ οὐδὲν ἐπικηρυκεύσεσθαι.
この後、すでにサモスの形勢を明確に民主制へと移行させることを望んでいた、リュコスの子トラシュブロスとトラシュロス(彼らこそがこの政変を最も主導していたのである)は、すべての兵士、とりわけ寡頭派に加わっていた者たち自身に、最も重い誓いを立てさせた。 すなわち、必ずや民主制を維持し、一致団結し、ペロポネソス人との戦争を熱心に遂行し、四百人政府の敵となり、いかなる交渉も行わないという誓いである。
§8.75.3ξυνώμνυσαν δὲ καὶ Σαμίων πάντες τὸν αὐτὸν ὅρκον οἱ ἐν τῇ ἡλικίᾳ, καὶ τὰ πράγματα πάντα καὶ τὰ ἀποβησόμενα ἐκ τῶν κινδύνων ξυνεκοινώσαντο οἱ στρατιῶται τοῖς Σαμίοις, νομίζοντες οὔτε ἐκείνοις ἀποστροφὴν σωτηρίας οὔτε σφίσιν εἶναι, ἀλλ᾽, ἐάν τε οἱ τετρακόσιοι κρατήσωσιν ἐάν τε οἱ ἐκ Μιλήτου πολέμιοι, διαφθαρήσεσθαι.
またサモス人のうち兵役に適齢の者も全員、同じ誓いを共に立てた。 そして兵士たちは、サモス人とすべての事情および危険から生じる結末を共有した。 なぜなら、サモス人にとっても自分たちにとっても他に救いの逃げ道はなく、もし四百人政府が勝とうとも、ミレトスの敵が勝とうとも、自分たちは滅ぼされるに違いないと考えたからである。