§8.74.1τὴν δὲ Πάραλον ναῦν καὶ Χαιρέαν ἐπ’ αὐτῆς τὸν Ἀρχεστράτου, ἄνδρα Ἀθηναῖον, γενόμενον ἐς τὴν μετάστασιν πρόθυμον, ἀποπέμπουσιν οἵ τε Σάμιοι καὶ οἱ στρατιῶται κατὰ τάχος ἐς τὰς Ἀθήνας ἀπαγγελοῦντα τὰ γεγενημένα·
サモス人と兵士たちは、パラロス号と、その船に乗っていたアルケストラトスの子で、政変に熱心であったアテナイ人カイレアスを、起きた出来事を報告させるために大急ぎでアテナイへと派遣した。
οὐ γὰρ ᾔδεσάν πω τοὺς τετρακοσίους ἄρχοντας.
というのも、彼らは四百人が政権を握っていることをまだ知らなかったからである。
§8.74.2καὶ καταπλευσάντων αὐτῶν εὐθέως τῶν μὲν Παράλων τινὰς οἱ τετρακόσιοι δύο ἢ τρεῖς ἔδησαν, τοὺς δὲ ἄλλους ἀφελόμενοι τὴν ναῦν καὶ μετεμβιβάσαντες ἐς ἄλλην στρατιῶτιν ναῦν ἔταξαν φρουρεῖν περὶ Εὔβοιαν.
彼らが船で入港するとすぐに、四百人政府はパラロス号の乗組員のうち二人か三人を即座に投獄し、残りの者たちからは船を奪って別の兵員輸送船に移し、エウボイア周辺を警備するよう命じた。
§8.74.3ὁ δὲ Χαιρέας εὐθὺς διαλαθών πως, ὡς εἶδε τὰ παρόντα, πάλιν ἐς τὴν Σάμον ἐλθὼν ἀγγέλλει τοῖς στρατιώταις ἐπὶ τὸ μεῖζον πάντα δεινώσας τὰ ἐκ τῶν Ἀθηνῶν, ὡς πληγαῖς τε πάντας ζημιοῦσι καὶ ἀντειπεῖν ἔστιν οὐδὲν πρὸς τοὺς ἔχοντας τὴν πολιτείαν, καὶ ὅτι αὐτῶν καὶ γυναῖκες καὶ παῖδες ὑβρίζονται, καὶ διανοοῦνται, ὁπόσοι ἐν Σάμῳ στρατεύονται μὴ ὄντες τῆς σφετέρας γνώμης, τούτων πάντων τοὺς προσήκοντας λαβόντες εἴρξειν, ἵνα, ἢν μὴ ὑπακούσωσι, τεθνήκωσιν·
しかし、カイレアスは事態を目にすると、すぐに何とかして逃げ出し、再びサモスへと戻って、アテナイからの状況をすべて大げさに恐ろしく誇張して兵士たちに告げた。
καὶ ἄλλα πολλὰ ἐπικαταψευδόμενος ἔλεγεν.
すなわち、彼らはすべての人を鞭打ちで処罰しており、国政を握っている者たちに抗弁することは何もできず、兵士たちの妻や子供たちも凌辱されており、サモスで従軍している者のうち彼らの意向に従わない者全員の親族を捕らえて監禁し、従わなければ死刑にするつもりである、などと述べ、さらに他にも多くの嘘を付け加えて語った。